NOVI TESTAMENTI SANCTI AUCTORES
Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἷς [98]
This html page belongs to www.documentacatholicaomnia.eu and has been written by CDO program. Copyright by Cooperatorum Veritatis Societas and GSM


000-00-00 Serial Number=0538968921
NT. 01 Evangelium Secundum Matthaeum Ante [Go Back]  
 [00819]  καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῶ, διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
 [00918]  ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ἐλθὼν προσεκύνει αὐτῶ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται.
 [01824]  ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῶ εἷς ὀφειλέτης μυρίων ταλάντων.
 [01916]  καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῶ εἶπεν, διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
 [01917]  ὁ δὲ εἶπεν αὐτῶ, τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός. εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
 [02021]  ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις; λέγει αὐτῶ, εἰπὲ ἵνα καθίσωσιν οὖτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
 [02235]  καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν,
 [02308]  ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
 [02309]  καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος.
 [02310]  μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός.
 [02440]  τότε δύο ἔσονται ἐν τῶ ἀγρῶ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
 [02614]  τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
 [02621]  καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
 [02622]  καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε;
 [02647]  καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
 [02651]  καὶ ἰδοὺ εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
 [02738]  τότε σταυροῦνται σὺν αὐτῶ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
 [02748]  καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
000-00-00 Serial Number=0916643679
NT. 02 Evangelium Secundum Marcum Ante [Go Back]  
 [00207]  τί οὖτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
 [00522]  καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
 [00615]  ἄλλοι δὲ ἔλεγον ὅτι ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.
 [00828]  οἱ δὲ εἶπαν αὐτῶ λέγοντες ὅτι ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι, ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.
 [00917]  καὶ ἀπεκρίθη αὐτῶ εἷς ἐκ τοῦ ὄχλου, διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον·
 [01017]  καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
 [01018]  ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
 [01037]  οἱ δὲ εἶπαν αὐτῶ, δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
 [01228]  καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
 [01229]  ἀπεκρίθη ὁ ἰησοῦς ὅτι πρώτη ἐστίν, ἄκουε, ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,
 [01232]  καὶ εἶπεν αὐτῶ ὁ γραμματεύς, καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
 [01301]  καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῶ εἷς τῶν μαθητῶν αὐτοῦ, διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
 [01410]  καὶ ἰούδας ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
 [01418]  καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ ἰησοῦς εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
 [01419]  ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῶ εἷς κατὰ εἷς, μήτι ἐγώ;
 [01420]  ὁ δὲ εἶπεν αὐτοῖς, εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρύβλιον.
 [01443]  καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ἰούδας εἷς τῶν δώδεκα καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
 [01447]  εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
000-00-00 Serial Number=0466907978
NT. 03 Evangelium Secundum Lucam Ante [Go Back]  
 [00741]  δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
 [01715]  εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
 [01734]  λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
 [01810]  ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
 [01819]  εἶπεν δὲ αὐτῶ ὁ ἰησοῦς, τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
 [02247]  ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῶ ἰησοῦ φιλῆσαι αὐτόν.
 [02250]  καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὗς αὐτοῦ τὸ δεξιόν.
 [02339]  εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
 [02418]  ἀποκριθεὶς δὲ εἷς ὀνόματι κλεοπᾶς εἶπεν πρὸς αὐτόν, σὺ μόνος παροικεῖς ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
000-00-00 Serial Number=0453749359
NT. 04 Evangelium Secundum Ioannem Ante [Go Back]  
 [00140]  ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῶ·
 [00608]  λέγει αὐτῶ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου,
 [00670]  ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
 [00671]  ἔλεγεν δὲ τὸν ἰούδαν σίμωνος ἰσκαριώτου· οὖτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
 [00750]  λέγει νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον, εἷς ὢν ἐξ αὐτῶν,
 [00809]  οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ᾽ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθη μόνος, καὶ ἡ γυνὴ ἐν μέσῳ οὗσα.
 [01016]  καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
 [01149]  εἷς δέ τις ἐξ αὐτῶν καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ὑμεῖς οὐκ οἴδατε οὐδέν,
 [01150]  οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
 [01202]  ἐποίησαν οὗν αὐτῶ δεῖπνον ἐκεῖ, καὶ ἡ μάρθα διηκόνει, ὁ δὲ λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῶ.
 [01204]  λέγει δὲ ἰούδας ὁ ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι,
 [01321]  ταῦτα εἰπὼν ὁ ἰησοῦς ἐταράχθη τῶ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
 [01323]  ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῶ κόλπῳ τοῦ ἰησοῦ, ὃν ἠγάπα ὁ ἰησοῦς·
 [01822]  ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῶ ἰησοῦ εἰπών, οὕτως ἀποκρίνῃ τῶ ἀρχιερεῖ;
 [01826]  λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὖ ἀπέκοψεν πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῶ κήπῳ μετ᾽ αὐτοῦ;
 [01934]  ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
 [02024]  θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ἰησοῦς.
000-00-00 Serial Number=0517822385
NT. 05 Actus Apostolorum Ante [Go Back]  
 [00206]  γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
 [00432]  τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῶ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά.
 [01128]  ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ κλαυδίου.
000-00-00 Serial Number=0439311802
NT. 06 Pauli Epistola ad Romanos Ante [Go Back]  
 [00310]  καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς,
 [00330]  εἴπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
 [01205]  οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῶ, τὸ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
000-00-00 Serial Number=0771218061
NT. 07 Pauli Epistola ad Corinthios Prima Ante [Go Back]  
 [00406]  ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ἀπολλῶν δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
 [00804]  περὶ τῆς βρώσεως οὗν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς.
 [00806]  ἀλλ᾽ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὖ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος ἰησοῦς χριστός, δι᾽ οὖ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
 [00924]  οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
 [01017]  ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
 [01427]  εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
000-00-00 Serial Number=0173875749
NT. 08 Pauli Epistola ad Corinthios Secunda Ante [Go Back]  
 [00514]  ἡ γὰρ ἀγάπη τοῦ χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον·
000-00-00 Serial Number=0708273292
NT. 09 Pauli Epistola ad Galatas Ante [Go Back]  
 [00320]  ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.
 [00328]  οὐκ ἔνι ἰουδαῖος οὐδὲ ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν χριστῶ ἰησοῦ.
000-00-00 Serial Number=0065468848
NT. 10 Pauli Epistola ad Ephesios Ante [Go Back]  
 [00405]  εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
 [00406]  εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
000-00-00 Serial Number=0550217628
NT. 13 Pauli Epistola ad Thessalonicenses Prima Ante [Go Back]  
 [00511]  διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
000-00-00 Serial Number=0114464939
NT. 15 Pauli Epistola ad Timotheum Prima Ante [Go Back]  
 [00205]  εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος χριστὸς ἰησοῦς,
000-00-00 Serial Number=0303742051
NT. 20 Iacobi Epistola Catholica Ante [Go Back]  
 [00219]  σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
 [00412]  εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον;
000-00-00 Serial Number=0277353585
NT. 27 Ioannis Apocalypsis Ante [Go Back]  
 [00505]  καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς ἰούδα, ἡ ῥίζα δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
 [00713]  καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, οὖτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
 [01701]  καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων, δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
 [01710]  οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι.
 [01821]  καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, οὕτως ὁρμήματι βληθήσεται βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
 [02109]  καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων, δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
 [02121]  καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»