Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγάπην [80]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγάπην


000-00-00 Serial Number=0028885782
Eclogae propheticae Ante [Go Back]  
 [00105]  ἔμαθεν λέγειν πάτερ ἡμῶν, τὸ πνεῦμα τῆς δουλείας τὸ εἰς φόβον ἐλευθερώσας καὶ δι' ἀγάπης προκόψας εἰς υἱοθεσίαν, αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο [19.2] βεῖτο πρότερον·
 [00106]  οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν.
000-00-00 Serial Number=0345391631
Excerpta ex Theodoto Ante [Go Back]  
 [00226]  Τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ Ὄνομα τὸ διδασκόμενον ἐγγράφως, ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται, οὐκέτι νύμφη, ἀλλ' ἤδη Λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν Πρωτοκλήτων καὶ Πρωτοκτίστων, φίλων μὲν δι' ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν.
000-00-00 Serial Number=0547668517
Paedagogus Ante [Go Back]  
 [00593]  Τὸ μὲν οὖν πρότερον τῷ πρεσβυτέρῳ λαῷ πρεσβυτέρα διαθήκη ἦν καὶ νόμος ἐπαιδαγώγει τὸν λαὸν μετὰ φόβου καὶ λόγος ἄγγελος ἦν, καινῷ δὲ καὶ νέῳ λαῷ καινὴ καὶ νέα διαθήκη δεδώρηται καὶ ὁ λόγος γεγέννηται καὶ ὁ φόβος εἰς ἀγάπην μετατέτραπται καὶ ὁ μυστικὸς ἐκεῖνος [1.7.59.2] ἄγγελος Ἰησοῦς τίκτεται.
 [01128]  εἰ δ' ἀγάπην τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι [2.1.4.4] προσδοκήσαντες.
 [01146]  Χαλεπώτατον δὲ πάντων πτωμάτων τὴν ἄπτωτον ἀγάπην ἄνωθεν ἐξ οὐρανῶν ἐπὶ τοὺς ζωμοὺς ῥίπτεσθαι χαμαί.
 [01148]  Ἐὰν γάρ, φησί, διαδῶ τὰ ὑπάρχοντά μου, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.
 [01150]  κἂν ἀγαπήσῃς κύριον τὸν θεόν σου καὶ τὸν πλησίον σου, ἐν οὐρανοῖς ἐστιν αὕτη ἡ ἐπουράνιος εὐωχία, ἡ δὲ ἐπίγειος δεῖπνον κέκληται, ὡς ἐκ τῆς γραφῆς ἀποδέδεικται, δι' ἀγάπην μὲν γινόμενον τὸ δεῖπνον, ἀλλ' οὐκ ἀγάπη τὸ δεῖπνον, δεῖγμα δὲ εὐνοίας κοινωνικῆς καὶ [2.1.6.2] εὐμεταδότου.
 [01187]  ταύτην γὰρ τὴν ἀγάπην ἐκδέχεσθαι δεῖν ἐμφαίνει [2.1.9.4] ἡ βρῶσις ἡ Χριστοῦ·
 [01636]  Εἰ γὰρ δι' ἀγάπην αἱ ἐπὶ τὰς ἑστιάσεις συνελεύσεις, συμποσίου δὲ τὸ τέλος ἡ πρὸς τοὺς συνόντας φιλοφροσύνη, παρεπόμενα δὲ τῇ ἀγάπῃ ἡ βρῶσις καὶ ἡ πόσις, πῶς οὐ λογικῶς [2.7.53.4] ἀναστρεπτέον;
 [01637]  οὐδὲ διὰ τὴν ἀγάπην ἀπορητέον.
 [03110]  [3.11.79.3] Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, ἀγάπην ἀνυπόκριτον κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους [3.11.79.4] προσεύξασθαι τῷ θεῷ.
000-00-00 Serial Number=0922954559
Protrepticus Ante [Go Back]  
 [00258]  ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ.
 [01027]  εἰς μίαν ἀγάπην συναχθῆναι οἱ πολλοὶ κατὰ τὴν τῆς μοναδικῆς οὐσίας ἕνωσιν σπεύσωμεν.
 [01230]  Ποῦ ἀγάπην;
000-00-00 Serial Number=0538246334
Quis dives salvetur Ante [Go Back]  
 [00309]  [29.1] Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ' αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ [29.2] θεῷ, ὅπου δὲ τὰ δευτερεῖα νέμει τῷ πλησίον.
 [00313]  οὗτος ὁ τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς ∆αβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν [29.5] ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ.
 [00402]  [37.2] ἔστι δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγάπη καὶ δι' ἀγάπην ἡμῖν ἐθεάθη.
 [00408]  ἀγάπην ὑμῖν δίδωμι τὴν ἐμήν.
 [00429]  ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν ᾖ γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν [38.5] ἀναμαχέσασθαι τὰ ἐπταισμένα.
000-00-00 Serial Number=0406421304
Stromata Ante [Go Back]  
 [01731]  καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθ' ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σύν τε ἐγκρατείᾳ καὶ ὑπομονῇ προκόπτουσαι ἄγουσιν ἡμᾶς [2.6.31.2] ἐπί τε ἀγάπην ἐπί τε γνῶσιν.
 [01822]  ἀμέλει καὶ ἡ ** <εὐ>εμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην [2.9.41.2] χειραγωγεῖν μεμαθήκαμεν.
 [01863]  [2.9.45.1] Ὡς μὲν οὖν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί, τί χρὴ λέγειν, ἐπιδεδειγμένου ἤδη ὡς πίστις μὲν ἐπὶ μετανοίᾳ ἐλπίδι τε, εὐλάβεια δὲ ἐπὶ πίστει, καὶ ἡ ἐν τούτοις ἐπιμονή τε καὶ ἄσκησις ἅμα μαθήσει [2.9.45.2] συμπεραιοῦται εἰς ἀγάπην, ἣ δὲ τῇ γνώσει τελειοῦται;
 [01867]  φιλεῖ δὲ καὶ ἀγαπᾷ τὴν ἀλήθειαν ὁ φιλόσοφος, ἐκ τοῦ θεράπων εἶναι γνήσιος δι' [2.9.45.4] ἀγάπην ἤδη φίλος νομισθείς.
 [01967]  ὁ μὲν γὰρ τοῦ θεοῦ φόβος παιδεύει καὶ εἰς ἀγάπην ἀποκαθίστησιν, ὁ δὲ [2.12.55.6] τῶν τοῦ διαβόλου ἔργων μῖσος ἔχει σύνοικον.
 [02213]  ἐλεημοσύναι δὲ καὶ πίστεις φυλακαὶ βασιλικαί, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος καὶ ὁ ἐλεῶν πτωχοὺς μακαρισθήσεται, ὅτι τὴν ἀγάπην ἐνδείκνυται εἰς τὸν ὅμοιον διὰ τὴν ἀγάπην τὴν πρὸς τὸν δημιουργὸν τοῦ τῶν ἀνθρώπων γένους.
 [02591]  δι' ἣν ἀγάπην καὶ <ἡ> εἰς τὴν ἐλπίδα ἀποκατάστασις, ἣν ἀνάπαυσιν ἀλλαχοῦ [2.22.135.1] λέγει ἀποκεῖσθαι ἡμῖν.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [03081]  ὥστ' οὐδ' ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δι' ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν.
 [03137]  τότε δὲ ὑπὸ τοῦ κυρίου συντελειούμενος [3.6.56.1] ἐδιδάσκετο δι' ἀγάπην μεταδιδόναι.
 [03165]  [3.7.59.4] Ἡμεῖς μὲν οὖν δι' ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δι' αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες·
 [03226]  ἐνεδείξατο γάρ, οἶμαι, διὰ τούτων σαφῶς τῆς μὲν ἐξόδου τοῦ σώματος τὴν πρὸς θεὸν ἀγάπην τελείωσιν εἶναι, τῆς δὲ ἐν σαρκὶ παρουσίας [3.9.66.1] τὴν εὐχάριστον διὰ τοὺς σωθῆναι δεομένους ὑπομονήν.
 [03244]  ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, [3.10.69.4] πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ' εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν.
 [03621]  εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, [4.3.11.1] οὐ μῖσος κατασκευάζουσιν.
 [03640]  θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἣν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ [4.4.14.1] αἵματι τοὺς ἀπίστους δυσωπῶν.
 [03720]  ἐνταῦθα οὐδὲ σύγκρισις ἔτι ἀπολείπεται τί ἄν τις καὶ μᾶλλον ἕλοιτο, [4.6.28.6] ἀπειλὴν ἀνθρωπίνην ἢ τὴν ἀγάπην τοῦ θεοῦ·
 [03818]  [4.6.41.1] Κεφάλαιον δ', οἶμαι, πάσης ἀρετῆς κύριος παιδεύων ἡμᾶς τὸ δεῖν γνωστικώτερον δι' ἀγάπην τὴν πρὸς τὸν θεὸν θανάτου [4.6.41.2] καταφρονεῖν·
 [03834]  καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δι' ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), <θανῇ> θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών·
 [03836]  <ὅτι> ὁ δι' ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου.
 [03866]  ὁρᾷς δι' ἀγάπην [4.7.46.2] διδασκομένην μαρτυρίαν.
 [03903]  εἴη δ' ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον·
 [03946]  τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σὲ ἀγάπην·
 [03948]  [4.7.55.3] ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστι σύνδεσμος τῆς [4.7.55.4] τελειότητος.
 [04087]  οὕτως οὖν καὶ οἱ κατ' ἴχνος τὸ ἀποστολικὸν πορευόμενοι γνωστικοὶ ἀναμάρτητοί τε εἶναι ὀφείλουσι καὶ δι' ἀγάπην τὴν πρὸς τὸν κύριον ἀγαπᾶν καὶ τὸν πλησίον, ἵν', εἰ καλοίη περίστασις, ὑπὲρ ἐκκλησίας ἀσκανδάλιστοι τὰς [4.9.75.3] θλίψεις ὑπομένοντες τὸ ποτήριον πίωσιν.
 [04089]  ἀλλ' εἰ καὶ ὑπερβαίη τις ἐπὶ τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν, ὅλον ἑαυτὸν ἐπιδοὺς διὰ <τὴν ἀγάπην τὴν πρὸς> τὸν θεόν, οἷον παρακαταθήκην εὐγνωμόνως καὶ ἀγαπητικῶς ἀποδιδοὺς τὸν ἀπαιτούμενον ἄνθρωπον.
 [04114]  εἰ δὲ εὖ φρονοῖμεν, χάριν εἰσόμεθα τοῖς τὴν ἀφορμὴν τῆς [4.11.80.2] ταχείας ἀποδημίας παρεσχημένοις, ** εἰ δι' ἀγάπην μαρτυροῖμεν·
 [04193]  εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν [4.13.92.4] αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.
 [04199]  ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κἀνθένδε [4.13.93.3] ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, δι' ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς.
 [04342]  τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσι τοῖς φοβουμένοις τὸν θεὸν [4.17.108.4] ὁσίως ἴσην παρεχέτωσαν.
 [04374]  αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν, ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον·
 [04379]  κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δι' ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι, ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ [4.18.112.4] μηδὲν διαφέρον λογιζόμενος.
 [04394]  τὸ αὐτὸ γοῦν ἔργον διαφορὰν ἴσχει ἢ διὰ φόβον γενόμενον ἢ δι' ἀγάπην τελεσθὲν καὶ ἤτοι διὰ πίστεως ἢ καὶ γνωστικῶς [4.18.114.1] ἐνεργούμενον.
 [04406]  ἔμπαλιν γὰρ ὁ δι' ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δι' οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ [4.18.117.1] κατ' ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.
 [04488]  εἰ δὲ καὶ πολιτεύσαιτο ὀρθῶς (ὥσπερ οὖν ἀδύνατον δυσεργείᾳ γνῶσιν ἐπακολουθεῖν) μάρτυς τε ἐπὶ τοῖσδε ὀρθότατα ὁμολογήσας δι' ἀγάπην γένοιτο, πλείονα τὴν ἀξίαν ὡς ἐν ἀνθρώποις λαμβάνων.
 [04491]  μόνον τὸ προαιρετικὸν καὶ τὴν ἀγάπην σῴζωμεν, ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.
 [04528]  οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς [4.22.135.4] τοῖς ἀγαπῶσιν αὐτόν), μόνη δ' ἡ δι' ἀγάπην εὐποιία ἡ δι' αὐτὸ [4.22.136.1] τὸ καλὸν αἱρετὴ τῷ γνωστικῷ.
 [04534]  εἰ γοῦν τις καθ' ὑπόθεσιν προθείη τῷ γνωστικῷ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἢ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταὐτότητι ὄντα), οὐδὲ καθ' ὁτιοῦν διστάσας ἕλοιτ' ἂν τὴν γνῶσιν τοῦ θεοῦ, δι' αὑτὴν αἱρετὴν κρίνας εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δι' ἀγάπην [4.22.137.1] εἰς γνῶσιν ἰδιότητα.
 [04936]  [5.2.15.4] ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τινα ἀγάπην νοῶν, ἣν σὺ νόῳ δέρκευ μηδ' ὄμμασιν ἧσο τεθηπώς.
 [04999]  διὰ τοῦτό τοι τῆς ἐπικρύψεως τὸν τρόπον, θεῖον ὄντα ὡς ἀληθῶς καὶ ἀναγκαιότατον ἡμῖν <διὰ τὸν> ἐν τῷ ἀδύτῳ τῆς ἀληθείας ἀποκείμενον, ἱερὸν ἀτεχνῶς λόγον, Αἰγύπτιοι μὲν διὰ τῶν παρ' αὐτοῖς ἀδύτων καλουμένων, Ἑβραῖοι δὲ διὰ τοῦ παραπε [5.4.19.4] τάσματος ᾐνίξαντο, <δι' οὗ> μόνοις ἐξῆν ἐπιβαίνειν αὐτῶν τοῖς ἱερωμένοις, τουτέστι τοῖς ἀνακειμένοις τῷ θεῷ, τοῖς περιτετμημένοις τὰς τῶν παθῶν ἐπιθυμίας διὰ τὴν πρὸς μόνον τὸ θεῖον ἀγάπην·
 [06758]  ὁ γὰρ δι' ἀγάπην τὴν πρὸς ἡμᾶς παθὼν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν [6.8.70.3] τῆς γνώσεως.
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06794]  κἄστιν αὐτῷ δι' ἀγάπην ἐνεστὸς ἤδη τὸ μέλλον·
 [06806]  ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ' ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ [6.9.78.5] μυστικῇ ἀμετάπτωτος δι' ἀγάπην μένει·
 [07113]  εἶτα ἐπιλέγει, τὴν τελειωτικὴν ἀγάπην παρατιθέμενος, διὰ λόγου συλλογιστικοῦ καὶ λημμάτων ἀληθῶν ἀποδεικτικωτάτην <καὶ> ἀληθῆ ὧδέ πως ἐπάγων ἐπιφοράν·
 [07116]  διδάσκει γάρ, οἶμαι, ὡς ἀληθινὴ παιδεία ἐπιθυμία τίς ἐστι γνώσεως, ἄσκησις δὲ παιδείας συνίσταται δι' ἀγάπην γνώσεως, καὶ ἡ μὲν ἀγάπη τήρησις τῶν εἰς γνῶσιν ἀναγουσῶν ἐντολῶν, ἡ τήρησις δὲ αὐτῶν βεβαίωσις τῶν ἐντολῶν, δι' ἣν ἡ ἀφθαρσία ἐπισυμβαίνει, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ.
 [07171]  ἡ προφητεία δὲ οὐδ' ὅλως τοὺς περὶ τὰς λέξεις σχηματισμοὺς ἐπιτηδεύει διὰ τὸ κάλλος τῆς φράσεως, τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν ἐπικρύπτεται πολυτρόπως, μόνοις τοῖς εἰς γνῶσιν μεμυημένοις, τοῖς δι' ἀγάπην ζητοῦσι τὴν ἀλήθειαν, [6.15.130.1] τὸ φῶς ἀνατέλλουσα.
 [07489]  [7.1.3.1] Θεραπεία τοίνυν τοῦ θεοῦ ἡ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῷ καὶ ἡ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην [7.1.3.2] ἀσχολία.
 [07816]  εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ' οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι' εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν [7.7.40.4] ἀπειληφὼς τοῦ κατὰ ἀγάπην <ἠν>δρωμένου.
 [07971]  ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη [7.10.57.5] φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν.
 [07990]  ἀγάπην γὰρ οὐκ ἔχουσι κατὰ τὸν [7.10.59.5] ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην.
 [08044]  οὔτ' οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ' αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ, ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει, μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ [7.11.67.2] ἆθλα τῶν πόνων.
 [08076]  ὁ τέλειος δὲ δι' ἀγάπην πάντα στέγει, πάντα ὑπομένει, οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων, [7.12.70.3] ἀλλὰ θεῷ.
 [08107]  παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον, καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν [7.12.72.6] τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ [7ποθοῦμέν] σε, ὦ κύριε,7 λέγουσαι, [7ἤδη] ποτὲ ἀπολαβεῖν, ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι·
 [08171]  [7.12.78.7] ∆ιττὴν οὗτος οἶδε <τὴν πίστιν>, καὶ τὴν μὲν τοῦ πιστεύοντος ἐνέργειαν, τὴν δὲ τοῦ πιστευομένου τὴν κατ' ἀξίαν ὑπεροχήν, ἐπεὶ καὶ [7.12.79.1] ἡ δικαιοσύνη διπλῆ, ἣ μὲν δι' ἀγάπην, ἣ δὲ διὰ φόβον.
 [08394]  ἄμφω δ' εἰς τὴν τελείαν [7.16.102.2] ἀγάπην συναύξουσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»