Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀγαθοῦ [52]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀγαθοῦ


000-00-00 Serial Number=0827411830
Eclogae propheticae Ante [Go Back]  
 [00077]  διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον.
 [00192]  Καθάπερ ἀγαθοῦ ἀπορροίᾳ ἀγαθύνονται, οὕτως καὶ <κακοῦ> κακοῦνται.
000-00-00 Serial Number=0081893563
Paedagogus Ante [Go Back]  
 [00384]  Πῶς οὖν οὐ ταύτῃ νοεῖν τὸν ἀπόστολον ὑποληπτέον τὸ γάλα τῶν νηπίων, εἴ τε ποιμένες ἐσμὲν οἱ τῶν ἐκκλησιῶν προηγούμενοι κατ' εἰκόνα τοῦ ἀγαθοῦ ποιμένος, τὰ δὲ πρόβατα ἡμεῖς, μὴ οὐχὶ καὶ γάλα τῆς ποίμνης τὸν κύριον λέγοντα τὴν ἀκολουθίαν φυλάττειν ἀλληγοροῦντα;
 [00642]  Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν·
 [00687]  Αὐτὸς γοῦν ὁ φόβος ὠφελεῖ καὶ πρὸς ἀγαθοῦ τοῖς ἀνθρώποις ἐξεύρηται, ὅτι πνεῦμα φοβούμενον κύριον ζήσεται·
 [00739]  Ἄνδρα, φησί, κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ, ἀγαθοῦ ζυγοῦ πρόσωπον ἡμῖν δικαιοσύνης τὸν Ἰησοῦν γνωρίσαντος τοῦ θεοῦ, δι' οὗ καὶ τὸν [1.8.72.1] θεόν, οἷον ἐκ τρυτάνης ἰσοσθενοῦς, ἔγνωμεν.
 [00871]  [1.9.81.3] Καθόλου δὲ ἡ περὶ τὸν φόβον αὐτοῦ τεχνολογία σωτηρίας ἐστὶ πηγή, ἀγαθοῦ δέ γε τὸ σῴζειν·
 [00898]  Ταῦτ' ἐστὶν ἀγαθοῦ ποιμένος ἐπαγγέλματα·
 [01048]  Εὔνοια δὲ οὐδὲν ἀλλ' ἢ βούλησίς ἐστιν ἀγαθοῦ τῷ πλησίον, αὐτοῦ χάριν ἐκείνου.
 [01056]  Ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον·
 [02755]  ἄφρων δὲ ἢ ἀκόλαστος ἄνθρωπος οὔτ' ἂν αἴσθησιν ἀγαθοῦ σχοίη οὔτ' ἂν κτήσεως τύχοι·
 [03164]  Καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γενώμεθα;
 [03321]  ∆ιδασκαλεῖον δὲ ἡ ἐκκλησία ἥδε καὶ ὁ νυμφίος ὁ μόνος διδάσκαλος, ἀγαθοῦ πατρὸς ἀγαθὸν βούλημα, σοφία γνήσιος, ἁγίασμα [3.12.98.2] γνώσεως.
 [03349]  ∆ὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι [3.12.101.2] πνεύματι, σοφίᾳ τῇ ἀνεκφράστῳ·
000-00-00 Serial Number=0191922486
Protrepticus Ante [Go Back]  
 [01055]  Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν [10.92.3] τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν.
 [01100]  Ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, <τὸ δ' ἀγαθὸν> [10.95.4] ἐκπονεῖν.
 [01306]  Λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρω πον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασ μιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ [11.115.5] ἐγκελευομένου τὰ σωτήρια.
000-00-00 Serial Number=0678913355
Quis dives salvetur Ante [Go Back]  
 [00026]  ἐλπίς, γνῶσις ἀληθείας, ·····, πραότης, εὐσπλαγχνία, σεμ νότης, ἵν', ὅταν ἡ ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.
 [00165]  [17.2] Θησαυροὺς δέ γε ὁ κύριος οἶδε διττούς, τὸν μὲν ἀγαθόν, ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προ φέρει τὸ ἀγαθόν, τὸν δὲ πονηρόν, ὁ γὰρ κακὸς ἐκ τοῦ κακοῦ θησαυροῦ προφέρει τὸ κακόν, ὅτι ἐκ περισσεύματος τῆς καρδίας τὸ [17.3] στόμα λαλεῖ.
 [00250]  ἐγώ σοι δείξω θεοῦ πατρὸς ἀγαθοῦ πρόσωπον·
 [00285]  τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατ' αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀπο κέκλεικεν οὐδ' αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσ καίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορ κότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ [26.3] ναύταις τὸ σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται.
000-00-00 Serial Number=0454207838
Stromata Ante [Go Back]  
 [00114]  εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ [1.1.13.1] ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον, ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώ [1.1.13.2] ρηκεν.
 [00139]  καὶ δὴ συνελόντι φάναι (ἐν πολλοῖς γὰρ τοῖς μαργαρίταις τοῖς μικροῖς ὁ εἷς, ἐν δὲ πολλῇ τῇ τῶν ἰχθύων ἄγρᾳ ὁ κάλλιχθυς) χρόνῳ τε καὶ πόνῳ τἀληθὲς ἐκλάμψει ἀγαθοῦ παρατυχόντος βοηθοῦ·
 [00495]  ἐπὰν δὲ ἀγαθοῦ τύχῃ γεωργοῦ, ἐκφύσεται ἕκαστον αὐτῶν καὶ τὸν πυρὸν ἀναδείξει.
 [00797]  ἀγαθοῦ δ' ἂν ἀνάγκη θεοῦ ἀγαθὸν <εἶναι> τὸν λόγον.
 [01693]  ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦ·
 [01766]  ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδεῖξαι, καὶ τῷ μὲν χρῆσθαι [2.7.35.1] συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι.
 [01821]  ἐλπὶς δὲ προσδοκία ἀγαθῶν ἡ ἀπόντος ἀγαθοῦ εὔελπις.
 [02181]  τελευτήσαντος γὰρ καὶ ζῶντος ἀνδρὸς ἀγαθοῦ οὐκ ἀπόλλυται ἐλπίς.
 [02555]  ὁτὲ δὲ βίον ὁμολογούμενον καὶ σύμφωνον αὐτὴν ἀποκαλεῖ, καὶ ἔσθ' ὅτε τὸ κατ' ἀρετὴν τελειότατον, τοῦτο δὲ ἐν ἐπιστήμῃ τοῦ ἀγαθοῦ τίθεται καὶ ἐν ἐξομοιώσει τῇ πρὸς τὸν θεόν, ὁμοίωσιν ἀποφαινόμενος δίκαιον καὶ ὅσιον μετὰ [2.22.131.6] φρονήσεως εἶναι.
 [03236]  βούλεσθαι γὰρ λέγειν τὸν κύριον ἐξηγοῦνται μετὰ μὲν τῶν πλειόνων τὸν δημιουργὸν εἶναι τὸν γενεσιουργὸν θεόν, μετὰ δὲ τοῦ ἑνὸς τοῦ ἐκλεκτοῦ τὸν σωτῆρα, ἄλλου [3.10.68.4] δηλονότι θεοῦ τοῦ ἀγαθοῦ υἱὸν πεφυκότα.
 [03612]  καίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν [4.3.9.6] φόβον ἐδείξαμεν.
 [03691]  ἀγαθοῦ δὲ ποιητικὸν τὸ κακὸν οὐκ ἂν γένοιτο, οὐθέτερον οὖν κακόν.
 [04547]  ἐπὰν δὲ ἐν ἕξει ποιήσῃ τὸ εὐεργετητικόν, φύσιν ἀγαθοῦ μιμήσεται·
 [04824]  [5.1.4.2] ἐὰν γάρ τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ' αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι [5.1.4.3] μαθήσει ἢ καὶ μιμήσει τούτου.
 [04827]  εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ' ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.
 [04846]  [5.1.7.1] Ἐπεὶ δὲ οἳ μὲν ἄπιστοι, οἳ δὲ ἐριστικοί, οὐ πάντες τυγχάνουσι τῆς τελειότητος τοῦ ἀγαθοῦ.
 [04865]  καταπέμπεται ὁ σωτήρ, τῆς ἀγαθοῦ κτήσεως διδάσκαλός τε καὶ χορηγός, τὸ [5.1.8.1] ἀπόρρητον τῆς μεγάλης προνοίας ἅγιον γνώρισμα.
 [05383]  [5.10.63.8] ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ·
 [05706]  ἀγαθοῦ δὲ καὶ ζωῆς ἓν τέλος τὸ φιλόθεον γενέσθαι·
 [06998]  τί γὰρ ὄφελος ἀγαθοῦ μὴ ἐνεργοῦντος μηδὲ ἀγαθύνοντος;
 [07068]  κατ' ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, πλέον [6.15.115.4] τῶν γραμματέων καὶ Φαρισαίων συνιείς τε καὶ ἐνεργῶν.
 [07519]  ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων ὁ κύριος (καὶ τοῦτο ἢ τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν, ἀσθενείας γὰρ σημεῖον, ἢ τῷ μὴ βούλεσθαι δυνάμενος, οὐκ ἀγαθοῦ δὲ τὸ πάθος·
 [07524]  οὔθ' ὑφ' ἑτέρου κωλυθείη ποτ' ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός.
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [07775]  [7.7.35.4] εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ' ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν [7.7.35.5] διάθεσιν;
 [07807]  [7.7.39.3] ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ' αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ [7.7.39.4] ἄγγελοι, ἀλλ' οὐχ ὁμοίως.
 [07932]  [7.9.52.1] Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι' [7.9.52.2] ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει.
 [08014]  οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ ἀγαθοῦ καὶ πιστοῦ δούλου μεταβαίνων δι' ἀγάπης εἰς φίλον διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.
 [08080]  ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις, ἐπιστήμη θείων καὶ [7.12.70.6] ἀνθρωπείων πραγμάτων ὑπάρχουσα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»