Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀλόγων [21]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀλόγων


000-00-00 Serial Number=0133132815
Paedagogus Ante [Go Back]  
 [01069]  Ταύτῃ οὖν καὶ σωτὴρ ὁ λόγος κέκληται, ὁ τὰ λογικὰ ταῦτα ἐξευρὼν ἀνθρώποις εἰς εὐαισθησίαν καὶ σωτηρίαν φάρμακα, ἐπιτηρῶν μὲν τὴν εὐκαιρίαν, ἐλέγχων δὲ τὴν βλάβην καὶ τὰς αἰτίας τῶν παθῶν διηγούμενος καὶ τὰς ῥίζας τῶν ἀλόγων ἐκκόπτων ἐπιθυμιῶν, παραγγέλλων μὲν ὧν ἀπέχεσθαι δεῖ, τὰς ἀντιδότους δὲ ἁπάσας τῆς σωτηρίας τοῖς νοσοῦσι προσφέρων·
 [02057]  Σαφὲς τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζῴων καὶ ἐπὶ τῶν ἐν ἀσκήσει σωμάτων, ὧν οἱ ἀπεχόμενοι ἐν τοῖς ἀγῶσι τῶν ἀντιπάλων περιγίνονται, τὰ δὲ ἀπάγεται τῆς ὀχείας περιελκόμενα, μονονουχὶ συρόμενα, ἰσχύος ἁπάσης καὶ ὀρούσεως τέλεον κεκενωμένα.
000-00-00 Serial Number=0964230120
Protrepticus Ante [Go Back]  
 [01238]  Εἶτ' οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε;
 [01370]  Ἥκετε ὡς ἐμέ, ὑφ' ἕνα ταχθησόμενοι θεὸν καὶ τὸν ἕνα λόγον τοῦ θεοῦ, καὶ μὴ μόνον τῶν ἀλόγων ζῴων πλεο νεκτεῖτε τῷ λόγῳ, ἐκ δὲ τῶν θνητῶν ἁπάντων ὑμῖν ἀθανασίαν μόνοις καρπώσασθαι δίδωμι.
000-00-00 Serial Number=0833914280
Stromata Ante [Go Back]  
 [01169]  οἴεται δὲ καὶ ἀλόγων ζῴων διαλέκτους εἶναι, ὧν τὰ [1.21.143.3] ὁμογενῆ ἐπακούειν.
 [01171]  φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ', οἶμαι, τῇ [1.21.143.5] οἰκείᾳ διαλέκτῳ.
 [02256]  αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν <λαμβάνοντας, ἀπέχεσθαι> διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον [2.18.92.2] κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων.
 [02259]  δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὃ μὲν καὶ ἐπ' ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ [2.18.92.4] νόμου διὰ τῆς προειρημένης ἐντολῆς.
 [02260]  εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεύγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπ' ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, [2.18.93.1] ἵν' εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν.
 [02267]  οὕτως ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵνα ἐν τοῖς ἀνομογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ φιλανθρωπίας ἐν τοῖς [2.18.94.1] ὁμογενέσι χρησώμεθα.
 [02404]  ὧν γὰρ ἰδιώματα φέρουσι, τούτων τὰ ἔργα μιμοῦνται, καὶ οὐ μόνον ταῖς ὁρμαῖς καὶ φαντασίαις τῶν ἀλόγων ζῴων προσοικειοῦνται, ἀλλὰ καὶ φυτῶν κινήματα καὶ κάλλη ζηλοῦσι διὰ [2.20.113.1] τὸ καὶ φυτῶν ἰδιώματα προσηρτημένα φέρειν, ἔτι δὲ καὶ ἕξεως ἰδιώματα, οἷον ἀδάμαντος σκληρίαν.
 [02633]  εἰ δὲ καὶ ταῦθ' οὕτως ἔχει, ἀλλ' αἰσχρόν γε αὐτοῖς δοκείτω καὶ τῶν ἀλόγων ζῴων τὸν ὑπὸ θεοῦ δημιουργηθέντα ἄνθρωπον ἀκρατέστερον εἶναι, ἃ τὴν ἐπιμιξίαν οὐ ποιεῖται πρὸς πολλὰ καὶ ἀνέδην, ἀλλὰ πρὸς ἓν καὶ ὁμόφυλον, οἷαι αἱ πελιάδες καὶ αἱ φάσσαι καὶ τὸ τρυγόνων γένος καὶ ὅσα τούτοις [2.23.139.5] παραπλήσια.
 [02662]  πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει [2.23.144.1] μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.
 [02728]  ἀλλ' οὐδὲ τῶν ἀλόγων παρὰ τοῦτο ποιεῖταί τι, πᾶσι δὲ ἐπ' ἴσης τοῖς ζῴοις κοινὸν αὐτὸν ἐκχέας ἄνωθεν ἀγαθοῖς τε καὶ φαύλοις τὴν δικαιοσύνην ἐμπεδοῖ μηδενὸς δυναμένου πλεῖον ἔχειν μηδὲ ἀφαιρεῖσθαι [3.2.6.3] τὸν πλησίον, ἵν' αὐτὸς κἀκείνου τὸ φῶς διπλασιάσας ἔχῃ.
 [03502]  κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
 [05594]  κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τὸν τῶν ὅλων θεόν.
 [06880]  τῷ δ' ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ' ὡς [6.11.89.3] ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον.
 [07439]  ψυχαὶ μὲν γὰρ ἀόρατοι, οὐ μόνον αἱ λογικαί, ἀλλὰ καὶ αἱ τῶν ἀλόγων ζῴων, τὰ δὲ σώματα αὐτῶν μέρη μὲν αὐτῶν οὐδέποτε γίνεται τῶν ψυχῶν, ὄργανα δὲ ὧν μὲν ἐνιζήματα, ὧν δὲ ὀχήματα, [6.18.164.1] ἄλλων δὲ ἄλλον τρόπον κτήματα.
 [07751]  δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, <ἣ> εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.
 [08028]  ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων [7.11.65.2] ἐπιθυμιῶν κύριος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»