Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνάγκη [39]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνάγκη


000-00-00 Serial Number=0052610636
Eclogae propheticae Ante [Go Back]  
 [00050]  ἐπεὶ τὸ βάπτισμα γίνεται δι' ὕδατος καὶ πνεύματος, ἀλεξητήριον ὂν πυρὸς τοῦ δισσοῦ, τοῦ τε τῶν ἀορά των ἁπτομένου καὶ τοῦ τῶν ὁρατῶν, ἀνάγκη καὶ τοῦ ὕδατος τὸ μέν τι νοητόν, τὸ δὲ αἰσθητὸν ὑπάρχειν, ἀλεξητήριον τῆς διπλόης τοῦ [8.2] πυρός·
000-00-00 Serial Number=0780381620
Paedagogus Ante [Go Back]  
 [00292]  Καθάπερ οὖν τῇ πείρᾳ ἡ ἀπειρία καταλύεται καὶ τῷ πόρῳ ἡ ἀπορία, οὕτως ἀνάγκη τῷ φωτισμῷ ἐξαφανίζεσθαι τὸ σκότος·
 [01126]  Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
 [01651]  Εἰ δὲ καὶ ἀνάγκη τις περιτύχοι παριέναι κελεύουσα, αἳ μὲν κεκαλύφθων ἅπαν ἀμπεχόνῃ ἔκτοσθεν, ἔνδοθεν δὲ αἰδοῖ·
 [02271]  Ἀσκητικώτατόν γέ τοι γυμνοῖς χρῆσθαι τοῖς ποσὶν καὶ πρὸς ὑγείαν καὶ εὐκολίαν εὔθετον, ἔνθα μὴ ἀνάγκη [2.11.117.3] τις διακωλύοι.
 [02781]  Ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι·
000-00-00 Serial Number=0036704898
Quis dives salvetur Ante [Go Back]  
 [00380]  ἐκ δὲ τοῦ προΐεσθαι πᾶσιν ἑξῆς τοῖς χρῄζουσιν ἀνάγκη πάντως εὑρεῖν τινα καὶ τῶν σῶσαι παρὰ θεῷ [33.4] δυναμένων.
000-00-00 Serial Number=0136326373
Stromata Ante [Go Back]  
 [00797]  ἀγαθοῦ δ' ἂν ἀνάγκη θεοῦ ἀγαθὸν <εἶναι> τὸν λόγον.
 [01533]  καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὗ τὸ ὁρμητικὸν ἀνάγκη λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτίας κινούμενον.
 [01570]  ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον [2.4.16.2] μαθεῖν·
 [01694]  πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι.
 [01740]  εἰ γοῦν καθ' ὑπόθεσιν ἐξέλοιεν τὸν νόμον, ἀνάγκη δήπου ἕκαστον ὃς ἄγεται ὑπὸ ἐπιθυμίας, ἡδονῇ χαριζόμενον ἀμελεῖν μὲν τοῦ καλῶς ἔχοντος, ὑπερφρονεῖν δὲ τοῦ θείου, ἀσεβεῖν δὲ ἅμα καὶ ἀδικεῖν ἀδεῶς ἀποσκιρτήσαντα τῆς [2.7.32.3] ἀληθείας.
 [02421]  ἤτοι γὰρ οὐκ ἔστιν ἀξία (καὶ πῶς ὥσπερ ἐκ μετανοίας ἡ πρόνοια πρόσεισιν αὐτῇ;) ἢ φύσις σῳζομένη, ὡς αὐτὸς βούλεται, τυγχάνει καὶ ἀνάγκη ταύτην ἐξ ἀρχῆς διὰ συγγένειαν προνοουμένην μηδεμίαν παρείσδυσιν τοῖς ἀκαθάρτοις παρέχειν πνεύμασιν, [2.20.115.2] ἐκτὸς εἰ μὴ βιασθείη καὶ ἀσθενὴς ἐλεγχθείη.
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [03207]  γένεσιν δὲ καὶ φθορὰν τὴν ἐν κτίσει [3.9.63.4] προηγουμένως γίνεσθαι ἀνάγκη μέχρι παντελοῦς διακρίσεως καὶ ἀποκαταστάσεως ἐκλογῆς, δι' ἣν καὶ αἱ τῷ κόσμῳ συμπεφυρμέναι οὐσίαι τῇ [3.9.64.1] οἰκειότητι προσνέμονται.
 [03571]  [4.1.3.1] Τελειωθείσης τοίνυν τῆς προθέσεως ἡμῖν ἁπάσης ἐν οἷς, ἐὰν θελήσῃ τὸ πνεῦμα, ὑπομνήμασι πρὸς τὴν κατεπείγουσαν ἐξυπηρετοῦμεν χρείαν (πολλὴ γὰρ ἡ τῶν προλέγεσθαι ὀφειλομένων τῆς ἀληθείας ἀνάγκη), τότε δὴ τὴν τῷ ὄντι γνωστικὴν φυσιολογίαν μέτιμεν, τὰ μικρὰ πρὸ τῶν μεγάλων μυηθέντες μυστηρίων, ὡς μηδὲν ἐμποδὼν τῇ θείᾳ ὄντως ἱεροφαντίᾳ γίνεσθαι προκεκαθαρμένων καὶ προδιατετυπωμένων τῶν προϊστορηθῆναι καὶ προπαραδοθῆναι δεόντων.
 [03632]  πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι δι' ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον·
 [03684]  ἐν ταύτῃ γὰρ μαθεῖν ἀνάγκη τὸν γνωστικῶς πολιτευόμενον τὰ προσήκοντα, ἐπεὶ τό γε μὴ εἶναι τὴν ἡδονὴν ἀγα θὸν ὡμολόγηται ἐκ τοῦ κακὰς εἶναί τινας ἡδονάς.
 [03741]  μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δι' εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου [4.6.32.2] συνασκηθῆναι ζωῆς.
 [04165]  ὧν οὕτως ἐχόντων ἀνάγκη ὁμολογεῖν αὐτοὺς ἢ τὴν κόλασιν μὴ εἶναι ἄδικον (καὶ δικαιοπραγοῦσιν οἱ καταδικάζοντες καὶ διώκοντες τοὺς μάρτυρας) ἢ ἐκ θελήματος [4.12.88.5] ἐνεργεῖσθαι τοῦ θεοῦ καὶ τοὺς διωγμούς.
 [04794]  λέληθεν δὲ αὐτοὺς ὅτι πιστεῦσαι μὲν ἀληθῶς τῷ υἱῷ δεῖ, ὅτι τε υἱὸς καὶ ὅτι ἦλθεν καὶ πῶς καὶ διὰ τί καὶ περὶ [5.1.1.3] τοῦ πάθους, γνῶναι δὲ ἀνάγκη τίς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ.
 [05423]  προστάσσει γὰρ τὰ ὁλοκαυτώματα δείραντας εἰς μέλη διανεῖμαι, ἐπειδὴ γυμνὴν τῆς ὑλικῆς δορᾶς γενομένην τὴν γνωστικὴν ψυχὴν ἄνευ τῆς σωματικῆς φλυαρίας καὶ τῶν παθῶν πάντων, ὅσα περιποιοῦσιν αἱ κεναὶ καὶ ψευδεῖς ὑπολήψεις, ἀποδυσαμένην τὰς σαρκικὰς ἐπιθυμίας, τῷ φωτὶ καθιερωθῆναι [5.11.68.1] ἀνάγκη.
 [05656]  ψυχὴν διοικοῦσαν <καὶ ἐνοικοῦσαν> τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;
 [05723]  ὅθεν ἀνάγκη φησὶ γεγονέναι ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς [5.14.98.4] γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς δόξα.
 [06118]  χρὴ γὰρ εὖ μάλα πολλῶν ἴστορας φιλοσόφους ἄνδρας εἶναι καθ' Ἡράκλειτον, καὶ τῷ ὄντι ἀνάγκη πολλὰ πλανηθῆναι διζήμενον ἔμμεναι ἐσθλόν.
 [06319]  ἃ δ' ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν.
 [06505]  τῶν γὰρ ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶ τὰς [6.4.38.8] ἀποκρίσεις ἀπόρους εἶναι.
 [06660]  μαθήσεως δ' οὔσης [6.7.57.3] ζητεῖν ἀνάγκη τὸν διδάσκαλον.
 [06789]  τίς δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς;
 [06811]  διαίτῃ γὰρ λιτῇ καὶ αὐταρκείᾳ συνειθισμένος σωφρονικῶς, εὐσταλὴς μετὰ σεμνότητος ὑπάρχει, ὀλίγων τῶν ἀναγκαίων πρὸς τὸ διαζῆν δεόμενος, μηδὲν περιττὸν πραγματευόμενος, ἀλλὰ μηδὲ ταῦτα ὡς προηγούμενα, ἐκ δὲ τῆς κατὰ τὸν βίον κοινωνίας ὡς ἀναγκαῖα τῇ τῆς σαρκὸς ἐπιδημίᾳ, εἰς ὅσον ἀνάγκη, προσιέμενος·
 [07017]  [6.14.109.1] οὐκ ἂν οὖν μετὰ ἀκρασίας πιστός τις εἴη, ἀλλὰ κἂν <μὴ> ἐξέλθῃ τὴν σάρκα, ἀποθέσθαι τὰ πάθη ἀνάγκη τοῦτον, ὡς εἰς τὴν μονὴν τὴν οἰκείαν [6.14.109.2] χωρῆσαι δυνηθῆναι.
 [07629]  διὸ εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας, καὶ διὰ τοῦτο ὁ τῷ ὄντι βασιλικὸς τὴν ψυχὴν καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων ὤν, τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον [7.4.22.3] μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος.
 [08318]  ἀποδείξεως δ' οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι' αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε [7.15.92.4] ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις.
 [08324]  καὶ ὅτι τῶν αἱρέσεων ἀνάγκη τὴν ὀνομασίαν πρὸς ἀντιδιαστολὴν τῆς ἀληθείας λέγεσθαι γινώσκομεν·
 [08339]  σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ' αὐτῆς λαβόντες ἔχωσι τῆς [7.16.94.6] ἀληθείας.
 [08500]  εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη, εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο π<ερὶ> οὗ ὁ λόγος εἴτε καὶ μή·
 [08528]  ὥστ' εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ, ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται.
 [08639]  [8.6.18.3] οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς [8.6.18.4] εἰδοποιούσας.
 [08666]  καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον [8.6.21.4] γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν δεῖ παραλαμβάνειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»