000-00-00 Serial Number=0621668577
[00023]
|
ἀλλ' ὃ μὲν ἀπόλυτος εἰς τὸ παντελὲς ἀνθρωπίνων παθῶν, διὰ τοῦτο γὰρ καὶ μόνος κριτής, ὅτι ἀναμάρτητος μόνος·
|
[00042]
|
Λόγος δὲ ὁ πατρικὸς μόνος ἐστὶν ἀνθρωπίνων ἰατρὸς ἀρρωστημάτων παιώνιος καὶ ἐπῳδὸς ἅγιος νοσούσης ψυχῆς.
|
[01354]
|
Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
|
000-00-00 Serial Number=0890102327
[00254]
|
ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις <σοφίας>, ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων.
|
[00298]
|
[1.6.35.3] τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία.
|
[00319]
|
ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμ' ἄν.
|
[00805]
|
ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ [1.19.91.4] πνοὴν καὶ τὰ πάντα·
|
[03816]
|
εἴη δ' ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δι' ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας [4.6.40.4] ἁρμονίαν κτίσεως καλλίστην λογίζεται.
|
[04723]
|
σοφία μὲν γὰρ ἐπιστήμη τῶν θείων καὶ τῶν ἀνθρωπίνων, δικαιοσύνη δὲ [4.26.163.5] συμφωνία τῶν τῆς ψυχῆς μερῶν, ὁσιότης δὲ θεραπεία τοῦ θεοῦ.
|
[05495]
|
διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ [5.11.76.1] τὰ πάντα.
|
[06640]
|
[6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
|
[07199]
|
καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία.
|
[07234]
|
διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ' οὐσίαν λέγω) θείων καὶ [6.16.138.5] ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει.
|
[07371]
|
πολυμερὴς δὲ οὖσα ἡ φρόνησις, δι' ὅλου τεταμένη τοῦ κόσμου διά τε τῶν ἀνθρωπίνων ἁπάντων, καθ' ἕκαστον αὐτῶν μεταβάλλει τὴν προσηγορίαν, καὶ ἐπειδὰν μὲν ἐπιβάλλῃ τοῖς πρώτοις αἰτίοις, νόησις καλεῖται, ὅταν δὲ ταύτην ἀποδεικτικῷ λόγῳ βεβαιώσηται, γνῶσίς τε καὶ σοφία καὶ ἐπιστήμη ὀνομάζεται, ἐν δὲ τοῖς εἰς εὐλάβειαν συντείνουσι γινομένη καὶ ἄνευ θεωρίας παραδεξαμένη τὸν ἀρχικὸν λόγον κατὰ τὴν ἐν αὐτῇ ἐξεργασίας τήρησιν πίστις λέγεται, κἀν τοῖς αἰσθητοῖς πιστωσαμένη τό γε δοκοῦν, ὡς ἐν τούτοις, ἀληθέστατον, δόξα ὀρθή, ἔν τε αὖ ταῖς μετὰ χειρουργίας πράξεσι τέχνη, ὅπου δ' ἄνευ θεωρίας τῶν πρώτων αἰτίων τηρήσει τῶν ὁμοίων καὶ μεταβάσει ποιήσει τινὰ [6.17.155.4] ὁρμὴν καὶ σύστασιν, ἐμπειρία προσαγορεύεται.
|
[08342]
|
[7.16.95.1] Καθάπερ οὖν εἴ τις ἐξ ἀνθρώπου θηρίον γένοιτο παραπλησίως τοῖς ὑπὸ τῆς Κίρκης φαρμαχθεῖσιν, οὕτως <τὸ> ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν ὁ ἀναλακτίσας τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποσκιρτήσας εἰς δόξας αἱρέσεων [7.16.95.2] ἀνθρωπίνων.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»