Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπόστολος [165]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπόστολος


000-00-00 Serial Number=0456413984
Eclogae propheticae Ante [Go Back]  
 [00218]  ἐκ τῶν ἁμαρτιῶν γεννᾶσθαι αὐτάς φησιν, ὡς διὰ τὰς ἁμαρτίας ἐπράθη ὁ λαός, καὶ διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν, ὥς φησιν ὁ ἀπόστολος, ὑπὸ τῶν ὄφεων ἐδά κνοντο.
000-00-00 Serial Number=0008912981
Fragmenta Ante [Go Back]  
 [00117]  τούτους γὰρ ὁ ἀπόστολος ἐποιεῖτο μάρτυρας τοῦ ἰδίου κηρύγματος.
 [00124]  μὴ προγεγράφθαι δὲ τὸ Παῦλος ἀπόστολος εἰκότως·
 [00128]  ἀπόστολος ὢν τοῦ παντοκράτορος, ἀπεστάλη πρὸς Ἑβραίους, διὰ μετριότητα ὁ Παῦλος, ὡς ἂν εἰς τὰ ἔθνη ἀπεσταλμένος, οὐκ ἐγγράφει ἑαυτὸν Ἑβραίων ἀπόστολον διά τε τὴν πρὸς τὸν κύριον τιμὴν διά τε τὸ ἐκ περιουσίας καὶ τοῖς Ἑβραίοις ἐπιστέλλειν, ἐθνῶν κήρυκα ὄντα καὶ ἀπόστολον.
000-00-00 Serial Number=0531286597
Paedagogus Ante [Go Back]  
 [00150]  Αὐτίκα γοῦν ὁ ἀπόστολος ἐπιστέλλων πρὸς Κορινθίους φησίν·
 [00165]  [1.5.19.5] Ἐπὶ δὲ ταῖς καρδίαις τῶν ἀκάκων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ χαίρειν ὁ ἀπόστολος ὁμολογεῖ, καὶ δὴ ὅρον τινὰ νηπίων, ὡς εἰπεῖν, ἀποδίδωσιν εἰπών·
 [00265]  Αὐτοὶ γὰρ ὑμεῖς, φησὶν ὁ [1.6.27.3] ἀπόστολος, θεοδίδακτοί ἐστε.
 [00303]  ἐπεί, ὅτι γε μία καθολικὴ τῆς ἀνθρωπότητος σωτηρία ἡ πίστις, ἰσότης δὲ καὶ κοινωνία τοῦ δικαίου καὶ φιλανθρώπου θεοῦ ἡ αὐτὴ πρὸς πάντας, ὁ [1.6.30.3] ἀπόστολος σαφέστατα ἐξηγήσατο ὧδέ πως εἰπών·
 [00333]  Οὐχ ἡλικίας μέγεθος ἀτελές, ἀλλ' οὐδὲ μὴν χρόνου μέτρον ὡρισμένον, ἀλλ' οὐδὲ ἀνδρικῶν καὶ ἐντελεστέρων μαθημάτων διδαχὰς ἄλλας ἀπορρήτους αἰνίττεται, τὴν νηπιότητα ὑπερόριον ἀποστέλλων ὁ καταργεῖν αὐτὴν ὁμολογῶν ἀπόστολος, ἀλλὰ νηπίους μὲν τοὺς ἐν νόμῳ λέγει, οἳ τῷ φόβῳ, καθάπερ οἱ παῖδες τοῖς μορμολυκείοις, ἐκταράττονται, ἄνδρας δὲ τοὺς λόγῳ πειθηνίους καὶ αὐτεξουσίους κέκληκεν·
 [00335]  Αὐτὸς περὶ τούτου μαρτυρήσει ὁ ἀπόστολος τοὺς Ἰουδαίους κατὰ τὴν προτέραν διαθήκην κληρονόμους λέγων, κατ' ἐπαγγελίαν δὲ ἡμᾶς.
 [00374]  Βλέπομεν γὰρ ὡς δι' ἐσόπτρου νῦν, ὁ αὐτὸς ἀπόστολος λέγει, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.
 [00447]  Τὰ μὲν γὰρ βρώματα καταργεῖται, ᾗ φησιν ὁ ἀπόστολος αὐτός, ἡ δὲ διὰ γάλακτος τροφὴ εἰς οὐρανοὺς καθηγεῖται, πολίτας οὐρανῶν καὶ συγχορευτὰς ἀγγέλων ἀναθρεψαμένη.
 [00885]  Ἐὰν δὲ [1.9.83.1] τὸ κακὸν ποιῇς, φοβοῦ, ᾗ φησιν ὁ ἀπόστολος.
 [00886]  ∆ιὰ τοῦτό τοι καὶ αὐτὸς ὁ ἀπόστολος ἐπιστύφει παρ' ἕκαστα τὰς ἐκκλησίας κατ' εἰκόνα κυρίου καὶ συναισθόμενος τῆς ἑαυτοῦ παρρησίας καὶ τῆς τῶν ἀκουόντων ἀσθενείας πρὸς τοὺς Γαλάτας λέγει·
 [01126]  Οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ' ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφιλῶν, ἃ ὁ θεὸς καταργήσει, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις.
 [01152]  Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
 [01174]  [2.1.8.4] Οὐ γὰρ θέλω ὑμᾶς κοινωνοὺς δαιμονίων γίνεσθαι, ὁ ἀπόστολος λέγει, ἐπεὶ δίχα σῳζομένων καὶ φθιμένων τροφαί.
 [01181]  Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν, φησὶν ὁ ἀπόστολος, καὶ γυναῖκας περιάγεσθαι;
 [01205]  Ταύτῃ τοι ὁ ἀπόστολος εὐλαβούμενος περὶ ἡμῶν τὰ δεῖπνα διακρίνει μὴ συναναμίγνυσθαι φάσκων, εἴ τις ἀδελφὸς λεγόμενος εὑρίσκοιτο πόρνος ἢ μοιχὸς ἢ εἰδωλολάτρης, τούτῳ μηδὲ συνεσθίειν, ἢ τὸν λόγον ἢ τὸ ὄψον, ὑποπτεύων τὸν μολυσμὸν τὸν ἐντεῦθεν, καθάπερ καὶ τῶν δαιμονίων τὰς τραπέζας.
 [01216]  Τοὺς οὖν ἐπὶ ἑστιάσεως μελετῶντας ἀδικεῖν ὁ ἀπόστολος ἀνακρούων λέγει·
 [01222]  [2.1.12.3] Ἀναγκαίως ἄρα πρὸς τοὺς ἀπηρυθριακότας καὶ τοῖς δείπνοις ἀφειδέστερον παραχρωμένους, τοὺς ἀκορέστους, οἷς μηδὲν ἱκανόν, ἀποταθεὶς ὁ ἀπόστολος, πάλιν ἐκ δευτέρου ἔρρηξεν φωνὴν ἀγανακτη τικήν·
 [01262]  [2.1.16.1] Ματθαῖος μὲν οὖν ὁ ἀπόστολος σπερμάτων καὶ ἀκροδρύων καὶ λαχάνων ἄνευ κρεῶν μετελάμβανεν, Ἰωάννης δὲ ὑπερτείνας τὴν [2.1.16.2] ἐγκράτειαν ἀκρίδας καὶ μέλι ἤσθιεν ἄγριον.
 [01297]  Τούτοις οὐκ ἀγαθὰ προεθέσπισεν ὁ ἀπόστολος, ὧν τὸ τέλος εἰπὼν ἡ ἀπώλεια.
 [01299]  Οἴνῳ δὲ ὀλίγῳ χρῶ, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, διὰ τὸν στόμαχόν σου, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ [2.2.19.2] πλῆθος ἄλλης θεραπείας δεόμενον.
 [01388]  [2.2.29.1] Εἰκότως οὖν καὶ ὁ ἀπόστολος παραγγέλλει·
 [01446]  [2.2.33.5] Ἀεὶ δὲ ὡς παρόντος τοῦ κυρίου κοσμίως ἀναστρεπτέον ἡμῖν, μή πῃ ἄρα καὶ ἡμῖν ὡς Κορινθίοις ὁ ἀπόστολος χαλεπήνας εἴπῃ·
 [01462]  Ὁ γὰρ καιρὸς συνεσταλμένος ἐστίν, ὥς φησιν ὁ ἀπόστολος.
 [01503]  Νυνὶ δὲ ἡ ἀκρόπολις τῆς κακίας ἡ φιλαργυρία εὕρηται, ἣν ὁ ἀπόστολος ῥίζαν ἁπάντων εἶναι τῶν κακῶν φησίν, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
 [01514]  Ἀποθεμένους γὰρ ἡμᾶς τὰ ἔργα τοῦ σκότους ἐνδύσασθαι τὰ ὅπλα τοῦ φωτὸς ἀξιοῖ ὁ ἀπόστολος, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντας, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις σχολάζοντας.
 [01535]  ἐπιφέρει γὰρ ὁ ἀπόστολος πάλιν·
 [01543]  ᾠδὴν πνευματικὴν ὁ [2.4.44.2] ἀπόστολος εἴρηκε τὸν ψαλμόν.
 [01595]  Ταύτην ἀποκρουόμενος τὴν αἰσχρολογίαν ὁ ἀπόστολος πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν φησὶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθός.
 [01606]  Γενναιότερον δὲ ὁ ἀπόστολος γίνεσθε φησὶν ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῷ ἀγαθῷ·
 [01747]  Σαφέστατα τοῦτο ἀπέδειξεν [2.8.63.3]ἀπόστολος εἰπών·
 [01989]  [2.10.86.3] τοὺς δὲ ἀθέους παρέδωκεν ὁ θεός, ὥς φησιν ὁ ἀπόστολος, εἰς πάθη ἀτιμίας·
 [02302]  Εἰ δὲ καὶ πάντα ὑμῖν δεδώρηται καὶ εἰ πάντα ὑμῖν συγκεχώρηται καὶ εἰ πάντα ἡμῖν ἔξεστι, φησὶν ὁ ἀπόστολος, ἀλλ' οὐ πάντα [2.12.120.3] συμφέρει.
 [02421]  ὅτι γὰρ δούλου μορφὴ τὸ σαρκικόν, ἐπὶ τοῦ κυρίου φησὶν ὁ ἀπόστολος·
 [02600]  Εἰ μή τι οὐκ ἐπιγιγνώσκετε ἑαυτούς, φησὶν ὁ ἀπόστολος, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν, ὃν εἰ ἐνοικοῦντα ᾔδειμεν, [3.3.20.2] οὐκ οἶδ' ὅπως ἂν αὐτὸν λωβᾶσθαι τετολμήκειμεν.
 [02690]  εὖ γὰρ τοῦτο ἴστε, φησὶν ὁ ἀπόστολος, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν [3.4.29.2] ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
 [02930]  Ἐνδύσασθαι γὰρ παγκάλως ἡμῖν ὁ θεῖος ἀπόστολος συμβουλεύει τὸν Χριστὸν Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας.
 [03033]  [3.11.71.1] Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ, ὁ μὲν ἀπόστολος βοᾷ, ἡμεῖς δὲ ἀναζωπυροῦμεν τὰ πάθη [3.11.71.2] καὶ οὐκ αἰσχυνόμεθα.
 [03125]  Ἀντιτάσσεται δὲ αὐτοῖς εὖ μάλα ἐρρωμένως ὁ ἀπόστολος·
 [03131]  Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος , † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα [3.11.81.4] δείκνυται τρόπος ἥμερος.
 [03147]  Καὶ γὰρ οὖν καὶ τοῦτο παραφυλακτέον, ὥς φησιν ὁ ἀπόστολος, μή τις ἡμᾶς μωμήσηται·
 [03180]  σοφίας δὲ θησαυροὶ ἀνέκλειπτοι, οὓς θαυμάζων ὁ ἀπόστολος [3.12.87.4] ὢ βάθος φησὶ πλούτου καὶ σοφίας.
000-00-00 Serial Number=0612053931
Protrepticus Ante [Go Back]  
 [00231]  ∆ιὰ τοῦτό τοι καὶ ὁ ἀπόστολος διελέγχει ἡμᾶς Καὶ ἦτε ξένοι λέγων τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
 [00753]  Ὁμολογούντων τοίνυν οἱ φιλόσοφοι τοὺς διδασκάλους τοὺς σφῶν Πέρσας ἢ Σαυρομάτας ἢ Μάγους, παρ' ὧν τὴν ἀθεότητα τῶν σεβασμίων αὐτοῖς μεμαθήκασιν ἀρχῶν, ἄρχοντα τὸν πάντων ποιητὴν καὶ τῶν ἀρχῶν αὐτῶν δημιουργὸν ἀγνοοῦντες, τὸν ἄναρχον θεόν, τὰ δὲ πτωχὰ ταῦτα καὶ ἀσθενῆ, ᾗ φησιν ὁ ἀπόστολος, τὰ εἰς τὴν ἀνθρώπων ὑπηρεσίαν πεποιημένα στοιχεῖα προστρε πόμενοι.
 [00942]  [8.81.2] Ὁ ἅγιος ἀπόστολος τοῦ κυρίου τοὺς Ἕλληνας αἰτιώμενος ἐξηγήσεταί σοι·
 [00969]  ∆ιὰ τοῦτο ὁ μακάριος ἀπόστολος μαρτύρομαι ἐν κυρίῳ, φησίν, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
 [01010]  [9.87.1] Ταύτην ὁ ἀπόστολος τὴν διδασκαλίαν θείαν ὄντως ἐπιστάμενος σὺ δέ, ὦ Τιμόθεε, φησίν, ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως ἐν Χριστῷ.
 [01011]  Ἱερὰ γὰρ ὡς ἀληθῶς τὰ ἱερο [9.87.2] ποιοῦντα καὶ θεοποιοῦντα γράμματα, ἐξ ὧν γραμμάτων καὶ συλλαβῶν τῶν ἱερῶν τὰς συγκειμένας γραφάς, τὰ συντάγματα, ὁ αὐτὸς ἀκολούθως ἀπόστολος θεοπνεύστους καλεῖ, ὠφελίμους οὔσας πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος.
 [01016]  Ταύτῃ καὶ ὁ ἀπόστολος τοῦ κυρίου παρακαλῶν τοὺς Μακεδόνας ἑρμηνεὺς γίνεται τῆς θείας φωνῆς, ὁ κύριος ἤγγικεν λέγων, εὐλαβεῖσθε μὴ καταληφθῶμεν κενοί.
 [01318]  Οὕτως ἡμᾶς ὁ ἀπόστολος εἰρηνικῶς ἐκτάττει·
000-00-00 Serial Number=0863587379
Quis dives salvetur Ante [Go Back]  
 [00493]  καταρρηξάμενος τὴν ἐσθῆτα ὁ ἀπόστολος καὶ μετὰ μεγάλης οἰμωγῆς πληξάμενος τὴν κεφαλήν, καλόν γε ἔφη φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον·
000-00-00 Serial Number=0314980686
Stromata Ante [Go Back]  
 [00038]  θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες·
 [00047]  οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, φησὶν ὁ ἀπόστολος, οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων.
 [00168]  Ἑβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν, ᾗ φησιν ὁ ἀπόστολος, Ἕλληνες δὲ σοφίαν ζητοῦσι.
 [00211]  εἰκότως τοίνυν ὁ ἀπόστολος πολυποίκιλον εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, πολυμερῶς καὶ πολυτρόπως, διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς [1.4.27.2] τὸν αἰῶνα, ᾗ φησιν ἡ τοῦ Ἰησοῦ σοφία.
 [00343]  εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις φησί, διδασκαλίᾳ δέ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ [1.8.40.2] διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.
 [00351]  τοιοῦτοι δὲ οἱ ἐριστικοὶ οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφή, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ [1.8.41.3] πανουργίαν, πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐπιτήδειον.
 [00363]  μὴ γινώμεθα κενόδοξοι, φησὶν ὁ ἀπόστολος, ἀλλήλους [1.8.42.1] προκαλούμενοι, ἀλλήλους φθονοῦντες.
 [00438]  [1.10.49.3] διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν μὴ λογομαχεῖν τε δι' οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι.
 [00462]  τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ' αὐτοῦ λεγόμενα μεμαθηκόσι [1.11.52.1] καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.
 [00470]  ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
 [00518]  (ὃν Ἑλληνικὸν οἶδε προφήτην, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ, λέγων οὕτως·
 [00678]  [1.16.78.1] ὁ δὲ ἀπόστολος οὕτω φησὶν καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;
 [00754]  ὁ δὲ ἀπόστολος ἃ καὶ λαλοῦμεν λέγει οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς [1.17.87.5] πνεύματος.
 [00762]  ἐπιφέρει γοῦν ὁ ἀπόστολος·
 [00788]  θεοῦ δὲ <σοφίαν> εἴρηκεν ὁ ἀπόστολος τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα [1.18.90.2] δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δι' υἱοῦ παραδιδομένην.
 [00830]  ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφ' ἡμῶν γράφει·
 [01382]  κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου, φησὶν ὁ ἀπόστολος, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ [1.27.172.2] κατακριθῶμεν.
 [01399]  [1.27.174.1] τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως·
 [01409]  οἳ δὲ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι, φησὶν ὁ ἀπόστολος, οὔτε ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.
 [01420]  εἰκότως ἄρα ὁ ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωκέναι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ [1.28.179.2] Χριστοῦ.
 [01541]  πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι, φησὶν ὁ ἀπόστολος πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάιν προσήνεγκε, δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτῷ τοῦ θεοῦ·
 [01668]  ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ, φησὶν ὁ [2.6.25.2] ἀπόστολος.
 [01721]  ᾗ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει·
 [01732]  εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας ἀφ' οὗ φησὶν ἔλαβον, μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν.
 [01767]  αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ [2.7.35.2] ὑπόστασιν εἰληφέναι.
 [01775]  καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν·
 [01829]  μὴ συσχηματίζεσθε, φησὶν ὁ ἀπόστολος, τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ [2.9.41.5] εὐάρεστον καὶ τέλειον.
 [01839]  [2.9.42.4] Ἰουδαίοις τε ὁ αὐτὸς ἀπόστολος μαρτυρεῖν ὁμολογεῖ ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν·
 [01850]  φησὶ γὰρ ὁ ἀπόστολος·
 [01930]  καθάπερ οὖν τὴν φιλοσοφίαν ὁ τῦφος καὶ ἡ οἴησις διαβέβληκεν, οὕτως καὶ τὴν γνῶσιν ἡ ψευδὴς γνῶσις, ἡ τε ὁμωνύμως καλουμένη, περὶ ἧς ὁ ἀπόστολος γράφων ὦ Τιμόθεε, φησίν, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες [2.11.52.6] ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
 [02390]  ἐνδύσασθαι οὖν δεῖ τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ἡμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ἐπεὶ τὰ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν [2.20.109.3] ὑπακοὴν τοῦ Χριστοῦ, ὁ θεῖός φησιν ἀπόστολος.
 [02497]  καὶ ὁ ἀπόστολος λέγει·
 [02586]  [2.22.134.3] καὶ ὁ μὲν ἀπόστολος συντόμως τὸ τέλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διαγράφων λέγει·
 [02607]  ἄντικρυς δὲ ὁ ἀπόστολος ἐν τῇ προτέρᾳ τῶν πρὸς Κορινθίους διαρρήδην φησί·
 [02722]  περὶ δὲ τοῦ δευτέρου γάμου εἰ πυροῖ φησὶν ὁ ἀπόστολος, γάμησον.
 [02894]  καὶ γὰρ ἀπὸ τῆς φωνῆς ἁγνεύειν μελετᾶν διδάσκων ὁ ἀπόστολος γράφει·
 [02908]  πᾶς γάρ, φησίν, ὁ [3.4.31.1] ἁμαρτάνων δοῦλός ἐστιν, ** ὁ ἀπόστολος λέγει.
 [02967]  καὶ μή τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἀποτεινόμενος γράφει·
 [02982]  πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, φησὶν ὁ ἀπόστολος.
 [03037]  ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς [3.6.47.2] γυναικός;
 [03048]  καταργεῖσθαι γὰρ ἔφη τὴν κοιλίαν [3.6.48.2] καὶ τὰ βρώματα ὁ ἀπόστολος ἐν τῇ ἀναστάσει.
 [03180]  αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων ἀπολύσεται τὸ ἔγκλημα·
 [03215]  καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως, φησὶν ὁ ἀπόστολος·
 [03235]  ἀλλὰ κἂν εὔζωνός τις εἶναι θέλῃ, οὐχ αἱρούμενος τὴν παιδοποιίαν διὰ τὴν ἐν παιδοποιίᾳ ἀσχολίαν, μενέτω φησὶν ὁ [3.10.68.3] ἀπόστολος ἄγαμος ὡς κἀγώ.
 [03272]  φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν, σφόδρα εὐλαβῶς καὶ διδασκαλικῶς εἴρηκεν ὁ [3.11.75.1] ἀπόστολος.
 [03279]  [3.11.76.1] Καὶ δὴ ἐνταῦθα γενόμενος δοκῶ μοι μὴ παραλείψειν ἀνεπιση μείωτον, ὅτι τὸν αὐτὸν θεὸν διὰ νόμου καὶ προφητῶν καὶ εὐαγγελίου ὁ ἀπόστολος κηρύσσει·
 [03353]  καὶ εἴ τινι ὁ ἀπόστολος δι' ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου μεταδίδωσι γάμου, ἐπεὶ καὶ οὗτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν [3.12.82.5] κατ' ἐπίτασιν τελειότητα·
 [03369]  τὸ μυστήριον τοίνυν τοῦτο εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἄγει ὁ [3.12.84.3] ἀπόστολος.
 [03404]  πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί·
 [03413]  ὅθεν καὶ ὁ ἀπόστολος βούλομαι οὖν φησὶ νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
 [03442]  ὅταν οὖν ὁ ἀπόστολος εἴπῃ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτιζόμενον, ἡμῖν λέγει τοῖς πεπλασμένοις ὑπὸ τῆς τοῦ παντοκράτορος βουλήσεως ὡς πεπλάσμεθα, παλαιὸν δὲ <καὶ καινὸν> οὐ πρὸς γένεσιν καὶ ἀναγέννησίν φησιν, ἀλλὰ πρὸς τὸν βίον τόν τε ἐν παρακοῇ τόν τε ἐν ὑπακοῇ.
 [03529]  ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ.
 [03541]  ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ [3.18.107.4] τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι.
 [03604]  ᾗ μοι δοκεῖ καὶ Πυθαγόρας σοφὸν μὲν εἶναι τὸν θεὸν λέγειν μόνον (ἐπεὶ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ γράφει·
 [03625]  ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
 [03674]  καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος ὥστε τοὺς δεσμούς μου φησὶ φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν, ἐπεὶ καὶ τὰ μαρτύρια [4.5.19.4] ἐπιστροφῆς ἐστι παραδείγματα ἐνδόξως ἡγιασμένα.
 [03681]  θλῖψιν, γάρ φησιν ὁ ἀπόστολος, τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
 [03854]  διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν ὁ ἀπόστολος ἐξηγεῖται, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται·
 [03915]  ἆρ' οὐκ ἐμφανῶς κἀκεῖνα ἐπιφέρει ὁ ἀπόστολος δεικνὺς τὸν καταισχυμμὸν τῆς πίστεως παρὰ τοῖς πολλοῖς;
 [03937]  πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ, φησὶν ὁ ἀπόστολος.
 [03975]  θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ.
 [04158]  αὐτίκα ὁ θεῖος ἀπόστολος τοῦτο γάρ ἐστι τὸ θέλημα [4.12.87.3] τοῦ θεοῦ φησίν, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν κύριον, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ κύριος περὶ πάντων τούτων, καθὼς [4.12.87.4] καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.
 [04190]  ἀλλ' ἡμῖν γε ὁ ἀπόστολος εἰς τὴν τῶν θλίψεων ὑπομονὴν γράφων καὶ τοῦτο φησὶν ἀπὸ θεοῦ·
 [04228]  ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθ' ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δι' αὐτοῦ διακονοῦντος τοῦ Παύλου·
 [04251]  ταῦτα μὲν περὶ τῆς γνώσεως ὁ ἀπόστολος·
 [04264]  [4.16.101.1] καὶ δὴ γνωστικοῦ κανόνα ὁ θεῖος ἀπόστολος διὰ τοσῶνδε παρίστησι, τοῦτο μὲν γράφων ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
 [04299]  [4.17.105.1] Ναὶ μὴν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος Κλήμης καὶ αὐτὸς ἡμῖν τύπον τινὰ τοῦ γνωστικοῦ ὑπογράφων λέγει·
 [04374]  αὐτίκα ὁ ἀπόστολος Παῦλος ἐὰν τὸ σῶμά μου ἐπιδῶ φησίν, ἀγάπην δὲ μὴ ἔχω, χαλκός εἰμι ἠχῶν καὶ κύμβαλον ἀλαλάζον·
 [04471]  χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ [4.20.128.2] λόγος τοῦ θεοῦ βλασφημῆται.
 [04490]  μακάριος δ' ἔνθεν ἂν εἴη τέλειός τε ἐν δίκῃ κηρυχθείη, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ὥς φησιν ὁ ἀπόστολος·
 [04506]  ἤδη συνορῶμεν ὅπῃ καὶ ὅπως καὶ ὁπότε ὁ θεῖος ἀπόστολος τὸν τέλειον [4.21.132.3] λέγει καὶ ὡς τελείων ἐμφαίνει διαφοράς.
 [04616]  μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἑτέρων ὡς φαύλων, ἀλλ' ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν [4.23.149.2] εἰπών·
 [04807]  μάρτυς ἡμῖν νημερτὴς ὁ ἀπόστολος λέγων·
 [04812]  φαίνεται οὖν ὁ ἀπόστολος διττὴν καταγγέλλων πίστιν, μᾶλλον δὲ μίαν, αὔξησιν καὶ τελείωσιν [5.1.2.5] ἐπιδεχομένην·
 [04853]  πνευματικῶς γοῦν ὁ ἀπόστολος ἐπὶ τῆς γνώσεως τοῦ θεοῦ γράφει·
 [04886]  [5.1.9.2] διὰ τοῦτο καὶ ὁ ἀπόστολος παρακαλεῖ, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων τῶν πείθειν ἐπαγγελλομένων, ἀλλ' ἐν δυνάμει θεοῦ, τῇ μόνῃ καὶ ἄνευ τῶν ἀποδείξεων διὰ ψιλῆς τῆς πίστεως [5.1.9.3] σῴζειν δυναμένῃ.
 [04935]  κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχῆσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ ὁ καλός που λέγει ἀπόστολος.
 [04970]  καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις.
 [04993]  ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.
 [05030]  καὶ ὁ γενναῖος ἀπόστολος τὰ ὅμοια ὧδέ πως λέγει·
 [05044]  αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον·
 [05093]  ὡσαύτως καὶ ὁ ἀπόστολος μηδένα εἶναι ἐν Χριστῷ δοῦλον ἢ ἐλεύθερον γράφει ἢ Ἕλληνα ἢ Ἰουδαῖον·
 [05124]  διὰ πίστεως περιπατοῦμεν, οὐ διὰ εἴδους, [5.6.34.3] ὁ καλὸς ἀπόστολος λέγει.
 [05176]  ἄλλως δ', οἶμαι, ὁ κύριος ἀποδύεταί τε καὶ ἐνδύεται κατιὼν εἰς αἴσθησιν, ἄλλως ὁ δι' αὐτοῦ πιστεύσας ἀποδύεταί τε καὶ ἐπενδύεται, ὡς καὶ ὁ ἀπόστολος ἐμήνυσεν, τὴν ἡγιασμένην στολήν.
 [05348]  [5.10.60.1] Εἰκότως ἄρα ὁ θεσπέσιος ἀπόστολος κατὰ ἀποκάλυψιν φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ [5.10.60.2] καὶ προφήταις.
 [05393]  [5.10.64.5] οἶδα ὅτι ἐρχόμενος φησὶ πρὸς ὑμᾶς ὁ ἀπόστολος ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι, τὸ πνευματικὸν χάρισμα καὶ τὴν γνωστικὴν παράδοσιν, ἣν μεταδοῦναι αὐτοῖς παρὼν παροῦσι ποθεῖ (οὐ γὰρ δι' ἐπιστολῆς οἷά τε ἦν ταῦτα μηνύεσθαι), πλήρωμα Χριστοῦ καλέσας, [5.10.64.6] κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, τουτέστι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὅτι ἐστίν·
 [05401]  ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν [5.10.65.5] σῴζων ἐπίκρυψιν, ἀφ' ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα·
 [05416]  ὁ δὲ ἀπόστολος καὶ τὸ πάσχα ἡμῶν ἐτύθη γράφει Χριστός, ἄπορον ὡς ἀληθῶς θῦμα, υἱὸς θεοῦ ὑπὲρ ἡμῶν ἁγιαζόμενος.
 [05478]  ἐντεῦθεν ὁ ἀπόστολος βλέπομεν νῦν ὡς δι' ἐσόπτρου φησί, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, κατὰ μόνας ἐκείνας τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους [5.11.74.2] τῆς διανοίας ἐπιβολάς.
 [05521]  [5.12.79.1] μαρτυρήσει τοῖς εἰρημένοις ὁ ἀπόστολος, οἶδα λέγων ἄνθρωπον ἐν Χριστῷ ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, κἀκεῖθεν εἰς τὸν παράδεισον, ὃς ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τὸ ἄρρητον τοῦ θεοῦ οὕτως αἰνισσόμενος, οὐ νόμῳ καὶ φόβῳ παραγγελίας τινὸς τὸ οὐκ ἐξὸν προστιθείς, δυνάμει δὲ ἀνθρωπείᾳ ἄφθεγκτον εἶναι τὸ θεῖον μηνύων, εἴ γε ὑπὲρ οὐρανὸν τὸν τρίτον ἄρχεται λαλεῖσθαι, ὡς θέμις, τοῖς ἐκεῖ μυσταγωγοῦσιν τὰς ἐξειλεγμένας [5.12.79.2] ψυχάς.
 [05528]  ἀκολούθως τοίνυν πάλιν ἐπιφθέγγεται ὢ βάθος πλούτου καὶ σοφίας [5.12.80.3] καὶ γνώσεως θεοῦ ὁ γενναῖος ἀπόστολος.
 [05530]  βεβαιῶν ταῦτα ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ ἀπόστολος ἀναφανδὸν εἴρηκεν·
 [05547]  [5.12.81.3] καὶ Ἰωάννης ὁ ἀπόστολος·
 [06063]  [5.14.134.2] εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός;
 [06538]  ἐπεί, ὅτι καθάπερ Ἰουδαίους σῴζεσθαι ἠβούλετο ὁ θεὸς τοὺς προφήτας διδούς, οὕτως καὶ Ἑλλήνων τοὺς δοκιμωτάτους οἰκείους αὐτῶν τῇ διαλέκτῳ προφήτας ἀναστήσας, ὡς οἷοί τε ἦσαν δέχεσθαι τὴν παρὰ τοῦ θεοῦ εὐεργεσίαν, τῶν χυδαίων ἀνθρώπων διέκρινεν, δηλώσει πρὸς τῷ Πέτρου [6.5.43.1] Κηρύγματι ὁ ἀπόστολος λέγων Παῦλος·
 [06743]  ταύτην σοφίαν τοῦ αἰῶνος τούτου τὴν φιλήδονον καὶ φίλαυτον ὁ ἀπόστολος λέγει, ὡς ἂν τὰ τοῦ κόσμου τοῦδε καὶ τὰ περὶ αὐτὸν μόνον διδάσκουσαν ὑποκειμένην τε ἀκολούθως κατὰ προστασίαν τοῖς τῇδε ἄρχουσι·
 [06989]  διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ μὲν τῶν πεφραγμένον, τοῖς [6.12.103.4] δὲ καὶ ἐνεργοῦντα.
 [07010]  ἐν νεφέλαις τούτους ἀρθέντας γράφει ὁ ἀπόστολος διακονήσειν μὲν τὰ πρῶτα, ἔπειτα ἐγκαταταγῆναι τῷ πρεσβυτερίῳ κατὰ προκοπὴν δόξης (δόξα γὰρ δόξης διαφέρει), ἄχρις ἂν εἰς τέλειον ἄνδρα αὐξήσωσιν.
 [07080]  [6.15.117.1] ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν.
 [07156]  ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι [6.15.127.2] δὲ μωρίαν, ὥς φησιν ὁ ἀπόστολος.
 [07306]  διόπερ καὶ ὁ γενναῖος ἀπόστολος ἕν τι τῶν τῆς πορνείας εἰδῶν τὴν εἰδωλολατρείαν καλεῖ ἀκολούθως τῷ προφήτῃ λέγοντι·
 [07423]  καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δι' υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.
 [07445]  τὸ δὲ ἡγεμονικὸν τῆς γνώσεως σαφῶς ὁ ἀπόστολος τοῖς διαθρεῖν δυναμένοις ἐνδείκνυται, τοῖς Ἑλλαδικοῖς ἐκείνοις γράφων Κορινθίοις ὧδέ πως·
 [07488]  τῶν τὰ αἰσθητήρια φησὶν ὁ ἀπόστολος συγγεγυμνασμένων.
 [07572]  σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ ἑαυτοὺς ἀναιρεῖν τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον ἀποκτειννύντας καὶ τὸν καινὸν ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τό τε εὐαγγέλιον ὅ τε ἀπόστολος κελεύουσι, τὰ μὲν πάθη ἀποτιθεμένους, ἀναμαρτήτους δὲ γινομένους.
 [07937]  αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομὴν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν·
 [08020]  ταύτῃ καὶ ὁ ἀπόστολος ὁ γαμῶν φησιν ὡς μὴ γαμῶν.
 [08212]  ἢ οὐκ οἴδατε, φησὶν ὁ ἀπόστολος, ὅτι ναός ἐστε τοῦ θεοῦ;
 [08235]  λέγει γὰρ ἐν τῇ προτέρᾳ τῆς πρὸς Κορινθίους ἐπιστολῇ ὁ θεῖος ἀπόστολος·
 [08415]  οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, φησὶν ὁ ἀπόστολος, ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον, κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος [7.16.104.4] τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ.
 [08429]  αὐτίκα φησὶν ὁ ἀπόστολος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»