Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἁγίου [31]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἁγίου


000-00-00 Serial Number=0497070968
Eclogae propheticae Ante [Go Back]  
 [00079]  [13.1] Πᾶν ῥῆμα ἵσταται ἐπὶ δύο καὶ τριῶν μαρτύρων, ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐφ' ὧν μαρτύρων καὶ βοηθῶν αἱ ἐντολαὶ λεγόμεναι φυλάσσεσθαι ὀφείλουσιν.
 [00164]  [29.1] <Ὄν>των γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς, δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον [29.2] ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν.
000-00-00 Serial Number=0155435681
Excerpta ex Theodoto Ante [Go Back]  
 [00203]  καὶ κατὰ τὸ πνευματικὸν ἐξ ἁγίου Πνεύματος καὶ Παρθένου, ὡς οἱ δεξιοὶ Ἄγγελοι γινώσκουσιν.
 [00472]  Περιιόντες κηρύσσετε, καὶ τοὺς πισ τεύοντας βαπτίζετε εἰς Ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ [4.76.4] ἁγίου Πνεύματος, εἰς οὓς ἀναγεννώμεθα, τῶν λοιπῶν ∆υνάμεων ἁπασῶν ὑπεράνω γινόμενοι.
 [00489]  ∆ιὰ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος σφραγισθεὶς ἀνεπίληπτός ἐστι πάσῃ τῇ ἄλλῃ δυνάμει, καὶ διὰ τριῶν Ὀνομάτων πάσης τῆς ἐν φθορᾷ τριάδος ἀπηλλάγη·
000-00-00 Serial Number=0223737538
Fragmenta Ante [Go Back]  
 [00458]  ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνεγράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι.
000-00-00 Serial Number=0326143980
Paedagogus Ante [Go Back]  
 [00002]  [1.1.1.1] Συγκεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι' ὑπακοῆς εὐλόγου ζωῆς ἀιδίου ὄρεξις, νοερῷ καταβληθεῖσα χωρίῳ.
 [00081]  Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, φησίν, γαμοῦσι καὶ γαμίσκονται, ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, ἐν ἐκείνῳ δὲ οὐκέτι, ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ.
 [00268]  Ὥσπερ οὖν οἱ τὸν ὕπνον ἀποσεισάμενοι εὐθέως ἔνδοθεν ἐγρηγόρασιν, μᾶλλον δὲ καθάπερ οἱ τὸ ὑπόχυμα τῶν ὀφθαλμῶν κατάγειν πειρώμενοι οὐ τὸ φῶς αὑτοῖς ἔξωθεν χορηγοῦσιν, ὃ οὐκ ἔχουσιν, τὸ δὲ ἐμπόδιον ταῖς ὄψεσι καταβιβάζοντες ἐλευθέραν ἀπολείπουσι τὴν κόρην, οὕτως καὶ οἱ βαπτιζόμενοι, τὰς ἐπισκοτούσας ἁμαρτίας τῷ θείῳ πνεύματι ἀχλύος δίκην ἀποτριψάμενοι, ἐλεύθερον καὶ ἀνεμπόδιστον καὶ φωτεινὸν ὄμμα τοῦ πνεύματος ἴσχομεν, ᾧ δὴ μόνῳ τὸ θεῖον ἐποπτεύομεν, [1.6.28.2] οὐρανόθεν ἐπεισρέοντος ἡμῖν τοῦ ἁγίου πνεύματος·
 [00983]  ἐὰν ἐπιστραφῆτε ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε πάτερ, ἀκούσομαι ὑμῶν ὥσπερ λαοῦ ἁγίου.
 [01391]  Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ [2.2.29.2] ὑβριστικὸν μέθη.
 [01728]  Καὶ εἰ μὴ φορτικὸς εἶναι δοκῶ, οἱ πόδες οἱ τοῦ κυρίου οἱ μεμυρισμένοι ἀπόστολοί εἰσιν προφητείᾳ τῆς εὐωδίας [2.8.62.1] τοῦ χρίσματος ἁγίου μεταλαβόντες πνεύματος.
000-00-00 Serial Number=0784488618
Protrepticus Ante [Go Back]  
 [01110]  Ἀποδυσάμενοι δ' οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βρα βεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων.
000-00-00 Serial Number=0050262809
Quis dives salvetur Ante [Go Back]  
 [00389]  καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς, τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ θη σαυρὸν ἐν ὀστρακίνῳ σκεύει βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον.
 [00520]  ᾧ διὰ τοῦ παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ κυρίου ζώντων καὶ νεκρῶν, καὶ διὰ τοῦ ἁγίου πνεύματος εἴη δόξα, τιμή, κράτος, αἰώνιος μεγαλειότης καὶ νῦν καὶ εἰς γενεὰς γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0518015921
Stromata Ante [Go Back]  
 [00114]  εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ [1.1.13.1] ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον, ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώ [1.1.13.2] ρηκεν.
 [01332]  ἀλλ' οὖν τὸ πῦρ ἐκεῖνο τὸ ἐοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολόν ἐστι φωτὸς ἁγίου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, δι' οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητῶς δεδώρηται.
 [02400]  [2.20.111.3] Αἱ τοίνυν δυνάμεις, περὶ ὧν εἰρήκαμεν, κάλλη καὶ δόξας καὶ μοιχείας καὶ ἡδονὰς καὶ τοιαύτας τινὰς φαντασίας δελεαστικὰς προτείνουσι ταῖς εὐεπιφόροις ψυχαῖς, καθάπερ οἱ ἀπελαύνοντες τὰ θρέμματα θαλλοὺς προσείοντες, εἶτα, κατασοφισάμεναι τοὺς μὴ διακρίνειν δυνηθέντας τὴν ἀληθῆ ἀπὸ ψεύδους ἡδονὴν καὶ τὸ ἐπίκηρόν τε καὶ [2.20.111.4] ἐφύβριστον ἀπὸ τοῦ ἁγίου κάλλους, ἄγουσιν δουλωσάμεναι.
 [02590]  ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
 [03368]  ἁγίου δὲ ὄντος τοῦ νόμου ἅγιος ὁ γάμος.
 [04228]  ὁ γὰρ ἀπόστολος πάντα φησὶ τὰ ἄλλα ὠνεῖσθε ἐκ μακέλλου μηδὲν ἀνακρίνοντες, καθ' ὑπεξαίρεσιν τῶν δηλουμένων κατὰ τὴν ἐπιστολὴν τὴν καθολικὴν τῶν ἀποστόλων ἁπάντων, σὺν τῇ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος, τὴν γεγραμμένην μὲν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, διακομισθεῖσαν δὲ εἰς τοὺς πιστοὺς δι' αὐτοῦ διακονοῦντος τοῦ Παύλου·
 [04406]  ἔμπαλιν γὰρ ὁ δι' ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δι' οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ [4.18.117.1] κατ' ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.
 [04721]  ὅθεν ἐπιδεκτικὸν γίνεται τῆς τιμιωτάτης τῷ θεῷ ψυχῆς τὸ οἰκητήριον τοῦτο καὶ πνεύματος ἁγίου κατὰ τὸν τῆς ψυχῆς τε καὶ σώματος ἁγιασμὸν καταξιοῦται τῷ τοῦ [4.26.163.3] σωτῆρος καταρτισμῷ τελειούμενον.
 [05041]  πνευματικὸν γὰρ καὶ γνωστικὸν οἶδεν τὸν τοῦ ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ.
 [05164]  προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ [5.6.38.6] πάντων ἁγίου πνεύματος.
 [05170]  ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
 [06681]  ἁγνίζεται δὲ καὶ τὸ σῶμα, ἐν ᾧ οἰκεῖ, ἐξιδιοποιούμενον εἰς εἰλικρίνειαν ἁγίου νεώ·
 [07150]  [6.15.126.1] ∆ιὰ πολλὰς τοίνυν αἰτίας ἐπικρύπτονται τὸν νοῦν αἱ γραφαί, πρῶτον μὲν ἵνα ζητητικοὶ ὑπάρχωμεν καὶ προσαγρυπνῶμεν ἀεὶ τῇ τῶν σωτηρίων λόγων εὑρέσει, ἔπειτα <ὅτι> μηδὲ τοῖς ἅπασι προσῆκον ἦν νοεῖν, ὡς μὴ βλαβεῖεν ἑτέρως ἐκδεξάμενοι τὰ ὑπὸ τοῦ ἁγίου [6.15.126.2] πνεύματος σωτηρίως εἰρημένα.
 [07203]  ἔστι δὲ καὶ δεκάς τις περὶ τὸν ἄνθρωπον αὐτόν, τά τε αἰσθητήρια πέντε καὶ τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν καὶ τοῦτο δὴ ὄγδοον τὸ κατὰ τὴν πλάσιν πνευματικόν, ἔνατον δὲ τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ δέκατον τὸ διὰ τῆς πίστεως [6.16.134.3] προσγινόμενον ἁγίου πνεύματος χαρακτηριστικὸν ἰδίωμα.
 [08027]  [7.11.64.7] τοῦτο τὸ κάλλος τῆς ψυχῆς νεὼς γίνεται τοῦ ἁγίου πνεύματος ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται [7.11.65.1] τὸν βίον.
 [08270]  καὶ μή τι οἷον σάρκας εἶναι τοῦ ἁγίου σώματος τούτους φησί;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»