Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄλλοι [48]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἄλλοι


000-00-00 Serial Number=0546340644
Paedagogus Ante [Go Back]  
 [01109]  [2.1.1.4] Οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ' ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν.
 [02655]  [3.3.25.1] Ἀραβίων δέ ἄλλοι οὗτοι νομάδες ἡ μάχιμος ἡλικία καμηλοβάται εἰσί·
 [02671]  καὶ οἳ μὲν περὶ τὴν γαστριμαργίαν αὐτῶν πονοῦσι δαιτροί τε καὶ καρυκευταὶ καὶ οἱ τῶν πεμμάτων καὶ οἱ τῶν μελιπήκτων καὶ οἱ τῶν ῥοφημάτων συσκευασταί τε καὶ δημιουργοί, οἳ δὲ περὶ τὰς ἐσθῆτας ἀσχολοῦνται τὰς περιττάς, οἳ δὲ χρυσοφυλακοῦσιν ὡς γρῦπες, οἳ δὲ τὸν ἄργυρον φυλάττουσι καὶ σμήχουσιν τὰ ἐκπώματα καὶ τὰς περὶ τὰς ἑστιάσεις παρασκευὰς εὐτρεπίζουσιν, ἄλλοι καταψήχουσι τὰ ὑποζύγια, οἰνοχόων τε ὅμιλος ἀσκεῖται παρ' αὐτοῖς καὶ μειρακίων ὡραίων ἀγέλαι καθάπερ θρεμμάτων, παρ' ὧν ἀμέλγονται τὸ κάλλος.
 [02899]  κοσμιωδεστέρα γὰρ καὶ ἀνδρωδεστέρα μετ' εὐσχήμονος ῥώμης ἡ τοιαύτη διαπόνησις ὑγείας ἕνεκεν εὐχρήστου καὶ ὀνησιφόρου παραλαμβανομένη, οἱ δὲ ἄλλοι πόνοι γυμναστικῆς οὐκ ἐλευθέρων στάσεων μελέτην [3.10.51.2] καταγγέλλοντες.
000-00-00 Serial Number=0881650090
Protrepticus Ante [Go Back]  
 [00142]  θηρεύουσι γὰρ εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας.
 [00145]  Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς ∆ηοῦς ἑορτάς, πένθος ὑμνούμενον.
 [00288]  ἄλλοι δὲ Ἀρκάδα.
 [00567]  καθάπερ δέ, οἶμαι, οἱ ναοί, οὕτω δὲ καὶ οἱ τάφοι θαυμά ζονται, πυραμίδες καὶ μαυσώλεια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν.
 [00860]  [7.76.1] Καὶ οὐχὶ μόνος ὁ Μένανδρος, ἀλλὰ καὶ Ὅμηρος καὶ Εὐριπίδης καὶ ἄλλοι συχνοὶ ποιηταὶ διελέγχουσιν ὑμῶν τοὺς θεοὺς καὶ λοιδορεῖσθαι οὐ δεδίασιν οὐδὲ καθ' ὁπόσον αὐτοῖς.
 [01008]  Οἱ δὲ ἄλλοι περιπεφυκότες τῷ κόσμῳ, οἷα φυκία τινὰ ἐνάλοις πέτραις, ἀθανασίας ὀλιγωροῦσιν, καθάπερ ὁ Ἰθακήσιος γέρων οὐ τῆς ἀληθείας καὶ τῆς ἐν οὐρανῷ πατρί δος, πρὸς δὲ καὶ τοῦ ὄντως ὄντος ἱμειρόμενοι φωτός, ἀλλὰ τοῦ καπνοῦ.
000-00-00 Serial Number=0423023999
Quis dives salvetur Ante [Go Back]  
 [00016]  ἄλλοι δὲ τοῦτο μὲν συνῆκαν ὀρθῶς καὶ προσηκόντως, τῶν δὲ ἔργων τῶν εἰς τὴν σωτηρίαν ἀναφερόντων ὀλιγωρήσαντες οὐ παρεσκευάσαντο τὴν δέου [2.4] σαν παρασκευὴν εἰς τὸ τῶν ἐλπιζομένων τυχεῖν.
 [00113]  εἰ δὲ ἐξαίρετόν τι ἡ καινὴ κτίσις, ὁ υἱὸς τοῦ θεοῦ, μηνύει καὶ διδάσκει, οὐ τὸ φαινόμενον, ὅπερ ἄλλοι πεποιήκασι, παρεγγυᾷ, ἀλλ' ἕτερόν τι διὰ τούτου σημαινόμενον μεῖζον καὶ θειότερον καὶ τελεώτερον, τὸ τὴν ψυχὴν αὐτὴν καὶ τὴν διάθεσιν γυμνῶσαι τῶν ὑπόντων παθῶν καὶ πρόρριζα τὰ ἀλλότρια τῆς γνώμης ἐκτεμεῖν καὶ ἐκβαλεῖν.
000-00-00 Serial Number=0594495535
Stromata Ante [Go Back]  
 [00099]  τούτων ὃ μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, οἳ δὲ ἐπὶ τῆς Μεγάλης Ἑλλάδος (τῆς κοίλης θάτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπ' Αἰγύπτου), ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν·
 [00141]  πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα.
 [00252]  ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.
 [00528]  [1.14.59.5] οἳ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον ἐγκατέλεξαν τοῖς ἑπτὰ σοφοῖς, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον.
 [00589]  ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ <ἄλλοι> ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας.
 [00620]  προέστησαν δ' αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυρίων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ ∆ρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ [1.15.71.5] γυμνοσοφισταί, ἄλλοι γε φιλόσοφοι βάρβαροι.
 [00630]  [1.15.72.4] τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ' αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ' Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, [1.15.72.5] ἵνα μὴ κατ' ὄνομα ἐπιὼν διατρίβω.
 [00700]  ὡς δὲ ἄλλοι βούλονται, ἐκ τοῦ διαβόλου τὴν κίνησιν ἴσχει.
 [00814]  οὗτοι δέ εἰσι κατὰ τὴν ἐμὴν δόξαν οὐκ ἄλλοι ἢ οἱ πεφιλοσοφηκότες ὀρθῶς.
 [00829]  ναὶ μὴν κατ' ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς [1.19.94.4] φιλοσόφοις.
 [01163]  [1.21.142.1] Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἑβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως λεγούσης·
 [01172]  φασὶ δὲ καὶ ἄλλοι τινές, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀπορραγείσης ἀποδράσει, οὐκέτ' ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας.
 [01200]  ἄλλοι δὲ [1.21.146.4] Φαρμουθὶ ιθʹ πεπονθέναι τὸν σωτῆρα λέγουσιν.
 [01217]  ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως [1.21.147.5] ἔτη ἔφησαν γίνεσθαι #22αωμβʹ, οἳ δὲ #22ακαʹ.
 [01372]  ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτ' ἀπιστεῖν οὔτ' ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ [1.26.170.2] τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν.
 [01514]  ἄλλοι δ' ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν [2.2.9.2] συγκατάθεσιν.
 [01626]  πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, ὦ φίλε Πὰν λέγων καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν·
 [02304]  τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δι' ἡδονῆς ἀπόλαυσιν, δι' ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἷς μόνος διαδέχεται κληρονόμος τῶν [2.19.99.2] πατρῴων ἀγαθῶν, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενείας·
 [02931]  [3.4.34.1] Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, [3.4.34.2] οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας.
 [03468]  ἄλλοι δὲ κατάραν τὴν παιδοποιίαν ἐκδέχονται καὶ οὐ συνιᾶσι κατ' αὐτῶν ἐκείνων λέγουσαν τὴν γραφήν.
 [04055]  οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ ἐξῆλθον, ἐξ ὧν Ματθαῖος, Φίλιππος, [4.9.71.4] Θωμᾶς, Λευῒς καὶ ἄλλοι πολλοί.
 [04510]  ὧν οὕτως ἐχόντων οἱ μὲν προφῆται ἐν προφητείᾳ τέλειοι, οἱ δίκαιοι δὲ ἐν δικαιοσύνῃ καὶ οἱ μάρτυρες ἐν ὁμολογίᾳ, ἄλλοι δὲ ἐν κηρύγματι, οὐκ ἀμέτοχοι μὲν τῶν κοινῶν ἀρετῶν, κατορθοῦντες δὲ ἐν οἷς ἐτάχθησαν·
 [05114]  διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς̣ ἄλλοι δὲ κόσμου [5.6.33.3] τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον.
 [05711]  ὦ Πάν τε καὶ ἄλλοι θεοί, δοίητέ μοι τἄνδον εἶναι καλῷ.
 [06007]  ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοι·
 [06107]  ὅτε σὺν εὐδαίμονι χορῷ κατὰ τὸν Πλάτωνα μακαρίαν ὄψιν τε καὶ θέαν ἐποπτεύσομεν, ἑπόμενοι μετὰ μὲν ∆ιὸς ἡμεῖς, ἄλλοι δὲ μετ' ἄλλων θεῶν, τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην τελούμενοι, ἣν ὀργιάζομεν, ὁλόκληροι μὲν αὐτοὶ καὶ ἀπαθεῖς κακῶν, ὅσα ἡμᾶς ἐν ὑστέρῳ χρόνῳ ὑπέμεινεν, ὁλόκληρα δὲ καὶ ἀτρεμῆ φάσματα μυούμενοί τε καὶ ἐποπτεύοντες ἐν αὐγῇ καθαρᾷ, καθαροὶ καὶ ἀσήμαντοι τούτου, ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, ὀστρέου τρόπον δεδεσμευμένοι.
 [06453]  οἱ μὲν οὖν πεισθέντες αὐτῷ συνεῖλον τοὺς καρπούς (καὶ γὰρ ὥρᾳ θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἦσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταρρήξαντος ὄμβρου.
 [07549]  εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ' ἄλλοις ἐξ ἑνὸς καὶ [7.2.9.4] δι' ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται.
 [07550]  ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ' ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι' ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί.
 [07581]  ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς, συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις, καὶ οὐδ' ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταὐτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.
 [07760]  οἳ μὲν οὖν ὡς ἄχρηστον ἐσθίουσιν, οἳ δ' ὡς λυμαντικὸν τῶν καρπῶν καὶ ἄλλοι διὰ τὸ κατωφερὲς εἰς συνουσίαν εἶναι τὸ ζῷον οὐκ ἐσθίουσιν.
 [07772]  [7.7.35.1] Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν αὐτὸν καὶ λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι' αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέραις, ὥσπερ ἄλλοι τινές, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον.
 [08256]  ἤδη δὲ καὶ πάντας ἀνθρώπους ἑνὸς ὄντας ἔργον θεοῦ καὶ μίαν εἰκόνα ἐπὶ μίαν οὐσίαν περιβεβλημένους, κἂν τεθολωμένοι τύχωσιν ἄλλοι ἄλλων μᾶλλον, μόνος ὁ ἐπιστήμων γνωρίζει, καὶ διὰ τῶν κτισμάτων τὴν ἐνέργειαν, δι' ἧς αὖθις τὸ θέλημα τοῦ θεοῦ, προσκυνεῖ.
 [08294]  ἀλλ' ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν, κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας, οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα·
 [08710]  ἄλλοι δ' ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν.
 [08775]  ἄλλοι δέ φασιν, εἰ πολλὰ [8.9.31.2] αἴτια, κατ' ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»