000-00-00 Serial Number=0633022904
[00184]
|
∆ιὰ τοῦτο ἡ γυνὴ εἰς ἄνδρα μετατίθεσθαι λέγεται καὶ ἡ ἐνταῦθα Ἐκκλησία εἰς Ἀγγέλους.
|
[00484]
|
μορφωθὲν δὲ μετετέθη εἰς ἄνδρα καὶ υἱὸς Νυμφίου γίνεται·
|
000-00-00 Serial Number=0160604775
[00059]
|
τοσοῦτον δ' ἐπέλαμψεν ταῖς τῶν ἀκροατῶν τοῦ Πέτρου δια νοίαις εὐσεβείας φέγγος, ὡς μὴ τῇ εἰς ἅπαξ ἱκανῶς ἔχειν ἀρκεῖσθαι ἀκοῇ μηδὲ τῇ ἀγράφῳ τοῦ θείου κηρύγματος διδασκαλίᾳ, παρακλήσεσιν δὲ παντοίαις Μᾶρκον, οὗ τὸ εὐαγγέλιον φέρεται, ἀκόλουθον ὄντα Πέτρου, λιπαρῆσαι ὡς ἂν καὶ διὰ γραφῆς ὑπόμνημα τῆς διὰ λόγου παραδοθείσης αὐτοῖς καταλείψοι διδασκαλίας, μὴ πρότερόν τε ἀνεῖναι ἢ κατεργάσασθαι τὸν ἄνδρα, καὶ ταύτῃ αἰτίους γενέσθαι τῆς τοῦ λεγομένου κατὰ Μᾶρκον εὐαγγελίου γραφῆς.
|
000-00-00 Serial Number=0906655550
[00148]
|
Ταύτῃ τοι ἡ προφητεία τὸ τέλειον τῇ τοῦ ἀνδρὸς τετίμηκεν προσηγορίᾳ καὶ διά γε τοῦ ∆αβὶδ ἐπὶ μὲν τοῦ διαβόλου ἄνδρα αἱμάτων φησὶ βδελύσσεται κύριος, ἄνδρα αὐτὸν ὡς τέλειον ἐν κακίᾳ καλεῖ·
|
[00152]
|
Σαφέστατα δὲ Ἐφεσίοις γράφων ἀπεκάλυψεν τὸ ζητούμενον ὧδέ πως λέγων μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν [1.5.18.4] εἰς αὐτὸν τὰ πάντα·
|
[00344]
|
ἐπὶ δὲ γέγονα ἀνήρ, οὐκέτι τὰ τοῦ νηπίου, τουτέστι τὰ τοῦ νόμου, ἀλλὰ τὰ τοῦ ἀνδρὸς φρονῶ, τουτέστι τὰ τοῦ Χριστοῦ, ὃν μόνον ἄνδρα ἡ γραφή, καθὼς προειρήκαμεν, καλεῖ, κατήργηκα τὰ τοῦ νηπίου.
|
[00408]
|
Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας·
|
[01024]
|
ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος ἀθῴου, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, ἀφανίσωμεν αὐτὸν ὥσπερ Ἅιδης [1.10.95.1] ζῶντα.
|
[01777]
|
[2.8.66.1] Ἀλλὰ γὰρ μὴ λάθωμεν ὥσπερ οἱ γῦπες τὰ μύρα βδελυττόμενοι ἢ οἱ κάνθαροιτούτους γὰρ ῥοδίνῳ χρισθέντας μύρῳ τελευτᾶν λέγουσιν, καὶ τούτων ἐγκριτέον ὀλίγα τινὰ τῶν μύρων ταῖς γυναιξίν, ὅσα μὴ καρῶσι τὸν ἄνδρα·
|
[01828]
|
Στέφανον μὲν γυναικὸς τὸν ἄνδρα ὑποληπτέον, ἀνδρὸς δὲ τὸν γάμον, ἄνθη δὲ τοῦ γάμου τὰ τέκνα ἀμφοῖν, ἃ δὴ τῶν σαρκικῶν λειμώνων ὁ θεῖος δρέπεται γεωργός.
|
[02212]
|
Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
|
[02403]
|
ἄνδρα δείκνυσιν ἡ τοῦ γενείου κόμη·
|
[02470]
|
ἐγὼ δὲ αἰσχύνομαι κωμῳδουμένης ἐς τοσοῦτον τῆς γυναικωνίτιδος, ἣ βοηθὸς γενομένη εἶτα μέντοι προσαπολλύει καὶ τὸν ἄνδρα.
|
[02562]
|
Ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ ∆ιογένης ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα ἧκε εἶπεν, μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ, ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν [3.3.16.2] ἐκείνου σωφρονίζων.
|
[02582]
|
Ὁ γὰρ θεὸς τὴν μὲν γυναῖκα λείαν ἠθέλησεν εἶναι, αὐτοφυεῖ τῇ κόμῃ μόνῃ ὥσπερ ἵππον τῇ χαίτῃ γαυρουμένην, τὸν δὲ ἄνδρα καθάπερ τοὺς λέοντας γενείοις κοσμήσας καὶ τοῖς λασίοις
|
[02590]
|
Ὃ δέ προήκατο γὰρ τὸ λεῖον ἔμεινέν τε ἀνὴρ καὶ τὸν ἄνδρα δεικνύει·
|
[02604]
|
ὁ γὰρ ὑπὸ τὰς αὐγὰς τὸν ἄνδρα ἀρνούμενος πρόδηλός ἐστι νύκτωρ [3.3.20.4] ἐλεγχόμενος γυνή.
|
[02701]
|
Πενία δέ, φησίν, ἄνδρα ταπεινοῖ·
|
[02721]
|
[3.5.33.1] Καὶ οἱ μὲν παλαιοὶ τῶν ἀθλητῶν γυμνὸν δεικνύναι τὸν ἄνδρα αἰδούμενοι ἐν διαζώσμασι τὴν ἀγωνίαν ἐκτελοῦντες τὸ αἰδῆμον ἐφύλαττον·
|
[02970]
|
Οὐ μόνον οὖν αὐστηρὸν δεικνύει τὸν ἄνδρα τῆς κεφαλῆς τὸ ψιλόν, ἀλλὰ καὶ δυσπαθὲς κατασκευάζει τὸ κρανίον, προσομιλεῖν ἐθίζον καὶ κρύει καὶ καύματι, καὶ τὰς ἀπὸ τούτων διωθεῖται βλάβας, ἃς ἡ κόμη σπόγγου τρόπον εἰς ἑαυτὴν ἀναλαμβάνουσα, ἐγκατασκήπτει τῷ ἐγκεφάλῳ παράμονον ἐκ τῆς νοτίδος τὴν βλάβην.
|
[03006]
|
Κάλλιστον γὰρ ἔργον γυνὴ οἰκουρὸς αὑτήν τε καὶ τὸν ἄνδρα τοῖς ἰδίοις περιβάλλουσα κοσμήμασι, δι' ὧν ἀγάλλονται πάντες, οἱ μὲν παῖδες ἐπὶ τῇ μητρί, ὁ δὲ ἀνὴρ ἐπὶ τῇ γυναικί, αὕτη δὲ ἐπὶ τούτοις, [3.11.67.3] πάντες δὲ ἐπὶ τῷ θεῷ.
|
[03015]
|
Σαμψὼν γοῦν τὸν γεννάδαν ἡ πόρνη νενίκηκεν, καὶ τὸν ἄνδρα ἔκειρεν αὐτοῦ ἑτέρα γυνή.
|
[03110]
|
[3.11.79.3] Ἐπὶ δὲ τὴν ἐκκλησίαν ἀκτέον τὴν γυναῖκα καὶ τὸν ἄνδρα ἐστολισμένους κοσμίως, ἀπλάστῳ βαδίσματι, ἐχεμυθίαν ἀσπαζομένους, ἀγάπην ἀνυπόκριτον κεκτημένους, ἁγνοὺς τὰ σώματα, ἁγνοὺς τὰς καρδίας, ἐπιτηδείους [3.11.79.4] προσεύξασθαι τῷ θεῷ.
|
000-00-00 Serial Number=0369614065
[00112]
|
ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
|
[00113]
|
Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς προὔτρεπεν Ἰωάννης [1.9.5] νοῆσαι τὸν γεωργόν, ζητῆσαι τὸν ἄνδρα.
|
[00115]
|
Ἐπεὶ γὰρ πολλὰ τὰ τέκνα τῆς εὐγενοῦς, ἄπαις δὲ ἦν διὰ ἀπείθειαν ἡ πολύπαις ἀνέκαθεν Ἑβραία γυνή, ἡ στεῖρα τὸν ἄνδρα λαμβάνει καὶ ἡ ἔρημος τὸν γεωργόν·
|
[01276]
|
Ἀπόλαβε τὸν Χριστόν, ἀπόλαβε τὸ βλέπειν, ἀπόλαβέ σου τὸ φῶς, ὄφρ' εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
|
000-00-00 Serial Number=0814906001
[00309]
|
Μουσάων, αἵτ' ἄνδρα πολυφραδέοντα τιθεῖσι θέσπιον, αὐδήεντα·
|
[00500]
|
[1.13.57.4] πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον), εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα·
|
[01274]
|
μὴ κτενεῖς δέ με ὥσπερ τὸν ἐχθὲς ἄνδρα;
|
[01417]
|
διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστὶ δύναμις θεία, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένη, οὐκ ἄνευ τοῦ σωτῆρος τοῦ καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὁρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδη καὶ τὸ βέλτιστον ἀποδεδωκότος, ὄφρ' εὖ γινώσκοιμεν ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
|
[01600]
|
ὅ τε Ἐλεάτης ξένος τὸν [2.4.19.1] βασιλικὸν καὶ πολιτικὸν ἄνδρα νόμον ἔμψυχον ἀποφαίνεται.
|
[01715]
|
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
|
[02124]
|
παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται, καὶ ἔστιν ὁ θεὸς ἀναίτιος·
|
[02594]
|
καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν [2.22.135.2] ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ [2.22.135.3] δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν·
|
[02619]
|
οὔτε οὖν παντὶ γαμητέον πᾶσαν οὔτε πάντοτε, ἀλλ' οὐδὲ παντελῶς καὶ ἀνέδην, ἀλλὰ τῷ πως ἔχοντι καὶ ὁποίαν καὶ ὁπότε δεῖ, καὶ χάριν παίδων καὶ τὴν κατὰ πάντα ὁμοίαν καὶ μὴ βίᾳ [2.23.138.1] ἢ ἀνάγκῃ στέργουσαν τὸν ἀγαπῶντα ἄνδρα.
|
[02659]
|
εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ' οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς·
|
[02676]
|
[2.23.147.1] εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα.
|
[03037]
|
ἐπεὶ τίνι λόγῳ ὁ ἀπόστολος Παῦλος ἡγιάσθαι λέγει τὴν γυναῖκα ὑπὸ τοῦ ἀνδρὸς ἢ τὸν ἄνδρα ὑπὸ τῆς [3.6.47.2] γυναικός;
|
[03128]
|
πενία δὲ ἄνδρα ταπεινοῖ·
|
[03234]
|
ἢ οὐχὶ ἄνδρα καὶ γυναῖκα καὶ τέκνον τοὺς τρεῖς λέγει, ὅτι ἀνδρὶ γυνὴ διὰ θεοῦ [3.10.68.2] ἁρμόζεται;
|
[03333]
|
οὐ γάρ, ὥς τινες ἐξηγήσαντο, δέσιν γυναικὸς πρὸς ἄνδρα τὴν σαρκὸς πρὸς τὴν φθορὰν ἐπιπλοκὴν μηνύεσθαι ὑποτοπητέον·
|
[03350]
|
[3.12.82.2] χωρίζει δὲ καὶ τὸν παλαιὸν ἄνδρα καὶ τὸν καινὸν ὁ Τατιανός, ἀλλ' οὐχ ὡς ἡμεῖς φαμεν·
|
[03351]
|
παλαιὸν μὲν ἄνδρα τὸν νόμον, καινὸν δὲ τὸ εὐαγγέλιον συμφωνοῦμεν αὐτῷ καὶ αὐτοὶ λέγοντες, πλὴν οὐχ ᾗ [3.12.82.3] βούλεται ἐκεῖνος καταλύων τὸν νόμον ὡς ἄλλου θεοῦ·
|
[03415]
|
ναὶ μὴν καὶ τὸν τῆς μιᾶς γυναικὸς ἄνδρα πάνυ ἀποδέχεται, κἂν πρεσβύτερος ᾖ κἂν διάκονος κἂν λαϊκός, [3.12.90.2] ἀνεπιλήπτως γάμῳ χρώμενος·
|
[03417]
|
πάλιν τε αὖ ὁ σωτὴρ τοὺς Ἰουδαίους γενεὰν εἰπὼν πονηρὰν καὶ μοιχαλίδα διδάσκει μὴ ἐγνωκότας νόμον ὡς ὁ νόμος βούλεται, παραδόσει δὲ τῇ τῶν πρεσβυτέρων καὶ ἐντάλμασιν ἀνθρώπων κατηκολουθηκότας, μοιχεύειν τὸν νόμον, οὐχ ὡς ἄνδρα καὶ κύριον τῆς παρθενίας [3.12.90.3] αὐτῶν δεδεγμένους.
|
[03546]
|
τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
|
[03978]
|
ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν.
|
[04324]
|
[7εὗρον] ἄνδρα κατὰ τὴν καρδίαν μου, [4.17.107.2] ∆αβὶδ τὸν τοῦ Ἰεσσαί·
|
[04408]
|
τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν [4.18.117.2] κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι, τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρη δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, [4.18.117.3] τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντες·
|
[04446]
|
[4.19.123.2] Ἕλοιτ' ἂν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπ' ἀρετήν, πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ [4.19.123.3] σωτηρίαν διαφέρειν νομίζεται·
|
[04448]
|
οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν [4.19.124.2] οὐκ ἐπ' ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ' ἡμῖν.
|
[04505]
|
ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
|
[04759]
|
γράψον [4.26.169.1] τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.
|
[05924]
|
δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν·
|
[06296]
|
[6.2.16.2] Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος ἐχθρὸν ἄνδρα [6.2.16.3] ῥᾷον φυλάξασθαι ἢ φίλον ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ·
|
[06971]
|
καὶ μή τι οὕτως μετατίθεται εἰς τὸν ἄνδρα ἡ γυνή, [6.12.101.1] ἀθήλυντος ἐπ' ἴσης καὶ ἀνδρικὴ καὶ τελεία γενομένη.
|
[07010]
|
ἐν νεφέλαις τούτους ἀρθέντας γράφει ὁ ἀπόστολος διακονήσειν μὲν τὰ πρῶτα, ἔπειτα ἐγκαταταγῆναι τῷ πρεσβυτερίῳ κατὰ προκοπὴν δόξης (δόξα γὰρ δόξης διαφέρει), ἄχρις ἂν εἰς τέλειον ἄνδρα αὐξήσωσιν.
|
[07061]
|
καὶ ἡ μὲν τελεία κληρονομία τῶν εἰς ἄνδρα τέλειον ἀφικνουμένων κατ' εἰκόνα τοῦ κυρίου, ἡ δὲ ὁμοίωσις οὐχ, ὥς τινες, ἡ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπειον [6.14.114.5] (ἄθεος γὰρ ἥδε ἡ ἐπιφορά) οὐδὲ μὴν ἡ κατ' ἀρετήν, ἡ πρὸς τὸ πρῶτον αἴτιον·
|
[07278]
|
πέμπτῃ δ' ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν·
|
[07552]
|
διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ <αἱ> πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (δικαίῳ γὰρ νόμος οὐ κεῖται) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ' αὖ κακία ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην ἐπεκτεινομένην εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν καταντήσῃ εἰς ἄνδρα [7.2.10.2] τέλειον, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν.
|
[08043]
|
ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορ μὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ' ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ τὴν κλῆσιν ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι βεβαιοῦσιν καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν [7.11.67.1] λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
|
[08055]
|
ἡ δὲ δι' αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.
|
[08057]
|
διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν, ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, τέλειον ὡς ἀληθῶς ἄνδρα εἰς μέτρον ἡλικίας αὐξήσαντα.
|
[08233]
|
[7.14.84.2] καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι' ἀγάπης εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, ἰσάγγελος ἀληθῶς γενομένη, πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ [7.14.84.3] δόγματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα.
|
[08539]
|
χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας ὡς τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματά τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα, ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν, εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε [8.3.8.3] συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»