Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐγκράτειαν [25]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐγκράτειαν


000-00-00 Serial Number=0564392507
Paedagogus Ante [Go Back]  
 [01262]  [2.1.16.1] Ματθαῖος μὲν οὖν ὁ ἀπόστολος σπερμάτων καὶ ἀκροδρύων καὶ λαχάνων ἄνευ κρεῶν μετελάμβανεν, Ἰωάννης δὲ ὑπερτείνας τὴν [2.1.16.2] ἐγκράτειαν ἀκρίδας καὶ μέλι ἤσθιεν ἄγριον.
000-00-00 Serial Number=0933695674
Protrepticus Ante [Go Back]  
 [01063]  [10.93.1] Μετανοήσωμεν οὖν καὶ μεταστῶμεν ἐξ ἀμαθίας εἰς ἐπιστήμην, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀθεότητος εἰς [10.93.2] θεόν.
000-00-00 Serial Number=0698283732
Stromata Ante [Go Back]  
 [00256]  εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν δι' αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα, εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο.
 [01298]  ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δι' ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ' ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ' ἀληθείας, τὸ τέλος [1.24.159.4] εἰς εὐσέβειαν ἀναφέρων θεοῦ.
 [02148]  [2.18.78.1] Προφανεῖς μὲν οὖν καὶ πᾶσαι <αἱ> ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ σωφροσύνην καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονὴν καὶ τὴν σεμνότητα καὶ [2.18.78.2] ἐγκράτειαν τήν τε ἐπὶ τούτοις εὐσέβειαν.
 [02175]  ὁ γὰρ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐνδεὲς διά τε τὸ σῶμα διά τε τὴν γένεσιν αὐτὴν ἔχων, ὀλίγων δὲ διὰ τὴν λογικὴν ἐγκράτειαν [2.18.81.3] δεῖσθαι δεδιδαγμένος.
 [02361]  [2.20.105.1] Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον·
 [02869]  γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν [3.4.25.3] ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος.
 [02950]  ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι' ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπ' αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν [3.4.37.1] βάρβαρον ἐθελῆσαι Ξέρξην <φασίν>;
 [02978]  ἢ γάρ τοι ἀδιαφόρως ζῆν διδάσκουσιν, ἢ τὸ ὑπέρτονον ᾄδουσαι ἐγκράτειαν διὰ [3.5.40.3] δυσσεβείας καὶ φιλαπεχθημοσύνης καταγγέλλουσι.
 [02985]  εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον.
 [03028]  [3.6.46.3] οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλ' οὐ πνεύματι.
 [03149]  λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι [3.7.57.3] τοῦ θεοῦ.
 [03157]  [3.7.58.2] καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ' ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώ φρονι παιδοποιούμενος θελήματι.
 [03159]  [3.7.59.1] ἀλλὰ γὰρ οὐ μόνον περί τι ἓν εἶδος τὴν ἐγκράτειαν συνορᾶν προσήκει, τουτέστι τὰ ἀφροδίσια, ἀλλὰ γὰρ καὶ περὶ τὰ ἄλλα ὅσα σπαταλῶσα ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις, [3.7.59.2] περιεργαζομένη δὲ τὴν χλιδήν.
 [03165]  [3.7.59.4] Ἡμεῖς μὲν οὖν δι' ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δι' αὐτὸ τὸ καλὸν ἐγκράτειαν ἀσπαζόμεθα, τὸν νεὼν τοῦ πνεύματος ἁγιάζοντες·
 [03230]  σημαίνει γὰρ καὶ διὰ τούτων ἐφ' ἡμῖν εἶναι καὶ οὐκ ἐξ ἀνάγκης κατὰ κώλυσιν ἐντολῆς ἤτοι τὴν ἐγκράτειαν ἢ καὶ τὸν γάμον, καὶ ὅτι ὁ γάμος συνεργάζεταί [3.9.67.1] τι τῇ κτίσει προσδιασαφῶν.
 [03262]  ὅθεν εἰκότως καὶ ὁ Μωυσῆς κατ' ὀλίγον εἰς ἐγκράτειαν προβιβάζων τοὺς Ἰουδαίους τριῶν ἡμερῶν κατὰ τὸ ἑξῆς ἀπεσχημένους ἀφροδισίου [3.11.73.2] ἡδονῆς προσέταξεν ἐπακούειν τῶν θείων λόγων.
 [03317]  προσέθηκε γὰρ τὸ μὲν ἐκ συμφώνου, ἵνα μή τις διαλύσῃ τὸν γάμον, πρὸς καιρὸν δὲ ὡς μὴ κατὰ ἀνάγκην ἐπιτηδεύων τὴν ἐγκράτειαν ὁ γήμας ὀλισθήσῃ ποτὲ εἰς ἁμαρτίαν, φειδοῖ μὲν τῆς ἑαυτοῦ συζυγίας, ἐπιθυμίᾳ δὲ ἀλλοτρίᾳ [3.12.79.2] περιπεσών.
 [03381]  καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον, ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς [3.12.86.2] ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως.
 [03495]  ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.
 [03521]  [3.18.105.1] Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἳ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ' εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας·
 [03598]  ᾗ μοι δοκεῖ τὸ σάββατον δι' ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι ** καὶ τί ποτ' ἐστὶν ᾧ διαφέρει [4.3.8.7] θηρίων ἄνθρωπος;
 [04365]  ὁ ταπεινόφρων μαρτυρείτω μὴ ἑαυτῷ, ἀλλ' ἐάτω ὑφ' ἑτέρου αὑτὸν μαρτυρεῖσθαι ὁ ἁγνὸς τῇ σαρκὶ μὴ ἀλαζονευέσθω, γινώσκων ὅτι ἕτερός ἐστιν ὁ [4.17.110.5] ἐπιχορηγῶν αὐτῷ τὴν ἐγκράτειαν.
 [06790]  τὸ γὰρ ἔχειν τοιαύτας ἐπιθυμίας, ὡς σωφροσύνης δεῖσθαι πρὸς τὴν τούτων ἐγκράτειαν, οὐδέπω [6.9.76.3] καθαροῦ, ἀλλ' ἐμπαθοῦς, ἀνδρεία τε διὰ φόβον καὶ δειλίαν παραλαμβάνεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»