Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐμφαίνων [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐμφαίνων


000-00-00 Serial Number=0575132847
Paedagogus Ante [Go Back]  
 [00126]  Οὐκ ἤρκει τὸ πῶλον εἰρηκέναι μόνον, ἀλλὰ καὶ τὸ νέον προσέθηκεν αὐτῷ, τὴν ἐν Χριστῷ νεολαίαν τῆς ἀνθρωπότητος καὶ ἀγήρω μετὰ ἁπλότητος ἀιδιότητα ἐμφαίνων.
 [03074]  Ἔμπαλιν γοῦν τὴν μετὰ τῶν φαύλων συνδιαίτησιν ἀνθρώπων ὑώδη γνωρίζων ὁ πάνσοφος διὰ Μωυσέως παιδαγωγὸς χοιρείων ἀπηγόρευσεν μεταλαμβάνειν τῷ λαῷ τῷ πρεσβυτέρῳ, ἐμφαίνων μὴ δεῖν τοὺς θεὸν ἐπιβοωμένους ἀκαθάρτοις ἀναμίγνυσθαι ἀνθρώποις, οἳ δίκην ὑῶν ἡδοναῖς σωματικαῖς καὶ δεισαλέαις τροφαῖς καὶ γαργαλισμοῖς ἀσελγέσι κνηστιῶντες πρὸς ἀφροδίτην [3.11.75.4] κακόχαρτον ἡδονὴν χαίρουσιν.
000-00-00 Serial Number=0232590377
Stromata Ante [Go Back]  
 [03545]  καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ [3.18.108.1] τῷ ἀνδρί, μεθ' ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών·
 [03651]  ὃς ἂν καταλείψῃ πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς καὶ τὰ ἑξῆς ἕνεκεν τοῦ εὐαγγελίου καὶ τοῦ ὀνόματός μου, μακάριος οὑτοσί, οὐ τὴν ἁπλῆν ἐμφαίνων μαρτυρίαν, ἀλλὰ τὴν γνωστικήν, ὡς κατὰ τὸν κανόνα τοῦ εὐαγγελίου πολιτευσάμενος διὰ [4.4.15.5] τῆς πρὸς τὸν κύριον ἀγάπης·
 [03674]  καὶ ὅτι γε εἰκόνες τὰ παλαιὰ κατορθώματα εἰς τὰ ἡμεδαπὰ ἐπανορθώματα ἔκκεινται, ἐμφαίνων ὁ ἀπόστολος ὥστε τοὺς δεσμούς μου φησὶ φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ θεοῦ λαλεῖν, ἐπεὶ καὶ τὰ μαρτύρια [4.5.19.4] ἐπιστροφῆς ἐστι παραδείγματα ἐνδόξως ἡγιασμένα.
 [03761]  ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ' αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον [4.6.33.7] αἰτουμένους.
 [04362]  ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν·
 [05170]  ταύτῃ τοι ἀποδὺς τὸν ἡγιασμένον χιτῶνα ὁ ἀρχιερεὺς (κόσμος δὲ καὶ ἡ ἐν κόσμῳ κτίσις ἡγίασται πρὸς τοῦ καλὰ συγκαταθεμένου τὰ γινόμενα) λούεται καὶ τὸν ἄλλον ἐνδύεται ἅγιον ἁγίου ὡς εἰπεῖν χιτῶνα, τὸν [5.6.39.4] συνεισιόντα εἰς τὰ ἄδυτα αὐτῷ, ἐμοὶ δοκεῖν ἐμφαίνων τὸν Λευίτην καὶ γνωστικὸν ὡς ἂν τῶν ἄλλων ἱερέων ἄρχοντα, ὕδατι ἀπολελουμένων ἐκείνων καὶ πίστιν ἐνδεδυμένων μόνην καὶ τὴν ἰδίαν ἐκδεχομένων μονήν, αὐτὸν διακρίναντα τὰ νοητὰ τῶν αἰσθητῶν, κατ' ἐπανάβασιν τῶν ἄλλων ἱερέων σπεύδοντα ἐπὶ τὴν τοῦ νοητοῦ δίοδον, τῶν τῇδε ἀπολουόμενον οὐκέτι ὕδατι, ὡς πρότερον ἐκαθαίρετο εἰς Λευιτικὴν [5.6.40.1] ἐντασσόμενος φυλήν, ἀλλ' ἤδη τῷ γνωστικῷ λόγῳ.
 [05645]  τῶν μικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δι' ἀγγέλων τῶν [5.14.91.4] ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν·
 [05725]  τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ·
 [05766]  ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἔραστον καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ' ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, [5.14.102.4] παρακελευόμενος κατὰ λέξιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»