Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιθυμεῖν [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιθυμεῖν


000-00-00 Serial Number=0149194300
Eclogae propheticae Ante [Go Back]  
 [00212]  [47.1] Ὁ λόγος τῆς κτήσεως ἀφίστασθαι οὐ κελεύει, ἀλλ' ἀπροσπαθῶς διοικεῖν τὴν κτῆσιν, ἐπισυμβάντος δέ τινος μὴ ἀγανακτεῖν μηδὲ λυ πεῖσθαι μηδὲ ἐπιθυμεῖν κτήσασθαι·
000-00-00 Serial Number=0697967052
Fragmenta Ante [Go Back]  
 [00297]  ἐκ γὰρ τοῦ ὑστερεῖν τὸ ἐπιθυμεῖν ἐστιν, ἐκ δὲ τοῦ πάντα ἔχειν τὸ μηδενὸς ἐπιθυμεῖν.
000-00-00 Serial Number=0974439323
Paedagogus Ante [Go Back]  
 [00680]  [1.8.66.5] καθαίρει δὲ αὐτοῦ τὰς ἐξυβριζούσας παραφυάδας ὁ λόγος ἡ μάχαιρα, καρποφορεῖν, οὐκ ἐπιθυμεῖν τὰς ὀρέξεις ἀναγκάσας.
 [02133]  [2.10.102.1] Οὔκουν ἀφροδισίων ἡττᾶσθαι δίκαιον οὐδὲ μὴν κεχηνέναι περὶ τὰς ἐπιθυμίας, ἀλλ' οὐδὲ ἐκπαθαίνεσθαι περὶ τὰς ἀλόγους ὀρέξεις οὐδὲ ἐπιθυμεῖν μολύνεσθαι.
 [03145]  ∆υνατὸν γὰρ ἰδόντα ὀλισθεῖν, ἀμήχανον δὲ μὴ ἰδόντα [3.11.83.2] ἐπιθυμεῖν.
000-00-00 Serial Number=0314150929
Protrepticus Ante [Go Back]  
 [00334]  τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν.
 [01248]  [10.109.1] Πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ;
000-00-00 Serial Number=0975130856
Quis dives salvetur Ante [Go Back]  
 [00203]  [20.1] Ταῦτα μὴ συνιεὶς κατὰ τρόπον ὁ πολυχρήματος καὶ ἔννομος ἄν θρωπος μηδὲ ὅπως ὁ αὐτὸς καὶ πτωχὸς δύναται εἶναι καὶ πλούσιος καὶ ἔχειν τε χρήματα καὶ μὴ ἔχειν καὶ χρῆσθαι τῷ κόσμῳ καὶ μὴ χρῆσθαι, ἀπῆλθε στυγνὸς καὶ κατηφής, λιπὼν τὴν τάξιν τῆς ζωῆς, ἧς ἐπιθυμεῖν μόνον, ἀλλ' οὐχὶ καὶ τυχεῖν ἠδύνατο, τὸ δύσκολον [20.2] ποιήσας ἀδύνατον αὐτὸς ἑαυτῷ.
000-00-00 Serial Number=0389346838
Stromata Ante [Go Back]  
 [01281]  ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δι' ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε ὡς εἴρηται, ῥεχθὲν δέ τε οἱ νήπιοι ἔγνωσαν ὕστερόν τε ἐξιόντες οἱ Ἑβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπῄεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὐδὲ γὰρ ἀλλοτρίων αὐτοὺς [1.23.157.3] ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους [1.23.157.4] τῇ καταδουλώσει.
 [03148]  [3.7.57.1] Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ' ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ' ὅπως καὶ τοῦ ἐπιθυμεῖν [3.7.57.2] ἐγκρατεύηται.
 [03157]  [3.7.58.2] καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ' ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώ φρονι παιδοποιούμενος θελήματι.
 [03614]  ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι <μᾶλλον τὴν> κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν·
 [04151]  εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον <τὸ> μισεῖν μηδὲ ἕν, θελήματι τοῦ [4.12.86.2] θεοῦ καὶ <αἱ> κολάσεις ἔσονται·
 [04205]  καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ' ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς [4.13.94.3] γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ' ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ' ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, δι' οὓς καὶ ἐγένετο, πλὴν ἐφ' ὅσον γε αὐτοῖς ἀναγκαῖον [4.13.94.4] συμπαρεῖναι.
 [07321]  καθάπερ οὖν ὁ τῶν μὴ καθηκόντων ἐπιθυμῶν εὐθύνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐκ ἐφεῖται ψευδῶν πραγμάτων ἐπιθυμεῖν οὐδὲ ὑπολαμβάνειν τῶν ἐν γενέσει τὰ μὲν ἔμψυχα ἐξ ἑαυτῶν δύνασθαι, τὰ δὲ ἄψυχα καθάπαξ μὴ δύνασθαι σῴζειν ἢ βλάπτειν·
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [07716]  [7.6.30.1] Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι, οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ [7.6.30.2] γενητά, ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν.
 [08201]  ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ θεὸς βούλεται, μηδενὸς ἐπιθυμεῖν, μηδένα μισεῖν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»