Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἕνεκα [40]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἕνεκα


000-00-00 Serial Number=0407619059
Fragmenta Ante [Go Back]  
 [00302]  νῦν ἀλλήλων ἕνεκα καὶ εὐποροῦμεν καὶ ἀποροῦμεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιίᾳ [48] Μaximus Χonfessor Δe variis diff.
000-00-00 Serial Number=0205895901
Paedagogus Ante [Go Back]  
 [01880]  Ὡς μὲν οὖν ἐν φαρμάκου μοίρᾳ ἰάσεως ἕνεκα, ἔσθ' ὅπῃ δὲ καὶ διαχύσεως σώφρονος, οὐκ ἀποβλητέον τὴν ἀπὸ τῶν ἀνθῶν τέρψιν καὶ τὴν [2.8.76.2] ἀπὸ τῶν μύρων τε καὶ θυμιαμάτων ὠφέλειαν, δεδηλώκαμεν.
 [02182]  Φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος, πρὸς ἀπαλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία.
 [02845]  ἢ γὰρ καθαριότητος ἕνεκα ἢ ἀλέας ἢ ὑγιείας ἢ τελευταῖον ἡδονῆς.
 [02846]  Ἡδονῆς μὲν οὖν ἕνεκα λοῦσθαι παραπεμπτέον·
000-00-00 Serial Number=0601043403
Protrepticus Ante [Go Back]  
 [01280]  Καὶ γὰρ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων νὺξ ἂν ἦν τὰ πάντα, οὕτως εἰ μὴ τὸν λόγον ἔγνωμεν καὶ τούτῳ κατηυγάσθημεν, οὐδὲν ἂν τῶν σιτευο μένων ὀρνίθων ἐλειπόμεθα, ἐν σκότει πιαινόμενοι καὶ θανάτῳ [11.113.4] τρεφόμενοι.
000-00-00 Serial Number=0983166814
Quis dives salvetur Ante [Go Back]  
 [00212]  ἕνεκα μὲν οὖν χρημάτων ἀκτημοσύνης εὐέλπιδες ἦσαν πρὸς σωτηρίαν·
000-00-00 Serial Number=0321598828
Stromata Ante [Go Back]  
 [00080]  ὁ δὲ δι' ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν <γράφειν>, μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι.
 [00141]  πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα.
 [00301]  παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, φησίν, καὶ χρὴ μετιέναι τὸ ἐλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν.
 [00410]  [1.10.47.2] νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων, τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι <καὶ> κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο.
 [01295]  τοῦ γὰρ θυμοῦ τὸ [1.24.158.5] μὲν φιλόνικον μόνον ἐστίν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς [1.24.159.1] τῷ θυμῷ.
 [01379]  ἀλλ' ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομὰς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτήρ τε καὶ ἰατρὸς τε καλεῖται, οὐ φθόνῳ τινὶ οὐδὲ δυσμενείᾳ τῇ πρὸς τὸν πάσχοντα, ὡς δ' ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ [1.27.171.3] ἄν τις πονηρίας αἰτιάσαιτο τοῦ ἰατροῦ τὴν τέχνην·
 [01380]  τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐάν τε φεύγειν ἐάν τε ἐκτίνειν ζημίας ἐάν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτὲ [1.27.171.4] δικαιοσύνην κτᾶσθαι;
 [01385]  ἕνεκα γὰρ τοῦ διδάξαι σε τὴν δικαιοσύνην αὐτοῦ ἐπαίδευσέν σε, φησί, καὶ ἐπείρασέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ διψ<ῆν ἐποί>ησέν σε ἐν γῇ ἐρήμῳ, ἵνα γνωσθῇ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω παιδεύσει σε κύριος [1.27.172.3] ὁ θεὸς ἡμῶν.
 [01412]  καὶ ἥ γε κατὰ Πλάτωνα διαλεκτική, ὥς φησιν ἐν τῷ Πολι τικῷ, τῆς τῶν ὄντων δηλώσεως εὑρετική τίς ἐστιν ἐπιστήμη, κτητὴ δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικὰ ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ <τοῦ> τῷ θεῷ κεχαρισμένα μὲν λέγειν [1.28.177.1] δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν.
 [02006]  ἢ [2.14.60.3] γὰρ αὑτόν τις ἠγνόησεν, ὡς Κλεομένης καὶ Ἀθάμας οἱ μανέντες, ἢ τὸ πρᾶγμα ὃ πράσσει, ὡς Αἰσχύλος (τὰ μυστήρια ἐπὶ σκηνῆς ἐξειπὼν ἐν Ἀρείῳ πάγῳ κριθεὶς οὕτως ἀφείθη ἐπιδείξας αὑτὸν μὴ μεμυημένον), [2.14.60.4] ἢ τὸ περ<ὶ ὃν> πράττεται ἀγνοήσαι τις, ὥσπερ ὁ τὸν ἀντίπαλον [2.14.60.5] ἀφεὶς καὶ ἀποκτείνας οἰκεῖον ἀντὶ τοῦ πολεμίου, ἢ τὸ ἐν τίνι πράττεται, καθάπερ ὁ ταῖς ἐσφαιρωμέναις λόγχαις γυμναζόμενος καὶ [2.14.60.6] ἀποκτείνας τινὰ τοῦ δόρατος ἀποβαλόντος τὴν σφαῖραν, ἢ τὸ παρὰ τὸ πῶς, ὡς ὁ ἐν σταδίῳ ἀποκτείνας τὸν ἀνταγωνιστήν (οὐ γὰρ [2.14.60.7] θανάτου, ἀλλὰ νίκης χάριν ἠγωνίζετο), ἢ τὸ οὗ ἕνεκα πράττεται, οἷον ὁ ἰατρὸς δέδωκεν ἀντίδοτον ὑγιεινὴν καὶ ἀπέκτεινεν, ὃ δὲ οὐ τούτου χάριν δέδωκεν, ἀλλὰ τοῦ σῶσαι.
 [02256]  αὐτίκα τῶν γεννωμένων κατά τε τὰς ποίμνας κατά τε τὰ αἰπόλια καὶ βουκόλια τῆς παραχρῆμα ἀπολαύσεως, μηδὲ ἐπὶ προφάσει θυσιῶν <λαμβάνοντας, ἀπέχεσθαι> διηγόρευσεν, ἐκγόνων τε ἕνεκα καὶ μητέρων, εἰς ἡμερότητα τὸν ἄνθρωπον [2.18.92.2] κάτωθεν ἀπὸ τῶν ἀλόγων ζῴων ἀνατρέφων.
 [02364]  δεδόσθαι γὰρ τῷδε τῷ ζῴῳ ψυχὴν [2.20.105.3] πρὸς οὐδὲν ἕτερον ἢ ἕνεκα τοῦ τὰς σάρκας σφριγᾶν.
 [02454]  οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ' ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν.
 [02513]  ∆εινόμαχος δὲ καὶ Καλλιφῶν τέλος εἶναι ἔφασαν πᾶν τὸ καθ' αὑτὸν ποιεῖν ἕνεκα τοῦ ἐπιτυγχάνειν ἡδονῆς καὶ τυγχάνειν, ὅ τε Ἱερώνυμος ὁ Περιπατητικὸς τέλος μὲν εἶναι τὸ ἀοχλήτως ζῆν, τελικὸν δὲ ἀγαθὸν μόνον τὴν εὐδαιμονίαν.
 [02516]  ἕνεκα γὰρ ἡδονῆς παρελθοῦσα.
 [02518]  κατὰ δὲ τοὺς περὶ Καλλιφῶντα ἕνεκα μὲν τῆς ἡδονῆς παρεισῆλθεν ἡ ἀρετή, χρόνῳ δὲ ὕστερον τὸ περὶ αὐτὴν κάλλος κατιδοῦσα ἰσότιμον ἑαυτὴν τῇ ἀρχῇ, τουτέστι τῇ ἡδονῇ, παρέσχεν.
 [02636]  [2.23.140.1] Γαμητέον οὖν πάντως καὶ τῆς πατρίδος ἕνεκα καὶ τῆς τῶν παίδων διαδοχῆς καὶ τῆς τοῦ κόσμου τὸ ὅσον ἐφ' ἡμῖν συντελειώσεως, ἐπεὶ καὶ γάμον τινὰ οἰκτείρουσιν οἱ ποιηταὶ ἡμιτελῆ καὶ ἄπαιδα, [2.23.140.2] μακαρίζουσι δὲ τὸν ἀμφιθαλῆ.
 [02697]  οἱ δὲ ἕνεκα τῆς αἰωνίου βασιλείας εὐνουχίσαντες ἑαυτοὺς διὰ τὰ ἐκ τοῦ γάμου, φασί, συμβαίνοντα τὸν ἐπιλογισμὸν τοῦτον λαμβάνουσι, τὴν [3.1.2.1] περὶ τὸν πορισμὸν τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες.
 [02801]  δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα [3.3.17.1] δίδωσιν.
 [02865]  ἐμοὶ δὲ ἔμπαλιν δοκοῦσι γαμεῖν μὲν παιδοποιίας ἕνεκα, τῆς δὲ ἐξ [3.3.24.2] ἀφροδισίων ἡδονῆς ἐθέλειν κρατεῖν μετὰ τὴν παιδοποιίαν.
 [03616]  καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης [4.3.10.2] δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι.
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [03821]  καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκα ἐμοῦ, [4.6.41.3] ὅτι ἕξουσι τόπον ὅπου οὐ διωχθήσονται.
 [03822]  καὶ μακάριοί ἐστε, ὅταν οἱ ἄνθρωποι μισήσωσιν ὑμᾶς, ὅταν ἀφορίσωσιν, ὅταν ἐκβάλωσι τὸ [4.6.41.4] ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
 [04037]  τὰ μὲν γὰρ ἄλλων ἕνεκα πραττόμενα ἡμῖν ἑκάστοτε πράξαιμεν ἂν εἰς ἐκείνους ἀποβλέπειν πειρώμενοι, ὧν ἕνεκα γίνεσθαι δοκεῖ, μέτρον ἡγούμενοι τοῦτο τὸ ἐν ἐκείνοις κεχαρισμένον·
 [06110]  [5.14.139.2] Καὶ μυρία ἐπὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ' οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί·
 [06644]  [6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
 [06961]  δεξώμεθα οὖν τὴν γνῶσιν οὐ τῶν ἀποβαινόντων ἐφιέμενοι, ἀλλ' αὐτοῦ ἕνεκα τοῦ γινώσκειν ἀσπαζόμενοι.
 [07170]  ἔστι γοῦν ὁ τρόπος λέξις παραγεγραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατασκευῆς ἕνεκα καὶ φράσεως τῆς ἐν τῷ [6.15.129.4] λόγῳ εὐχρηστίας χάριν.
 [07333]  οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰς> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ' ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ [6.17.150.1] γενέσθαι βασιλέα καρπουμένων.
 [07787]  [7.7.37.1] Οὔκουν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ' ἕνεκα, καὶ ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ἤρεσεν τοῖς Στωϊκοῖς, μάλιστα ἀκοῆς [7.7.37.2] καὶ ὄψεως, μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι·
 [08290]  πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»