Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἕξιν [23]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἕξιν


000-00-00 Serial Number=0686101437
Stromata Ante [Go Back]  
 [00109]  συνελόντι γὰρ φάναι ἡ συγγυμνασία [1.1.12.3] ἕξιν ἐμποιεῖ ὑγιεινὴν καὶ πνεύμασι καὶ σώμασιν.
 [00474]  τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
 [01519]  τὴν γοῦν ἐπιστήμην ὁρίζονται φιλοσόφων παῖδες ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου.
 [02163]  ἐπεὶ δ' οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, τὴν δὲ σωφροσύνην ἕξιν ἐν αἱρέσει καὶ φυγῇ σῴζουσαν τὰ τῆς φρονήσεως κρίματα, παράκειται τε τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων, ἥ τε μεγαλοψυχία, ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα, ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια, ἔκκλισις οὖσα σὺν λόγῳ.
 [02575]  Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ καταστάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας.
 [03244]  ὅταν δὲ καὶ τούτων ὑπεραναβάς, τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, ἔργῳ ἀγαπήσῃ τὴν κτίσιν διὰ τὸν πάντων θεόν τε καὶ ποιητήν, γνωστικῶς βιώσεται, ἕξιν ἐγκρατείας ἄπονον περιπεποιημένος κατὰ τὴν πρὸς τὸν σωτῆρα ἐξομοίωσιν, ἑνώσας τὴν γνῶσιν, [3.10.69.4] πίστιν, ἀγάπην, εἷς ὢν ἐνθένδε τὴν κρίσιν καὶ πνευματικὸς ὄντως, ἀπαράδεκτος τῶν κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν διαλογισμῶν πάντῃ πάντως, ὁ κατ' εἰκόνα ἐκτελούμενος τοῦ κυρίου πρὸς αὐτοῦ τοῦ τεχνίτου, ἄνθρωπος τέλειος, ἄξιος ἤδη τοῦ ἀδελφὸς πρὸς τοῦ κυρίου ὀνομάζεσθαι, φίλος ἅμα οὗτος καὶ υἱός ἐστιν.
 [03603]  κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ [4.3.9.1] ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.
 [03670]  ἐν γοῦν τῷ ζῆν τὸ εὖ ζῆν κατορθοῦται, καὶ εἰς ἕξιν ἀιδιότητος παραπέμπεται ὁ διὰ σώματος μελετήσας εὐζωίαν.
 [03679]  κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον [4.5.21.1] τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι.
 [03741]  μαθεῖν οὖν ἀνάγκη ὅπως ἑκάστῳ τῶν προσπιπτόντων χρηστέον ὡς δι' εὐζωίας γνωστικῆς εἰς ἕξιν ἀιδίου [4.6.32.2] συνασκηθῆναι ζωῆς.
 [04642]  μυστικῶς οὖν ἐφ' ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ [4.23.152.1] κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.
 [05364]  τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
 [05437]  τοὺς δὲ μὴ μόνον πρὸς ἓν τούτων, ἀλλὰ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι καὶ [5.11.69.6] τελείους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
 [05572]  ἆρ' οὐ δοκεῖ σοι τὴν <οὐκ> εἰς πάντας ἥκουσαν γνωστικὴν ἕξιν θείαν μοῖραν [5.13.83.4] ᾐνίχθαι;
 [06691]  Ἐντεῦθεν δὲ ἄρα γνῶσιν εἴτε σοφίαν συνασκηθῆναι χρὴ εἰς ἕξιν θεωρίας ἀίδιον καὶ ἀναλλοίωτον·
 [06782]  ἡ μὲν γὰρ γνῶσις συνάσκησιν, ἡ συνάσκησις δὲ ἕξιν ἢ διάθεσιν, ἡ κατάστασις δὲ ἡ τοιάδε ἀπάθειαν ἐργάζεται, οὐ μετριοπάθειαν·
 [06806]  ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ' ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ [6.9.78.5] μυστικῇ ἀμετάπτωτος δι' ἀγάπην μένει·
 [07531]  [7.2.7.5] οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ' ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ [7.2.7.6] φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν.
 [07552]  διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ <αἱ> πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (δικαίῳ γὰρ νόμος οὐ κεῖται) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ' αὖ κακία ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην ἐπεκτεινομένην εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν καταντήσῃ εἰς ἄνδρα [7.2.10.2] τέλειον, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν.
 [07804]  <ἀεὶ> τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ [7.7.39.1] ἀγαθόν.
 [07868]  οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥᾳθυμίας ὀλισθήσαντας αὖθις χαμαὶ μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην [7.7.46.7] ἐπιτηδειότητος ἐκθλίψαντας ἑαυτούς.
 [08031]  οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»