Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἕπεσθαι [11]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἕπεσθαι


000-00-00 Serial Number=0426093459
Paedagogus Ante [Go Back]  
 [00257]  Σωτηρία τοίνυν τὸ ἕπεσθαι Χριστῷ.
000-00-00 Serial Number=0537984908
Protrepticus Ante [Go Back]  
 [01144]  ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν.
 [01390]  Ἐχομένους δὲ ἀπρὶξ τῆς ἀληθείας παντὶ σθένει ἕπεσθαι χρὴ τῷ θεῷ σωφρονοῦντας καὶ πάντα αὐτοῦ νομίζειν, ὥσπερ ἔστι, πρὸς δὲ καὶ ἡμᾶς τὸ κάλλιστον τῶν κτημάτων μεμαθηκότας ὄντας αὐτοῦ, σφᾶς αὐτοὺς ἐπιτρέπειν τῷ θεῷ, ἀγαπῶντας κύριον τὸν θεὸν καὶ τοῦτο [12.122.3] παρ' ὅλον τὸν βίον ἔργον ἡγουμένους.
000-00-00 Serial Number=0254739761
Stromata Ante [Go Back]  
 [00043]  ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν [1.1.5.3] τῶν ἐντολῶν.
 [01810]  τίμα τὸν κύριον καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον, τὸ φοβεῖσθαι ἁμαρτάνειν, ἕπεσθαι δὲ ταῖς ὑπὸ θεοῦ δοθείσαις ἐντολαῖς τιμὴν εἶναι τοῦ θεοῦ [2.8.40.1] ἐκδεχόμεθα.
 [01891]  πολλάκις δὲ ἐπαναλαμβάνουσα ἡ γραφὴ τὸ ἐγὼ κύριος ὁ θεὸς ὑμῶν δυσωπεῖ μὲν διατρεπτικώτατα, ἕπεσθαι διδάσκουσα τῷ τὰς ἐντολὰς δεδωκότι θεῷ, ὑπομιμνῄσκει δὲ ἠρέμα ζητεῖν τὸν θεὸν καὶ ὡς οἷόν τε γινώσκειν ἐπιχειρεῖν, ἥτις ἂν εἴη θεωρία μεγίστη, ἡ ἐποπτική, ἡ τῷ ὄντι ἐπιστήμη, ἡ ἀμετάπτωτος λόγῳ γινομένη.
 [02445]  τοιοῦτοι δὲ καὶ οἱ φάσκοντες ἑαυτοὺς Νικολάῳ ἕπεσθαι, ἀπομνημόνευμά τι τἀνδρὸς φέροντες ἐκ παρατροπῆς τὸ δεῖν [2.20.118.4] παραχρῆσθαι τῇ σαρκί.
 [02995]  ἐπεὶ δὲ βίος τις ἡμῖν μακάριος δι' ἐντολῶν ἐπιδέδεικται, ὧν χρὴ πάντας ἐχομένους μὴ παρακούοντας τῶν εἰρημένων τινὸς μηδὲ ὀλιγωροῦντας τῶν προσηκόντων, κἂν ἐλάχιστον ᾖ, ἕπεσθαι ᾗ ἂν ὁ λόγος ἡγῆται, εἰ <δὲ> σφαλείημεν αὐτοῦ, ἀθανάτῳ κακῷ [3.5.42.5] περιπεσεῖν ἀνάγκη, κατακολουθήσασι δὲ τῇ θείᾳ γραφῇ, δι' ἧς ὁδεύουσιν οἱ πεπιστευκότες, ἐξομοιοῦσθαι κατὰ δύναμιν τῷ κυρίῳ, οὐκ ἀδιαφόρως βιωτέον, ἀλλὰ καθαρευτέον εἰς δύναμιν τῶν ἡδονῶν καὶ τῶν ἐπιθυμιῶν ἐπιμελητέον τε τῆς ψυχῆς, ᾗ πρὸς μόνῳ τῷ θείῳ [3.5.42.6] διατελεστέον.
 [05097]  [5.5.31.1] Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν [5.5.31.2] οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.
 [05343]  [5.9.59.4] αἱ γοῦν Ἰάδες μοῦσαι διαρρήδην λέγουσι τοὺς μὲν πολλοὺς καὶ δοκησισόφους δήμων ἀοιδοῖσιν ἕπεσθαι καὶ νόμοισι χρέεσθαι, εἰδότας ὅτι πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί·
 [08378]  οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει, ὡς ἕπεσθαι δύνασθαι τῷ θεῷ, ἐξ ἀρχῆς τὰ πάντα [7.16.100.4] εὐθεῖαν περαίνοντι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»