000-00-00 Serial Number=0367560685
[00014]
|
Ἴασις οὖν τῶν παθῶν ἐνθένδε ἕπεται, κατὰ τὰς παραμυθίας τῶν εἰκόνων ἐπιρρωννύντος τοῦ παιδαγωγοῦ τὰς ψυχὰς καὶ ὥσπερ ἠπίοις φαρμάκοις ταῖς ὑποθήκαις ταῖς φιλανθρώποις εἰς τὴν παντελῆ τῆς ἀληθείας γνῶσιν τοὺς κάμνοντας διαιτωμένου.
|
[00038]
|
τὸ ἁμάρτημα ἐλεγκτικῶς τὸ προυπάρξαν διὰ τῆς ἑπομένης δείκνυται ῥήσεως, καθὸ ἡ δικαία κρίσις ἕπεται, καὶ τοῦτο ἐμφανῶς διὰ τῶν προφητῶν καταφαίνεται, ὡς, εἰ μὴ ἥμαρτες, λεγόντων, οὐκ ἂν τάδε ἠπείλησεν, καὶ διὰ τοῦτο οὕτως λέγει κύριος καὶ ἀνθ' ὧν οὐκ ἠκούσατε τῶν λόγων τούτων, διὰ τοῦτο τάδε λέγει κύριος καὶ διὰ τοῦτο ἰδοὺ λέγει κύριος.
|
[00253]
|
ὡς δὲ ἅμα τῷ κελεῦσαι αὐτὸν πάντα γίνεται, οὕτως ἕπεται τῷ χαρίσασθαι μόνον βουληθῆναι αὐτὸν τὸ πεπληρῶσθαι τὴν χάριν.
|
[00319]
|
ἕπεται δὲ ἐξ ἀνάγκης τῷ ὑπομνησθέντι τῶν βελτιόνων ἡ μετάνοια ἡ ἐπὶ τοῖς ἥττοσιν·
|
[00577]
|
Ὅρα πῶς μὲν ἕπεται τῷ δικαίῳ ὁ παιδαγωγός, ὅπως δὲ καὶ ἀλείφει τὸν ἀσκητήν, πτερνίζειν διδάσκων τὸν [1.7.57.4] ἀνταγωνιστήν.
|
[00654]
|
οὐ γὰρ πρὸς χάριν κρίνει, ἀλλὰ τοῦ κατ' ἀξίαν ἑκάστῳ ἐστὶν ἀπονεμητική, ἕπεται δὲ [1.8.64.2] τῷ συμφέροντι τὸ ὠφέλιμον.
|
[02628]
|
Μοιχείας ἀπηλλάχθαι νομίζουσιν οἱ μοιχεύοντες τὴν φύσιν, ἕπεται δὲ αὐτοῖς τῶν τολμημάτων τιμωρὸς ἡ δίκη·
|
000-00-00 Serial Number=0786764383
[00379]
|
[2.36.1] Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου.
|
[00728]
|
ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ [4.63.4] μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι.
|
[01308]
|
ἕπεται τῷ θεῷ, πείθεται τῷ πατρί, ἔγνω πλανώμενος αὐτόν, ἠγάπησε τὸν θεόν, ἠγάπησε τὸν πλησίον, ἐπλήρωσε τὴν ἐντολήν, τὸ ἆθλον ἐπιζητεῖ, τὴν ἐπαγγελίαν ἀπαιτεῖ.
|
000-00-00 Serial Number=0226357877
[00066]
|
ἕπεται δὲ ἐνθένδε αὐτῷ ἡ πειθὼ ἐκ περιουσίας.
|
[00988]
|
ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ' οὗ [1.21.115.4] προφητεύει Ἠλίας καὶ μετὰ Ἠλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ.
|
[01473]
|
μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ [2.2.4.4] ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ.
|
[01754]
|
ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται [2.7.33.4] ἀθέους αὐτοὺς λογίζεσθαι.
|
[01960]
|
ἕπεται δ' αὐταῖς ἁπλότης, ἐπιστήμη, ἀκακία, σεμνότης, ἀγάπη.
|
[02237]
|
τῇ γὰρ ἀμνηστίᾳ [2.18.90.3] ἕπεται ἡ καλοκἀγαθία, καὶ ταύτῃ ἡ τῆς ἔχθρας διάλυσις.
|
[02360]
|
οὗτος τὸν σταυρὸν τοῦ σωτῆρος περιφέρων ἕπεται κυρίῳ μετ' ἴχνιον ὥστε θεοῖο, ἅγιος ἁγίων γενόμενος.
|
[02395]
|
ἕπεται δ' εἰκότως τοὺς μὲν καταπαλαίεσθαι, ὅσοι δὲ ἀθλητικώτερον τὸν ἀγῶνα μεταχειρίζονται πάμμαχον ἀγωνισάμενοι καὶ μέχρι τοῦ στεφάνου χωρήσαντες, αἱ προειρημέναι δυνάμεις ἐν πολλῷ τῷ λύθρῳ τότε δὴ ἀπαυδῶσι θαυμάζουσαι τοὺς νικηφόρους.
|
[03024]
|
γενέσει γὰρ πάντως ἕπεται καὶ φθορά.
|
[03216]
|
φυσικῇ δὲ ἀνάγκῃ θείας οἰκονομίας γενέσει θάνατος ἕπεται, καὶ συνόδῳ ψυχῆς καὶ [3.9.64.3] σώματος ἡ τούτων διάλυσις ἀκολουθεῖ.
|
[03434]
|
ἔπειτα δὲ ἀγνοεῖν μοι δοκεῖ ὅτι θυμὸν μὲν ἄρρενα ὁρμήν, θήλειαν δὲ τὴν ἐπιθυμίαν αἰνίττεται, οἷς ἐνεργήσασι μετάνοια ἕπεται καὶ αἰσχύνη.
|
[04058]
|
ἕπεται δὲ ταύτῃ τῇ ὁμολογίᾳ καὶ ἡ μερικὴ ἡ ἐπὶ τῶν ἐξουσιῶν, ἐὰν δέῃ καὶ ὁ λόγος αἱρῇ.
|
[04602]
|
οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος [4.22.146.1] ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.
|
[04651]
|
καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ' ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ' αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ' αὐτοῖς μόνοις κολάζονται·
|
[05641]
|
ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον.
|
[06485]
|
[6.4.36.2] Ἔπειτα ὁ [20στολιστὴς] τοῖς προειρημένοις ἕπεται, ἔχων τόν τε τῆς δικαιοσύνης πῆχυν καὶ τὸ σπονδεῖον.
|
[06752]
|
ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
|
[06759]
|
γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ [6.8.70.4] τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται.
|
[06786]
|
τίς γὰρ ὑπολείπεται ἔτι τούτῳ εὔλογος αἰτία ἐπὶ τὰ κοσμικὰ παλινδρομεῖν ἀγαθὰ τῷ τὸ ἀπρόσιτον ἀπειληφότι φῶς, κἂν μηδέπω κατὰ τὸν χρόνον καὶ τὸν τόπον, ἀλλ' ἐκείνῃ γε τῇ γνωστικῇ ἀγάπῃ, δι' ἣν καὶ ἡ κληρονομία καὶ ἡ παντελὴς ἕπεται ἀποκατάστασις, βεβαιοῦντος δι' ἔργων τοῦ μισθαποδότου, ὃ διὰ τοῦ ἑλέσθαι γνωστικῶς διὰ τῆς ἀγάπης φθάσας [6.9.75.3] προείληφεν ὁ γνωστικός;
|
[06951]
|
ἣ μὲν κοινὴ ἐπὶ τῷ πεπλημμεληκέναι, ἣ δέ, τὴν φύσιν τῆς ἁμαρτίας καταμαθοῦσα, ἀφίστασθαι τοῦ ἁμαρτάνειν αὐτοῦ κατὰ προηγούμενον λόγον πείθει, ᾧ ἕπεται τὸ μὴ ἁμαρτάνειν.
|
[07145]
|
γνώσει μὲν οὖν ἕπεται φρόνησις, σωφροσύνη δὲ τῇ φρονήσει·
|
[07483]
|
τῷ θεο [7.1.2.2] πρεπεῖ δὲ τὸ θεοφιλὲς ἕπεται καὶ φιλόθεον.
|
[07840]
|
ἐπὰν γὰρ τὸ παρ' ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήψει αὐτῇ ἕπεται τὰ ἀγαθά.
|
[08077]
|
καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ' ἐπακολούθημα, οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ' εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ [7.12.70.4] χρῆσιν.
|
[08222]
|
ἕπεται γὰρ τὰ ἔργα τῇ γνώσει ὡς τῷ σώματι ἡ σκιά.
|
[08292]
|
καὶ τούτου ἡ αἰτία, ὅτι παντὶ τῷ καλῷ μῶμος ἕπεται.
|
[08306]
|
πόνῳ δὲ ἕπεται γλυκεῖα εὕρεσίς τε καὶ μνήμη.
|
[08517]
|
[8.3.6.1] Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, [8.3.6.2] εἰ οὕτως ἔτυχεν, οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»