Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἕλλησι [56]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἕλλησι


000-00-00 Serial Number=0972339213
Paedagogus Ante [Go Back]  
 [01546]  Ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς Ἕλλησι παρὰ τὰς συμποτικὰς εὐωχίας καὶ τὰς ἐπιψεκαζούσας κύλικας Ἑβραϊκῶν κατ' εἰκόνα ψαλμῶν ᾆσμα τὸ καλούμενον σκολιὸν ᾔδετο, κοινῶς ἁπάντων μιᾷ φωνῇ παιανιζόντων, ἔσθ' ὅτε δὲ καὶ ἐν μέρει περιελιττόντων τὰς προπόσεις τῆς ᾠδῆς·
000-00-00 Serial Number=0660172939
Protrepticus Ante [Go Back]  
 [00016]  Ἕλλησι δ' ἐδόκει ὑποκριτὴς γεγονέναι μουσικῆς.
 [00233]  Οὗτος τὸν πολίτην τὸν ἑαυτοῦ, τὴν παρὰ Κυζικηνοῖς Μητρὸς τῶν θεῶν τελετὴν ἀπομιμού μενον παρὰ Σκύθαις τύμπανόν τε ἐπικτυποῦντα καὶ κύμβαλον ἐπηχοῦντα καὶ τοῦ τραχήλου τινὰ μηναγυρτικὰ ἐξηρτημένον, κατετόξευσεν, ὡς ἄνανδρον αὐτόν τε παρ' Ἕλλησι γεγενη μένον καὶ τῆς θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον [2.24.2] νόσου.
 [00548]  Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παρ' Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι [4.48.5] τεχνίτας ἱκανούς·
 [00553]  οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις.4.49.1 Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον, Ἀντίνοον, ὃν ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς·
000-00-00 Serial Number=0792899787
Stromata Ante [Go Back]  
 [00150]  καθάπερ δ' οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ' Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.
 [00161]  ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, δι' ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐ<τοὺς δοκεῖν> τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας [1.2.20.2] οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀπο σπᾶσθαι τῆς πίστεως, οἷον ἀπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ' ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ [1.2.20.3] συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι.
 [00530]  [1.14.60.1] ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ' Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται·
 [00570]  [1.14.64.5] Καὶ ἡ μὲν διαδοχὴ τῶν παρ' Ἕλλησι φιλοσόφων ὡς ἐν ἐπιτομῇ ἥδε, οἱ χρόνοι δὲ τῶν προκαταρξάντων τῆς φιλοσοφίας αὐτῶν ἑπομένως λεκτέοι.
 [00580]  [1.15.66.1] Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων.
 [00589]  ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας † μόνους ἀληθῶς φησι καὶ <ἄλλοι> ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παῖδας.
 [00625]  Σκύθης δὲ καὶ Ἀνάχαρσις ἦν, καὶ πολλῶν παρ' [1.15.72.2] Ἕλλησι διαφέρων οὗτος ἀναγράφεται φιλοσόφων.
 [00630]  [1.15.72.4] τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ' αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ' Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, [1.15.72.5] ἵνα μὴ κατ' ὄνομα ἐπιὼν διατρίβω.
 [00676]  οὗτος ἦν ὁ παρ' Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός.
 [00751]  τάχα δ' ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ' Ἕλλησι φιλόσοφοι καὶ οἱ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ' ἐπίγνωσιν λαβόντες, ἀλλ' ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ [1.17.87.3] ἐξευρόντες·
 [00771]  [1.18.88.4] ἐπειδὴ Ἰουδαῖοι, φησί, σημεῖα αἰτοῦσι πρὸς πίστιν, Ἕλληνες δὲ σοφίαν ζητοῦσι, τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον διὰ τὸ εἰδότας τὴν [1.18.88.5] προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, Ἕλλησι δὲ μωρίαν·
 [00776]  αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ [1.18.89.1] σοφία.
 [00809]  [1.19.91.5] ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμᾶσθαι μὲν κατὰ περίφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι' [1.19.92.1] υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν.
 [00835]  καὶ κατ' ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ' Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν·
 [00938]  Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶνἸλιακῶν, μεθ' οὓς μακρῷ νεώτεροι οἱ παρ' Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας [1.21.107.6] γενόμενοι, ὡς παρεστήσαμεν.
 [01076]  ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρ' Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου.
 [01080]  ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὃ δὲ κατὰ τὰ Ἰλιακὰ ἦν) πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρ' Ἕλλησι σοφῶν.
 [01096]  ἤδη δὲ καὶ παρ' Ἕλλησι χρησμολόγοι συχνοὶ γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὃ μὲν [1.21.132.2] Βοιώτιος, ὃ δὲ Ἀρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες.
 [01376]  [1.26.170.4] οἳ δὲ τὸ ἀξιόπιστον τῆς παρ' Ἕλλησι νομοθεσίας, ὡς οἷόν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ' εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τήν τε ἀλήθειαν καὶ τὸ ἀρχέτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.
 [01893]  [2.11.48.1] Ἀλλ' ἡ μὲν τῶν οἰησισόφων, εἴτε αἱρέσεις εἶεν βάρβαροι εἴτε οἱ παρ' Ἕλλησι φιλόσοφοι, γνῶσις φυσιοῖ κατὰ τὸν ἀπόστολον·
 [02081]  ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ' Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο.
 [02088]  ἐντεῦθέν τις τῶν παρ' Ἕλλησι σοφῶν συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ ἐγγύα, πάρα δ' ἄτα ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης·
 [02148]  [2.18.78.1] Προφανεῖς μὲν οὖν καὶ πᾶσαι <αἱ> ἄλλαι ἀρεταί, αἱ παρὰ τῷ Μωυσεῖ ἀναγεγραμμέναι, ἀρχὴν Ἕλλησι παντὸς τοῦ ἠθικοῦ τόπου παρασχόμεναι, ἀνδρείαν λέγω καὶ σωφροσύνην καὶ φρόνησιν καὶ δικαιοσύνην καρτερίαν τε καὶ ὑπομονὴν καὶ τὴν σεμνότητα καὶ [2.18.78.2] ἐγκράτειαν τήν τε ἐπὶ τούτοις εὐσέβειαν.
 [03568]  ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν [4.1.2.2] τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον.
 [03645]  καὶ οἱ παλαιοὶ δὲ τῶν παρ' Ἕλλησι τῶν ἐν πολέμῳ ἀποθανόντων τὴν τελευτὴν ἐπαινοῦσιν, οὐ τὸ βιαίως ἀποθνῄσκειν συμβουλεύοντες, ἀλλ' ὅτι ὁ κατὰ πόλεμον τελευτῶν ἀδεὴς τοῦ θανεῖν ἀπήλλακται, ἀποτμηθεὶς τοῦ σώματος, καὶ οὐ προκαμὼν τῇ ψυχῇ οὐδὲ καταμαλακισθείς, οἷα περὶ τὰς νόσους πάσχουσιν οἱ ἄνθρωποι·
 [04930]  [5.2.14.1] Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ' Ἕλλησι γραφῶν παρατεθείμεθα·
 [05014]  [5.4.21.4] Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.
 [05015]  [5.4.22.1] Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ' ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.
 [05748]  ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος [5.14.100.6] Πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι τῷ θεῷ, ὁ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων·
 [06062]  [5.14.134.1] πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.
 [06091]  ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ θεὸς [5.14.136.4] ποιητής.
 [06114]  ἧς θεωρίας οὐδὲν ἧττον αὖθις ἐφαψόμεθα κατὰ τὸ ἀναγκαῖον, ὁπηνίκα ἂν τὰς περὶ ἀρχῶν δόξας τὰς παρ' Ἕλλησι [5.14.140.4] φερομένας ἀναλεγώμεθα.
 [06293]  τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίῳ, κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδῳ, τὰ δὲ Ὁμήρῳ, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις·
 [06521]  ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ' Ἕλλησι δοκίμων ἀλλ' οὐ κατ' ἐπίγνωσιν παντελῆ, τὴν δι' υἱοῦ παράδοσιν <μὴ> μεμαθηκότων.
 [06535]  πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἕλλησιν, δι' ἧς ὁ παντοκράτωρ παρ' Ἕλλησι δοξάζεται, παρέστησεν.
 [06549]  [7] [6.6.44.1] Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγμα νῦν, οὕτως κατὰ καιρὸν ἐδόθη νόμος μὲν καὶ προφῆται βαρβάροις, φιλοσοφία δὲ [6.6.44.2] Ἕλλησι, τὰς ἀκοὰς ἐθίζουσα πρὸς τὸ κήρυγμα.
 [06645]  φιλόσοφοι δὲ λέγονται παρ' ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ' Ἕλλησι δὲ οἱ τῶν περὶ [6.7.55.3] ἀρετῆς λόγων ἀντιλαμβανόμενοι.
 [07156]  ἤδη δὲ καὶ ἡ οἰκονομία πᾶσα ἡ περὶ τὸν κύριον προφητευθεῖσα παραβολὴ ὡς ἀληθῶς φαίνεται τοῖς μὴ τὴν ἀλήθειαν ἐγνωκόσιν, ὅταν τις τὸν υἱὸν τοῦ θεοῦ τοῦ τὰ πάντα πεποιηκότος σάρκα ἀνειληφότα καὶ ἐν μήτρᾳ παρθένου κυοφορηθέντα, καθὸ γεγέννηται τὸ αἰσθητὸν αὐτοῦ σαρκίον, ἀκολούθως δέ, καθὸ γέγονεν τοῦτο, πεπονθότα καὶ ἀνεσταμένον ὃ μὲν λέγῃ, οἳ δὲ ἀκούωσιν, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι [6.15.127.2] δὲ μωρίαν, ὥς φησιν ὁ ἀπόστολος.
 [07158]  ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ [6.15.127.4] παραδοθησομένην μυστικὴν διδασκαλίαν.
 [07175]  εἰ δὲ ἀπὸ Ἕλληνος τοῦ ∆ιὸς τοῦ κατ' ἐπίκλησιν ∆ευκαλίωνος τὰς Ἑλληνικὰς συνέβη κεκλῆσθαι διαλέκτους, ἐκ τῶν χρόνων, ὧν φθάσαντες παρεστήσαμεν, ῥᾴδιον συνιδεῖν ὅσαις γενεαῖς τῆς Ἑβραίων φωνῆς αἱ παρ' Ἕλλησι μεταγενέστεραι διάλεκτοι ὑπάρχουσι.
 [07184]  [6.15.132.1] Ταύτῃ οἱ τῶν παρ' Ἕλλησι λογιώτατοι τῷ Ἑρμῇ, ὃν δὴ λόγον εἶναί φασι, διὰ τὴν ἑρμηνείαν καθιεροῦσι τῆς ῥοιᾶς τὸν καρπόν·
 [07348]  ἐπεὶ τοίνυν δύο εἰσὶν ἰδέαι τῆς ἀληθείας, τά τε ὀνόματα καὶ τὰ πράγματα, οἳ μὲν τὰ ὀνόματα λέγουσιν, οἱ περὶ τὰ κάλλη τῶν λόγων διατρίβοντες, οἱ παρ' Ἕλλησι φιλόσοφοι, τὰ πράγματα δὲ [6.17.151.3] παρ' ἡμῖν ἐστι τοῖς βαρβάροις.
 [07364]  ἔπειτα οὐχ Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις ὁμιλήσαντες, ἐπὶ τὴν πίστιν ἐκ συνασκήσεως κοινῆς εἰς [6.17.154.3] σύνεσιν ἰδίαν ἄγονται·
 [07405]  εἰκότως οὖν Ἰουδαίοις μὲν νόμος, Ἕλλησι δὲ φιλοσοφία μέχρι τῆς παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι' ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑνὸς ἀμφοῖν θεοῦ, Ἑλλήνων τε καὶ βαρβάρων, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους.
 [07422]  καὶ μὲν δὴ καὶ τὸ τῆς πρ<οστ>άξεως εἶδος ἐμφανέστατον διά τε τῶν διαθηκῶν τῶν κυριακῶν διά τε τῶν παρ' Ἕλλησι νόμων, ἀλλὰ καὶ τῶν κατὰ τὴν [6.17.161.6] φιλοσοφίαν παρηγγελμένων.
 [07474]  Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι, εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους [7.1.1.2] ἀποκαλοῦντας <τοὺς> τὸν τῷ ὄντι θεὸν ἐγνωκότας.
 [07516]  οὗτός ἐστιν ὁ διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων·
 [07893]  καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι·
 [08231]  [7.14.84.1] Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω.
 [08290]  πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.
 [08484]  οἱ μὲν γὰρ νεώτεροι τῶν παρ' Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα ζητεῖτε εἶπεν καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»