Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἕλλησιν [26]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἕλλησιν


000-00-00 Serial Number=0179586172
Fragmenta Ante [Go Back]  
 [00122]  Λουκᾶν δὲ φιλοτίμως αὐτὴν μεθερμηνεύσαντα ἐκδοῦναι τοῖς Ἕλλησιν.
000-00-00 Serial Number=0383341730
Stromata Ante [Go Back]  
 [00216]  [1.5.28.1] Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι' ἀποδείξεως καρπουμένοις, ὅτι ὁ πούς σου φησὶν οὐ μὴ προσκόψῃ, ἐπὶ τὴν πρόνοιαν τὰ [1.5.28.2] καλὰ ἀναφέροντος, ἐάν τε Ἑλληνικὰ ᾖ ἐάν τε ἡμέτερα.
 [00218]  τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας·
 [00533]  αὐτίκα Πλάτων πάλαι τὸ διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις.
 [00651]  Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει·
 [00770]  ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας, τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας, τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, σῶσαι τοὺς πιστεύοντας·
 [00939]  καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
 [01320]  [1.24.163.2] τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου [1.24.163.3] βωμός ἐστι, πιστὰ τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἕλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἑβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον [1.24.163.4] αὐτοῖς τῆς ὁδοῦ.
 [01433]  παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ' Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην·
 [01554]  οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτ' οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις τοῖς φυσικοῖς τοῖς ἑξῆς·
 [01617]  παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως ἐννέωρος βασιλεὺς ὀαριστὴς ∆ιός, ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, ὡς εἴ τις λαλήσαι πρὸς τὸν [2.5.21.1] ἑαυτοῦ φίλον.
 [04994]  [5.4.19.1] Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ' ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι·
 [05401]  ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν [5.10.65.5] σῴζων ἐπίκρυψιν, ἀφ' ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα·
 [05449]  [5.11.70.7] οὐκ ἀπεικότως ἄρα καὶ τῶν μυστηρίων τῶν παρ' Ἕλλησιν ἄρχει [5.11.71.1] μὲν τὰ καθάρσια, καθάπερ καὶ τοῖς βαρβάροις τὸ λουτρόν.
 [06113]  εἰ γὰρ καὶ τὰς λέξεις ἐπίοιμεν αὐτῶν, οὐκ ἂν φθάνοιμεν, πλῆθος ὅσον ὑπομνημάτων συνερανίζοντες, ἐκ τῆς βαρβάρου φιλοσοφίας πᾶσαν φερομένην τὴν παρ' Ἕλλησιν [5.14.140.3] ἐνδεικνύμενοι σοφίαν.
 [06143]  ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων, ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἕλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν·
 [06149]  ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι.
 [06535]  πρὸς δὲ καὶ ὅτι ὁ αὐτὸς θεὸς ἀμφοῖν ταῖν διαθήκαιν χορηγός, ὁ καὶ τῆς Ἑλληνικῆς φιλοσοφίας δοτὴρ τοῖς Ἕλλησιν, δι' ἧς ὁ παντοκράτωρ παρ' Ἕλλησι δοξάζεται, παρέστησεν.
 [06716]  κύριος ἐπὶ ὑδάτων πολλῶν, οὐ τῶν διαθηκῶν τῶν διαφόρων μόνων, ἀλλὰ καὶ τῶν τῆς διδασκαλίας τρόπων τῶν τε ἐν Ἕλλησιν εἰς [6.8.64.5] δικαιοσύνην ἀγόντων τῶν τε ἐν βαρβάροις.
 [06740]  [6.8.67.1] Ἤδη δὲ καὶ καθολικῷ λόγῳ πάντα <τὰ> ἀναγκαῖα καὶ λυσιτελῆ τῷ βίῳ θεόθεν ἥκειν εἰς ἡμᾶς λέγοντες οὐκ ἂν ἁμάρτοιμεν, τὴν δὲ φιλοσοφίαν καὶ μᾶλλον Ἕλλησιν, οἷον διαθήκην οἰκείαν αὐτοῖς, δεδόσθαι, ὑποβάθραν οὖσαν τῆς κατὰ Χριστὸν φιλοσοφίας, κἂν οἱ φιλοσοφοῦντες τὰ Ἑλλήνων ἐθελοκωφῶσι <πρὸς> τὴν ἀλήθειαν, ἐξευτελίζοντες τὴν φωνὴν τὴν βαρβάρων ἢ καὶ ὑφορώμενοι τὸν ἐπηρτημένον τῷ [6.8.67.2] πιστῷ κατὰ τοὺς πολιτικοὺς νόμους τοῦ θανάτου κίνδυνον.
 [06742]  ὅθεν αἵ τε αἱρέσεις παρ' ἡμῖν συνανεφύησαν τῷ γονίμῳ πυρῷ οἵ τε τὴν Ἐπικούρου ἀθεότητα καὶ τὴν ἡδονὴν καὶ ὅσα ἄλλα παρὰ τὸν ὀρθὸν λόγον ἐπέσπαρται τῇ Ἑλληνικῇ φιλοσοφίᾳ κηρύσσοντες νόθοι τῆς [6.8.68.1] θεόθεν δωρηθείσης γεωργίας Ἕλλησιν ὑπάρχουσι καρποί.
 [06842]  εἰκότως ἄρα προαναπεφώνηται καὶ τοῖς Ἕλλησιν·
 [06927]  ἤδη δὲ καὶ τὰς τέσσαρας ἀρετὰς ἄντικρυς ἡ παρ' ἡμῖν σοφία ὧδέ πως ἀνακηρύσσει, ὥστε καὶ τούτων τὰς πηγὰς τοῖς Ἕλλησιν παρὰ Ἑβραίων δεδόσθαι.
 [07395]  κινδυνεύει γὰρ εὐμενέστερος τοῖς Ἕλλησιν εἰς τὸ ἀγαθοὺς ἄνδρας <γίγνεσθαι> γεγονέναι τῆς θείας [6.17.159.3] προνοίας τε καὶ γνώμης.
 [07727]  εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ' Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον [7.6.31.3] τῇ κνίσῃ τῇ πολυτιμήτῳ.
 [08314]  [7.15.92.1] Ματαία τοίνυν τοῖς Ἕλλησιν ἡ πρόφασις αὕτη·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»