Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἰδίᾳ [22]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἰδίᾳ


000-00-00 Serial Number=0435276151
Eclogae propheticae Ante [Go Back]  
 [00099]  ὡς οὖν οὐκ ὄντας ἐποίησεν, οὕτως καὶ γενομένους σῴζει τῇ ἰδίᾳ χάριτι, ἐὰν ἄξιοι καὶ ἐπιτήδειοι φανῶμεν, εἰ <δὲ> μή, παρήσει πρὸς τὸ οἰκεῖον τέλος·
000-00-00 Serial Number=0972106755
Excerpta ex Theodoto Ante [Go Back]  
 [00089]  Ἐκεῖ δὲ ὁ μὲν Μονογενὴς καὶ ἰδίως νοερός, ἰδέᾳ ἰδίᾳ καὶ οὐσίᾳ ἰδίᾳ κεχρημένος, ἄκρως εἰλικρινεῖ καὶ ἡγεμονικωτάτῃ, καὶ προσεχῶς τῆς τοῦ Πατρὸς ἀπολαύων δυνάμεως·
 [00335]  [3.49.1] Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι' αὑτοῦ ἐνεργοῦσαν, οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν, φιλεργὸς ὢν φύσει·
 [00413]  [3.61.6] Ἀπέθανεν δὲ ἀποστάντος τοῦ καταβάντος ἐπ' αὐτῷ ἐπὶ τῷ Ἰορδάνῃ Πνεύματος, οὐκ ἰδίᾳ γενομένου, ἀλλὰ συσταλέντος, ἵνα καὶ ἐνεργήσῃ ὁ θάνατος·
000-00-00 Serial Number=0317364454
Paedagogus Ante [Go Back]  
 [01459]  χρυσός τε γὰρ ἁπαξαπλῶς καὶ ἄργυρος ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν ἐπίφθονον κτῆμα τὴν χρείαν ὑπερβεβηκὸς κτήσασθαί τε σπάνιον [2.3.35.3] καὶ τηρῆσαι δύσκολον καὶ οὐκ ἐπιτήδειον χρήσασθαι.
 [01744]  Καὶ αὐτὸς ὁ σωτὴρ ἀπονίπτων τοὺς πόδας τῶν μαθητῶν εἰς τὰς καλὰς πράξεις ἀποστέλλων αὐτούς, τὴν ὁδοιπορίαν αὐτῶν τὴν εἰς τὰς εὐεργεσίας τῶν ἐθνῶν ᾐνίξατο εὐπρεπῆ καὶ καθαρὰν προπαρασκευάσας τῇ ἰδίᾳ δυνάμει.
000-00-00 Serial Number=0101842821
Protrepticus Ante [Go Back]  
 [00163]  Κυεῖ μὲν ἡ ∆ημήτηρ, ἀνατρέφεται δὲ ἡ Κόρη, μίγνυται δ' αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ, τῇ ἰδίᾳ θυγατρί, μετὰ τὴν μητέρα τὴν ∆ηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, πατὴρ καὶ φθορεὺς κόρης ὁ Ζεύς, καὶ μίγνυται δράκων [2.16.2] γενόμενος, ὃς ἦν ἐλεγχθείς.
 [00786]  Οὗ δὴ χάριν καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα τε εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον τοῦτον, ἄνω που περὶ τὰ νῶτα τοῦ οὐρανοῦ ἐν τῇ ἰδίᾳ καὶ οἰκείᾳ περιωπῇ ὄντως ὄντα ἀεί·
000-00-00 Serial Number=0225153327
Stromata Ante [Go Back]  
 [02942]  [3.4.35.3] καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ' ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδίᾳ, ὅπερ ἀδύνατον·
 [02947]  οὐκ ἴστε, ὦ γεννάδαι (ὡς πρὸς παρόντας γὰρ εἴποιμ' ἄν), ὅτι ταῖς καλῶς ἐχούσαις ἐντολαῖς μαχόμενοι τῇ ἰδίᾳ ἀνθίστασθε σωτηρίᾳ;
 [03070]  διὰ τοῦτο οὐδὲ τοὺς καιροὺς ὥρισεν οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἵνα διαμένῃ κατὰ τὰς γενεὰς ὁ κόσμος.
 [04509]  πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ [4.21.133.1] ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
 [05501]  εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ [5.11.76.3] εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα.
 [05503]  χρυσὸς μὲν γὰρ καὶ ἄργυρος ἐν ἄλλαις τε πόλεσιν ἰδίᾳ <τε> καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα·
 [05638]  ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κνάπτοντες.
 [07066]  [6.15.115.1] Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων [6.15.115.2] ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας·
 [07462]  ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, ἐχύθη δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην, πείθων Ἑλλήνων τε ὁμοῦ καὶ βαρβάρων κατὰ ἔθνος καὶ κώμην καὶ πόλιν πᾶσαν οἴκους ὅλους καὶ ἰδίᾳ ἕκαστον τῶν ἐπακηκοότων καὶ αὐτῶν γε τῶν φιλοσόφων οὐκ [6.18.167.4] ὀλίγους ἤδη ἐπὶ τὴν ἀλήθειαν μεθιστάς.
 [07512]  ἐντεῦθεν ἡ πρόνοια ἰδίᾳ [7.2.6.2] καὶ δημοσίᾳ καὶ πανταχοῦ.
 [07588]  μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων, βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν [7.3.16.6] σωτήρ.
 [07751]  δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, <ἣ> εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.
 [08400]  θεὸς δὲ οὐ τιμωρεῖται (ἔστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμον καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς κολαζομένοις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»