Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὅλων [60]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὅλων


000-00-00 Serial Number=0338794291
Excerpta ex Theodoto Ante [Go Back]  
 [00142]  Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι' ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς.
 [00256]  [2.33.3] Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συστα λέντος εἰς τὸ Πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ Μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγά γετο Ἄρχοντα, εἰς τύπον τοῦ φυγόντος αὐτήν, κατ' ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος [2.33.4] τοῦ Πατρὸς τῶν ὅλων.
 [00302]  Καὶ γίνεται Κεφαλὴ τῶν [3.43.3] ὅλων μετὰ τὸν Πατέρα·
000-00-00 Serial Number=0810807705
Paedagogus Ante [Go Back]  
 [00182]  ὡς γὰρ οἱ πατέρες καὶ αἱ μητέρες ἥδιον ὁρῶσιν τῶν μὲν ἵππων τοὺς πώλους, τῶν δὲ βοῶν τὰ μικρὰ μοσχάρια καὶ λέοντος σκύμνον καὶ ἐλάφου νεβρὸν καὶ ἀνθρώπου παιδίον, οὕτως καὶ τῶν ὅλων ὁ πατὴρ τοὺς εἰς αὐτὸν καταπεφευγότας προσίεται καὶ ἀναγεννήσας πνεύματι εἰς υἱοθεσίαν ἠπίους οἶδεν καὶ φιλεῖ τούτους μόνους καὶ βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ διὰ τοῦτο ὀνομάζει παιδίον.
 [00415]  εἷς μὲν ὁ τῶν ὅλων πατήρ, εἷς δὲ καὶ ὁ τῶν ὅλων λόγος, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν καὶ τὸ αὐτὸ πανταχοῦ, μία δὲ μόνη γίνεται μήτηρ παρθένος·
 [00521]  Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων, ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ, ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν [1.7.53.2] παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί.
 [00667]  Ὡσαύτως καὶ ὁ μέγας ἡμῶν ἐκεῖνος στρατηγός, ὁ τῶν ὅλων ἡγεμὼν λόγος, τοὺς παρὰ τὸν νόμον ἀφηνιάζοντας τὸν αὑτοῦ, ὑπὲρ ἀπαλλαγῆς δουλείας καὶ πλάνης καὶ τῆς τοῦ ἀντικειμένου αἰχμαλωσίας εἰς καταστολὴν τῶν τῆς ψυχῆς παθῶν νουθετῶν, ἐπὶ τὴν ἱερὰν τῆς πολιτείας ὁμόνοιαν [1.8.66.1] εἰρηναγωγεῖ.
 [00690]  ∆ιὰ τοῦτο μόνος οὗτος οἷός τε ἀφιέναι τὰ πλημμελήματα, ὑπὸ τοῦ πατρὸς τῶν ὅλων ὁ ταχθεὶς παιδαγωγὸς ἡμῶν, μόνος ὁ τῆς ὑπακοῆς διακρῖναι τὴν παρακοὴν δυνάμενος.
 [01488]  Ὁ κύριος τρυβλίῳ ἐπωψᾶτο εὐτελεῖ καὶ κατέκλινεν τοὺς μαθητὰς ἐπὶ τῆς πόας χαμαὶ καὶ τοὺς πόδας ἔνιπτεν αὐτῶν σαβάνῳ περιζωσάμενος, ὁ ἄτυφος θεὸς καὶ κύριος τῶν ὅλων, οὐκ ἀργυροῦν δὴ ποδονιπτῆρα περιφέρων [2.3.38.2] ἀπ' οὐρανοῦ.
 [01830]  ἡμῖν δὲ δόξα ὁ πατὴρ τῶν ὅλων, καὶ τῆς συμπάσης ἐκκλησίας στέφανος ὁ Χριστός.
 [01876]  Ἐπεὶ γὰρ ὁ παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ, καὶ τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν, ὄψις αὐτῷ δείκνυται θεοειδὴς φωτὸς μεμορφωμένου ἐπὶ φλεγομένῳ [2.8.75.2] βάτῳ·
 [02797]  πάρεστι μὲν γὰρ αὐτῷ αἰτεῖσθαι καὶ λαμβάνειν ὧν ἂν δέηται παρὰ τοῦ πατρὸς τῶν ὅλων καὶ τῶν ἰδίων ἀπολαύειν, εἰ φυλάττοι τὸν υἱόν·
 [02918]  Τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι' ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον [3.11.54.2] τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα.
000-00-00 Serial Number=0590995491
Protrepticus Ante [Go Back]  
 [00048]  καὶ τὴν ἀέρος ἀπηνῆ ψυχρότητα τῇ παραπλοκῇ τοῦ πυρὸς ἐτιθάσευεν, τοὺς [1.5.2] νεάτους τῶν ὅλων φθόγγους τούτους κιρνὰς ἐμμελῶς.
 [00049]  Καὶ δὴ τὸ ᾆσμα τὸ ἀκήρατον, ἔρεισμα τῶν ὅλων καὶ ἁρμονία τῶν πάντων, ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα διαταθέν, ἡρμόσατο τόδε τὸ πᾶν, οὐ κατὰ τὴν Θρᾴκιον μουσικήν, τὴν παραπλήσιον Ἰουβάλ, κατὰ δὲ τὴν πάτριον τοῦ θεοῦ βούλησιν, ἣν ἐζήλωσε ∆αβίδ.
 [00762]  καὶ ὅ γε τῆς αἱρέσεως πατήρ, τῶν ὅλων οὐ νοήσας τὸν πατέρα, τὸν καλούμενον ὕπατον ψυχὴν εἶναι τοῦ παντὸς οἴεται·
 [00796]  Ὁ δὲ ἱερὸς ὄντως Μωυσῆς οὐκ ἔσται, φησίν, ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν, οὐδὲ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα ἢ μικρόν, ἀλλ' ἢ στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, στάθμιον καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπολαμ [6.69.3] βάνων τὸν θεόν·
 [00798]  τὸ δὲ μόνον δίκαιον μέτρον, ὁ μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιο σύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων [6.69.4] φύσιν.
 [00825]  Οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν ὁ μὲν θεὸς εἷς, χοὖτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπίσ κοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων, ἀεὶ ὢν καὶ ἐργάτας τῶν αὑτοῦ δυνάμιων καὶ ἔργων, ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῷ ὅλῳ κύκλῳ, [6.72.5] πάντων κίνασις.
 [01046]  Καὶ ταῦτα ὁρῶντες ἔτι τυφλώττετε καὶ οὐχὶ πρὸς τὸν δεσπότην τῶν πάντων καὶ κύριον τῶν ὅλων ἀναβλέψετε;
 [01110]  Ἀποδυσάμενοι δ' οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βρα βεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων.
 [01130]  Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν·
 [01255]  Οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρο νούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ ὁ [10.110.2] λόγος ἦν ἐν τῷ θεῷ, οὔθ' ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ' ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρω [10.110.3] πότητος ὑπεκρίνετο, ἀγνοηθείς·
 [01373]  Τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται ὁ θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο ὁ λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός.
000-00-00 Serial Number=0599248052
Quis dives salvetur Ante [Go Back]  
 [00006]  ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ' αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι' ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι' ὃν θαυμάζονται, παρα σκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου·
 [00364]  ἐνταῦθα μικρὰ [32.5] λαβὼν ἐκεῖ δι' ὅλων αἰώνων σύνοικόν σε ποιήσεται.
 [00393]  ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ, ὃ δὲ παραμυθήσασθαι κάμνοντα, ὃ δὲ δακρῦσαι καὶ στενάξαι συμπα θῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὃ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὃ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὃ δὲ συμ βουλεῦσαι μετ' εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως, [35.2] ἀνυποκρίτως, ἀκολακεύτως, ἀπλάστως.
 [00410]  ὑπὲρ ἡμῶν ἑκάστου κατέθηκε τὴν ψυχὴν τὴν ἀντα [37.5] ξίαν τῶν ὅλων·
000-00-00 Serial Number=0715542614
Stromata Ante [Go Back]  
 [00536]  οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρη·
 [01413]  μικτὴ δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέπεται καὶ ἡ περὶ τῶν ἀνθρωπείων περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρῆσις.
 [01418]  [1.28.178.2] οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν·
 [01551]  πίστει οὖν ἐφικέσθαι μόνῃ οἷόν τε τῆς τῶν ὅλων ἀρχῆς.
 [01554]  οὐ προεγινώσκετο δὲ ἡ τῶν ὅλων ἀρχὴ τοῖς Ἕλλησιν, οὔτ' οὖν Θαλῇ ὕδωρ ἐπισταμένῳ τὴν πρώτην αἰτίαν οὔτε τοῖς ἄλλοις τοῖς φυσικοῖς τοῖς ἑξῆς·
 [01659]  δέδεικται δὲ [2.5.24.3] τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πιστή, ἀλλ' οὐκ ἀπόδειξις εἶναι.
 [01871]  κἂν τὸ ποιεῖν καλῶς ᾖ τισιν ἐξησκημένον, ἀλλὰ τὸ ἐπίστασθαι, ὡς χρηστέον καὶ ποιητέον, καὶ συνεκπονητέον, καθὸ καὶ ὁμοιοῦταί τις θεῷ, θεῷ λέγω τῷ σωτῆρι, θεραπεύων τὸν τῶν ὅλων θεὸν διὰ τοῦ ἀρχιερέως λόγου, δι' οὗ καθορᾶται τὰ κατ' ἀλήθειαν καλὰ καὶ δίκαια.
 [02150]  καὶ δικαιοσύνην δὲ αὐτὸς ὁ νόμος παρίστησι παιδεύων τήν τε φρόνησιν διὰ τῆς τῶν αἰσθητῶν εἰδώλων ἀποχῆς καὶ τῆς πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων προσκληρώσεως, ἀφ' ἧς [2.18.78.4] δόξης οἷον πηγῆς πᾶσα σύνεσις αὔξεται.
 [02530]  ἐπὶ πᾶσί τε ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς.
 [02934]  [3.4.34.3] Ἄλλοι τινές, οὓς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθ' ὅσα πεποίηκεν ἀγαθά ἐστιν·
 [02954]  [3.4.37.3] ὁμοίως τε αὖ καὶ τῇ ἀγαπήσεις τὸν κύριον ἐντολῇ ἀντιτασσομένους ἔδει οὐδὲ τὸν τῶν ὅλων θεὸν ἀγαπῆσαι, καὶ πάλιν εἰπόντος οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτὸν ὑμᾶς ἀκόλουθον ἦν καὶ τὰ γλυπτὰ [3.4.37.4] προσκυνεῖν.
 [04154]  ἀλλὰ μὴν οὐδὲν ἄνευ θελήματος τοῦ κυρίου τῶν ὅλων.
 [04164]  ἡ πρόνοια δὲ εἰ καὶ ἀπὸ τοῦ Ἄρχοντος, ὥς φασιν, κινεῖσθαι ἄρχεται, ἀλλ' ἐγκατεσπάρη ταῖς οὐσίαις σὺν καὶ τῇ τῶν οὐσιῶν [4.12.88.4] γενέσει πρὸς τοῦ θεοῦ τῶν ὅλων.
 [04715]  [4.25.162.5] ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός.
 [04845]  ὁ γὰρ τοῦ πατρὸς τῶν ὅλων λόγος οὐχ οὗτός ἐστιν ὁ προφορικός, σοφία δὲ καὶ χρηστότης φανερωτάτη τοῦ θεοῦ δύναμίς τε αὖ παγκρατὴς καὶ τῷ ὄντι θεία, οὐδὲ τοῖς μὴ ὁμολογοῦσιν ἀκατανόητος, θέλημα παντοκρατορικόν.
 [05167]  ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ' ἑαυτὴν ἅπαντα [5.6.39.1] γενόμενα.
 [05239]  [20σφὶγξ] δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ [5.8.48.3] διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν·
 [05396]  ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἄν ποτε γραφῇ παραδοθείη, ἄρρητος ὢν δυνάμει τῇ αὑτοῦ.
 [05454]  σχῆμα δὲ καὶ κίνησιν ἢ στάσιν ἢ θρόνον ἢ τόπον ἢ δεξιὰ ἢ ἀριστερὰ τοῦ τῶν ὅλων πατρὸς οὐδ' ὅλως ἐννοητέον, καίτοι καὶ ταῦτα γέγραπται·
 [05476]  δυσάλωτος γὰρ ἡ χώρα τοῦ θεοῦ, ὃν χώραν ἰδεῶν ὁ Πλάτων κέκληκεν, παρὰ Μωυσέως λαβὼν τόπον εἶναι αὐτόν, ὡς τῶν ἁπάντων καὶ τῶν ὅλων [5.11.73.4] περιεκτικόν.
 [05555]  [5.12.81.6] ἐπὶ μεγέθει γὰρ τάττεται τὸ ὅλον καὶ ἔστι τῶν ὅλων πατήρ.
 [05594]  κἂν ὁ Ἀριστοτέλης τεχνολογῇ, τὸ μὲν ποιεῖν καὶ ἐπὶ τῶν ἀλόγων ζῴων τάσσεσθαι καὶ ἐπὶ ἀψύχων διδάσκων, τὸ δὲ πράττειν ἀνθρώπων εἶναι μόνων, εὐθυνέτω τοὺς λέγοντας ποιητὴν τὸν τῶν ὅλων θεόν.
 [05736]  καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυσέως λέγοντος [7εἶπεν,] καὶ [7,] ἐγένετοτὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος.
 [07317]  οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπὰς τοῖς ἄστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ' [6.16.148.2] αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων.
 [07486]  παρ' οὗ ἐκμανθάνειν <ἔστιν> τὸ ἐπέκεινα αἴτιον, τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγίας σεβαστὸν καὶ σεπτὸν κυριώτατα.
 [07546]  δυνάμεως δ', οἶμαι, τῆς μεγίστης ἡ πάντων τῶν μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δι' ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἑτέρων ὑφ' ἑτέρους ἡγουμένους τεταγμένων.
 [07560]  πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστὶ διατεταγμένα καὶ καθόλου [7.2.12.3] καὶ ἐπὶ μέρους.
 [07566]  πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν, καθ' ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν, ἀιδίως ἀίδιον εὐφροσύνην ἀκόρεστον καρπουμένας, εἰς τοὺς ἀτελευτήτους αἰῶνας ταὐτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν.
 [07785]  πάντων δὲ τὴν σεμνὴν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτῆρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογῶν καὶ διὰ τῆς δωρεᾶς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ, σπανίως εἰς τὰς ἑστιάσεις τὰς συμποτικὰς ἀπαντῶν, πλὴν εἰ μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον [7.7.36.5] ἀφικέσθαι προτρέψαι.
 [07995]  [7.11.60.1] Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν.
 [08527]  αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους [8.3.7.2] ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»