Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑπ [77]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑπ


000-00-00 Serial Number=0646535456
Eclogae propheticae Ante [Go Back]  
 [00095]  [16.3] οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ' οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ' αὐτοῦ, τὰ δὲ ὑφ' ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι' ἀνθρώπων καὶ ἐπαίδευσεν δι' ἀνθρώπων.
 [00229]  ἀλλὰ καὶ τὰ ἔργα τὰ κατὰ τὴν γῆν γενόμενα ὑπ' ἀγγέλων [52.1] διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς δόξαν θεοῦ.
000-00-00 Serial Number=0670787334
Excerpta ex Theodoto Ante [Go Back]  
 [00086]  ὡς δὲ καὶ οἱ Πρωτόκτιστοι ἀνὰ λόγον τῆς [1.10.2] ὑπεροχῆς τῶν ὑπ' αὐτοὺς οὐσιῶν.
 [00214]  ὡς γὰρ ὑπ' ἐκείνων ἡ γένεσις διοικεῖται, οὕτως ὑπὸ τῶν Ἀποστόλων ἡ ἀναγέννησις ἐφορᾶται.
 [00259]  [2.34.1] Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις, πρῶται προβλη θεῖσαι τῶν δεξιῶν ὑπ' αὐτῆς, ὑπὸ τῆς τοῦ Φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι.
 [00277]  [2.39.1] Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κατέσχεν·
 [00377]  θεῖα γὰρ ἄμφω, καὶ δι' αὐτοῦ μέν, οὐχ ὑπ' αὐτοῦ δέ, προβάλλεται ἄμφω.
 [00508]  εἶτα κρατήσας τούτων καὶ τοῦ Ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, ὑπ' [4.85.2] Ἀγγέλων ἤδη διακονεῖται.
 [00509]  Ὁ γὰρ Ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ' Ἀγγέλων ἤδη δουλεύεται.
000-00-00 Serial Number=0661447227
Fragmenta Ante [Go Back]  
 [00337]  εὐποίησον εὐσε βεῖς καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ ὑπ' αὐτοῦ, ἀλλὰ παρὰ τῷ ὑψίστῳ.
000-00-00 Serial Number=0436720967
Paedagogus Ante [Go Back]  
 [00059]  Τὸ οὖν ὑπ' αὐτοῦ καὶ πρὸς αὐτὸν ἀπεικονισμένον ἢ ὡς δι' αὑτὸ αἱρετὸν τῷ θεῷ ὑπ' αὐτοῦ δεδημιούργηται τοῦ θεοῦ ἢ ὡς ἕνεκεν [1.3.7.3] ἄλλου αἱρετὸν διαπέπλασται.
 [00064]  Ἀλλὰ καὶ φιλητὸν μέν τί ἐστί τινι, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ' αὐτοῦ;
 [00266]  Οὐκ ἄρα θεμιτὸν ἡμῖν ἀτελὲς τὸ ὑπ' αὐτοῦ διδασκόμενον νοεῖν, τὸ δὲ μάθημα ἀίδιος σωτηρία ἀιδίου σωτῆρος, ᾧ ἡ χάρις εἰς τοὺς αἰῶνας, ἀμήν.
 [00307]  Οὐκ ἀκούετε ὅτι ὑπ' ἐκεῖνον τὸν νόμον οὐκέτι ἐσμέν, ὃς ἦν μετὰ φόβου, ὑπὸ δὲ τὸν λόγον τῆς προαιρέσεως τὸν παιδαγωγόν;
 [00428]  σάρκα ἡμῖν τὸ πνεῦμα τὸ ἅγιον ἀλληγορεῖ, καὶ γὰρ ὑπ' αὐτοῦ δεδημιούργηται ἡ σάρξ·
 [00639]  Εἰ δὲ οὐ μισεῖ τῶν ὑπ' αὐτοῦ γενομένων οὐδέν, λείπεται φιλεῖν αὐτό.
 [00640]  [1.8.63.1] Πολὺ δὴ πλέον τῶν ἄλλων ἀγαπήσει τὸν ἄνθρωπον, εἰκότως, τὸ κάλλιστον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων καὶ φιλόθεον ζῷον.
 [00826]  υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
 [01254]  Οἳ δέ ἅτε ὑπ' αὐτοῦ εὐτέλειαν ἀσκεῖν δεδιδαγμένοι ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος·
 [01309]  καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ' αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ [2.2.20.2] τῷ λόγῳ, δι' ἣν ὁ λόγος γέγονεν σάρξ.
 [01714]  [2.7.60.5] Καὶ τὰς ὑπ' ὄψιν δὲ ἀσχημοσύνας παραιτητέον καὶ τὰς αἰσχρολογίας αὐτῶν.
 [02571]  Πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ' αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα;
 [02719]  Αἳ δὲ μὴ εἰς τοσοῦτον ἀπερυθριῶσαι τοὺς μὲν ὀθνείους ἀποκλείουσιν, ἰδίοις δὲ οἰκέταις συλλούονται καὶ δούλοις ἀποδύονται γυμναὶ καὶ ἀνατρίβονται ὑπ' αὐτῶν, ἐξουσίαν δοῦσαι τῷ κατεπτηχότι τῆς ἐπιθυμίας τὸ ἀδεὲς τῆς ψηλαφήσεως·
 [02925]  Ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ' ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ' αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι' ὃ καὶ χειμῶνος μάλιστα [3.11.55.4] ταύτῃ χρηστέον·
 [02981]  καὶ μάλιστα τὸ γεραιὸν τῆς ἡλικίας καὶ ἀξιόπιστον οὐκ ἐπικαλυπτέον, ἀναδεικτέον δὲ ὑπ' αὐγὰς τοῦ θεοῦ τὸ τίμημα εἰς σέβασμα [3.11.63.4] τῶν νέων·
 [03004]  [3.11.67.1] Ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι' αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ' ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον·
 [03034]  Αἳ μὲν αὐτῶν μαστίχην ἐντραγοῦσαι, περιιοῦσαι, σεσήρασι τοῖς παριοῦσιν, αἳ δὲ τὰς κεφαλάς, ὡς μὴ δακτύλους ἔχουσαι, ταῖς ὑπ' αὐτῶν φερομέναις περόναις σκαλεύουσαι θρύπτονται, καὶ ταύτας ἢ χελώνης ἢ ἐλέφαντος ἤ τινος ἄλλου ζῴου νεκροῦ [3.11.71.3] πεποιημένας πολυπραγμονοῦσιν·
000-00-00 Serial Number=0056639493
Protrepticus Ante [Go Back]  
 [00028]  [1.3.1] Ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες.
 [00230]  ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχη [2.23.2] κότας.
 [00327]  Κάλει μοι τὸν Ποσειδῶ καὶ τὸν χορὸν τῶν διεφθαρμένων ὑπ' αὐτοῦ, τὴν Ἀμφιτρίτην, τὴν Ἀμυμώνην, τὴν Ἀλόπην, τὴν Μελανίππην, τὴν Ἀλκυόνην, τὴν Ἱπποθόην, τὴν Χιόνην, τὰς ἄλλας τὰς μυρίας·
 [00537]  [4.47.7] Ἀπελλᾶς δὲ ἐν τοῖς ∆ελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλ [4.47.7] λάδια, ἄμφω δ' ὑπ' ἀνθρώπων δεδημιουργῆσθαι.
 [00596]  καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως περιφρονοῦντες, ἐλέγχονται ὑπ' αὐτῶν τῶν θεῶν, οἷς δὴ [4.52.2] τὰ ἀγάλματα ἐπιπεφήμισται.
 [00863]  αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου.
 [00949]  Μὴ τοίνυν μηκέτι, φησίν, υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ' ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος.
000-00-00 Serial Number=0797164679
Quis dives salvetur Ante [Go Back]  
 [00064]  καὶ γὰρ τὰ ὑπ' αὐτοῦ τοῦ κυρίου δοκοῦντα ἡπλῶσθαι πρὸς τοὺς μαθητὰς τῶν ᾐνιγμένως ὑπειρημένων οὐδὲν ἥττονος ἔτι καὶ νῦν, ἀλλὰ πλείονος ἔτι καὶ νῦν τῆς ἐπιστάσεως εὑρίσκεται δεόμενα [5.4] διὰ τὴν ὑπερβάλλουσαν τῆς φρονήσεως ἐν αὐτοῖς ὑπερβολήν.
 [00065]  ὅπου δὲ καὶ τὰ νομιζόμενα ὑπ' αὐτοῦ διοῖχθαι τοῖς ἔσω καὶ αὐτοῖς τοῖς τῆς βασιλείας τέκνοις ὑπ' αὐτοῦ καλουμένοις ἔτι χρῄζει φροντίδος πλείονος, ἦ πού γε τὰ δόξαντα μὲν ἁπλῶς ἐξενηνέχθαι καὶ διὰ τοῦτο μηδὲ διηρωτημένα πρὸς τῶν ἀκουσάντων, εἰς ὅλον δὲ τὸ τέλος αὐτὸ τῆς σωτηρίας διαφέροντα, ἐσκεπασμένα δὲ θαυμαστῷ καὶ ὑπερουρανίῳ διανοίας βάθει, οὐκ ἐπιπολαίως δέχεσθαι ταῖς ἀκοαῖς προσῆκεν, ἀλλὰ καθιέντας τὸν νοῦν ἐπ' αὐτὸ τὸ πνεῦμα τοῦ σωτῆ ρος καὶ τὸ τῆς γνώμης ἀπόρρητον.
 [00261]  ἀλλ' ὁρᾷς σεαυτὸν ἡττώμενον ὑπ' αὐτῶν καὶ ἀνατρεπόμενον;
000-00-00 Serial Number=0462246835
Stromata Ante [Go Back]  
 [00275]  εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος·
 [00445]  ὁ γὰρ πνευματικὸς [1.11.50.4] ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.
 [00462]  τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ, φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ' αὐτοῦ λεγόμενα μεμαθηκόσι [1.11.52.1] καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις.
 [00735]  πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ' αὐτοῦ ἀποσταλέντες.
 [01621]  [2.5.21.3] πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν γῆν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ' αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ [2.5.21.4] πρὸς τοῦ ἀντικειμένου.
 [01708]  πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ [2.6.28.3] δεδωρημένα ὑπ' αὐτοῦ ἡμῖν εὐνοϊκῶς.
 [02018]  καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ' ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία.
 [02444]  ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' [2.20.118.3] αὐτῆς.
 [02467]  οὔθ' ὑπὸ χρυσείων δουλουμένη οὔθ' ὑπ' ἐρώτων τηξιπόθων, οὐδ' εἴ τι συνέμπορόν ἐστι φίλυβρι.
 [02768]  ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ' οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι [3.3.12.3] τοῖς ὑπ' αὐτοῦ κτισθεῖσιν.
 [02905]  καταχρώμενοι δὲ τῇ εὐγενείᾳ καὶ τῇ ἐλευθερίᾳ ζῶσιν ὡς βούλονται βούλονται δὲ φιληδόνως, κρατηθῆναι ὑπ' οὐδενὸς νενομικότες ὡς ἂν κύριοι τοῦ σαββάτου καὶ ὑπεράνω παντὸς γένους πεφυκότες βασίλειοι [3.4.30.2] παῖδες, βασιλεῖ δέ, φασί, νόμος ἄγραφος.
 [02935]  εἷς δέ τις τῶν ὑπ' αὐτοῦ γεγονότων ἐπέσπειρεν τὰ ζιζάνια τὴν τῶν κακῶν φύσιν γεννήσας, οἷς καὶ δὴ πάντας ἡμᾶς [3.4.34.4] περιέβαλεν ἀντιτάξας ἡμᾶς τῷ πατρί.
 [02950]  ἄλλως τε εἰ τὰς ἐντολὰς καταλύειν τοῦ νομοθέτου θέλετε, τί δήποτε τὸ μὲν οὐ μοιχεύσεις καὶ οὐ παιδοφθορήσεις καὶ ὅσα εἰς ἐγκράτειαν συμβάλλεται, καταλύειν ἐπιχειρεῖτε δι' ἀκρασίαν τὴν σφῶν, οὐ καταλύετε δὲ χειμῶνα τὸν ὑπ' αὐτοῦ γενόμενον, ἵνα θέρος ποιήσητε μεσοῦντος ἔτι τοῦ χειμῶνος, οὐδὲ γῆν πλωτήν, βατὴν δὲ θάλασσαν ἐργάζεσθε, καθάπερ οἱ τὰς ἱστορίας συνταξάμενοι τὸν [3.4.37.1] βάρβαρον ἐθελῆσαι Ξέρξην <φασίν>;
 [03021]  ἔπειτα καὶ διαστρεπτέον αὐτοὺς τὰ ὑπ' αὐτῶν φερόμενα διαλύοντας ὧδέ πως·
 [03570]  πολλαὶ δὲ ἡμᾶς αἱ πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεις ἐκδέχονται πειρωμένους τά τε ὑπ' αὐτῶν προκομιζόμενα ἐγγράφως διαλύεσθαι πείθειν τε αὐτοὺς καὶ ἄκοντας, δι' αὐτῶν ἐλέγχοντας τῶν γραφῶν.
 [03724]  καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ' ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ [4.6.29.3] κυριακῇ τελειωθεὶς εὐποιίᾳ.
 [03740]  οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ [4.6.32.1] καρποφορῆσαι δυνηθῆναι.
 [03761]  ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ' αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον [4.6.33.7] αἰτουμένους.
 [04075]  δοθήσεται δέ τισιν, ἐὰν συμφέρῃ, ἀπολογήσασθαι, ἵνα διά τε τῆς μαρτυρίας διά τε τῆς ὁμολογίας ὠφελῶνται οἱ πάντες, ἰσχυροποιούμενοι μὲν οἱ κατ' ἐκκλησίαν, θαυμάζοντες δὲ καὶ εἰς πίστιν ὑπαγόμενοι οἱ ἐξ ἐθνῶν τὴν σωτηρίαν [4.9.74.1] πολυπραγμονήσαντες, οἱ λοιποὶ δὲ ὑπ' ἐκπλήξεως κατεχόμενοι.
 [04189]  ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ υἱοῦ πατήρ, ὁ δημιουργὸς τῶν συμπάντων, ὁ παντοκράτωρ κύριος, εἰς ἐκείνην ἀνεβαλόμεθα τὴν σκέψιν καθ' ἣν πρὸς τὰς αἱρέσεις ὑπεσχήμεθα διαλέξασθαι, τοῦτον εἶναι μόνον δεικνύντες [4.13.92.2] τὸν ὑπ' αὐτοῦ κεκηρυγμένον.
 [04824]  [5.1.4.2] ἐὰν γάρ τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ' αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι [5.1.4.3] μαθήσει ἢ καὶ μιμήσει τούτου.
 [05131]  τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ' αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ' αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι [5.6.35.1] τοῦ φωτός.
 [05352]  ὥστε ἄλλα μὲν τὰ μυστήρια τὰ ἀποκεκρυμμένα ἄχρι τῶν ἀποστόλων καὶ ὑπ' αὐτῶν παραδοθέντα ὡς ἀπὸ τοῦ κυρίου παρειλήφασιν (ἀποκεκρυμμένα δὲ ἐν τῇ παλαιᾷ διαθήκῃ), ἃ νῦν ἐφανερώθη τοῖς ἁγίοις, ἄλλο δὲ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν ἡ πίστις καὶ ἡ [5.10.61.2] ἐλπὶς ἡ εἰς Χριστόν, ὃν ἀλλαχῇ θεμέλιον εἴρηκεν.
 [05762]  [5.14.102.1] Ἤδη δὲ ὡς εἰπεῖν ὑπ' αὐγὰς ὁ ∆ημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, <φασί>·
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [07003]  οὗτος πρεσβύτερός ἐστι τῷ ὄντι τῆς ἐκκλησίας καὶ διάκονος ἀληθὴς τῆς τοῦ θεοῦ βουλήσεως, ἐὰν ποιῇ καὶ διδάσκῃ τὰ τοῦ κυρίου, οὐχ ὑπ' ἀνθρώπων χειροτονούμενος οὐδ', ὅτι πρεσβύτερος, δίκαιος νομιζόμενος, ἀλλ', ὅτι δίκαιος, ἐν πρεσβυτερίῳ καταλεγόμενος·
 [07143]  πλὴν ἅπαντα ὀρθὰ ἐνώπιον τῶν συνιέντων, φησὶν ἡ γραφή, τουτέστι τῶν ὅσοι ὑπ' αὐτοῦ σαφηνισθεῖσαν <τὴν> τῶν γραφῶν ἐξήγησιν κατὰ τὸν ἐκκλησιαστικὸν [6.15.125.3] κανόνα ἐκδεχόμενοι διασῴζουσι·
 [07158]  ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ [6.15.127.4] παραδοθησομένην μυστικὴν διδασκαλίαν.
 [07549]  εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ' ἄλλοις ἐξ ἑνὸς καὶ [7.2.9.4] δι' ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται.
 [07652]  [7.4.25.3] ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο φοιτῶσιν.
 [07697]  τὸ δὲ ὂν ὑπὸ τοῦ μὴ ὄντος οὐκ ἂν ἱδρυνθείη, ἀλλ' οὐδ' ὑπ' ἄλλου ὄντος·
 [08100]  ὅσοι δὲ ἐξομοιοῦσθαι σπεύδουσι τῷ ὑπ' αὐτοῦ δεδομένῳ χαρακτῆρι ἀνεπιθύμητοι ἐξ ἀσκήσεως [7.12.72.2] γενέσθαι βιάζονται.
 [08127]  ὁ γνωστικὸς οὗτος πειράζεται ὑπ' οὐδενός, πλὴν εἰ μὴ ἐπιτρέψαι ὁ θεὸς καὶ τοῦτο διὰ τὴν τῶν συνόντων ὠφέλειαν.
 [08267]  ἐποιήθητε ὡς εἰπεῖν ὑπ' αὐτοῦ δίκαιοι εἶναι ὡς αὐτός, καὶ τῷ πνεύματι τῷ ἁγίῳ ὡς [7.14.87.2] ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε.
 [08411]  οὐ γὰρ ἂν ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ' ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν.
 [08756]  καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ' αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς.
 [08769]  Ὁ μὲν γὰρ πλήξας τινὰ θανασίμως αἴτιός ἐστιν αὐτῷ τοῦ θανάτου ἢ τοῦ γίνεσθαι τὸν θάνατον, ἀντιπληγεὶς δὲ ὑπ' αὐτοῦ θανασίμως ἔσχεν αὐτὸν ἀνταίτιον, οὐ καθὸ ἐγένετο αὐτῷ αἴτιος, καθ' [8.9.30.5] ἕτερον δέ.
 [08799]  τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ' αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»