Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕπνον [15]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕπνον


000-00-00 Serial Number=0446953177
Paedagogus Ante [Go Back]  
 [00268]  Ὥσπερ οὖν οἱ τὸν ὕπνον ἀποσεισάμενοι εὐθέως ἔνδοθεν ἐγρηγόρασιν, μᾶλλον δὲ καθάπερ οἱ τὸ ὑπόχυμα τῶν ὀφθαλμῶν κατάγειν πειρώμενοι οὐ τὸ φῶς αὑτοῖς ἔξωθεν χορηγοῦσιν, ὃ οὐκ ἔχουσιν, τὸ δὲ ἐμπόδιον ταῖς ὄψεσι καταβιβάζοντες ἐλευθέραν ἀπολείπουσι τὴν κόρην, οὕτως καὶ οἱ βαπτιζόμενοι, τὰς ἐπισκοτούσας ἁμαρτίας τῷ θείῳ πνεύματι ἀχλύος δίκην ἀποτριψάμενοι, ἐλεύθερον καὶ ἀνεμπόδιστον καὶ φωτεινὸν ὄμμα τοῦ πνεύματος ἴσχομεν, ᾧ δὴ μόνῳ τὸ θεῖον ἐποπτεύομεν, [1.6.28.2] οὐρανόθεν ἐπεισρέοντος ἡμῖν τοῦ ἁγίου πνεύματος·
 [01351]  ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς.
 [01353]  καὶ γὰρ ἐπὶ τὸν ὕπνον παρακλητέον.
 [01363]  [2.2.27.2] Ὑπνώδης γὰρ πᾶς ὁ μὴ εἰς σοφίαν ἐγρηγορῶν, ἀλλὰ ὑπὸ μέθης βαπτιζόμενος εἰς ὕπνον.
 [01544]  Ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως.
 [01836]  Ναὶ μὴν ὁ κρόκος καὶ τῆς κύπρου τὸ ἄνθος εἰς ὕπνον [2.8.71.5] ἄλυπον ὑπάγετον.
 [01894]  Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον.
 [01895]  Μετὰ γὰρ τὴν εὐωχίαν εὐλογήσαντας τὸν θεὸν ἐπὶ τῇ μεταδόσει τῶν ἀπολαύσεων καὶ τῇ διεκδρομῇ τῆς ἡμέρας ἐπὶ τὸν ὕπνον παρακλητέον τὸν λόγον, τὴν πολυτέλειαν τῶν ὑποστορνυμένων, τὰς χρυσοπάστους τάπιδας καὶ χρυσοποικίλτους ψιλοτάπιδας ξυστίδας τε ἁλουργὰς καὶ τοὺς γαυνάκας τοὺς πολυτιμήτους τά τε ποιητικὰ ῥήγεα τὰ πορφυρᾶ χλαίνας τε ἐφύπερθεν οὔλας καὶ τὰς ὕπνου μαλακωτέρας εὐνὰς [2.9.77.2] παραπεμπομένους.
 [01915]  Οὐ γὰρ ἔκλυσιν χρὴ τοῦ σώματος εἶναι παντελῆ τὸν ὕπνον, ἀλλὰ ἄνεσιν.
 [01943]  Ἢν οὖν τὰ αἴτια τῆς πολλῆς εἰς ὕπνον περικόπτωμεν καταφορᾶς, νηφαλιώτερον κοιμηθησόμεθα·
 [01946]  καὶ τῷ μὲν φιλολογητέον, τῷ δὲ τῆς αὑτοῦ τέχνης ἀπαρκτέον, γυναιξὶ δὲ ταλασίας ἐφαπτέον, πᾶσι δὲ ὡς ἔπος εἰπεῖν διαμαχητέον ἡμῖν πρὸς τὸν ὕπνον ἠρέμα ἐκ προσαγωγῆς ἐθίζουσιν, ὡς πλείονα χρόνον τοῦ ζῆν διὰ τὴν ἐγρήγορσιν μεταλαμβάνειν ὁ γὰρ ὕπνος ὥσπερ τελώνης τὸν ἥμισυν ἡμῖν τοῦ βίου συνδιαιρεῖται χρόνον , πολλοῦ γε δεῖ μεθ' ἡμέραν ἐπιτρέπειν καθεύδειν τοῖς καὶ τῆς νυκτὸς τὸ πλεῖστον εἰς ἐγρήγορσιν ἀποτεμνομένοις.
000-00-00 Serial Number=0413882315
Stromata Ante [Go Back]  
 [02668]  [2.23.145.1] Καθαρὸν οὖν τὸν γάμον ὥσπερ τι ἱερὸν ἄγαλμα τῶν μιαινόντων φυλακτέον, ἀνεγειρομένοις μὲν ἐκ τῶν ὕπνων μετὰ κυρίου, ἀπιοῦσι δὲ εἰς ὕπνον μετ' εὐχαριστίας καὶ εὐχομένοις, ἠμὲν ὅτ' εὐνάζῃ καὶ ὅτ' ἂν φάος ἱερὸν ἔλθῃ, μαρτυρομένοις τὸν κύριον παρ' ὅλον ἡμῶν τὸν βίον, τὸ μὲν θεοσεβεῖν τῇ ψυχῇ κεκτημένοις, τὸ σῶφρον δὲ μέχρι καὶ τοῦ σώματος [2.23.145.2] ἄγουσιν.
 [05789]  πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν κέκληκεν (διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου), ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα κάθοδον τῆς ψυχῆς κατὰ ταὐτὰ [5.14.105.3] Ἡρακλείτῳ.
 [05793]  οὐ γὰρ τὴν ἀνάστασιν μόνην τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ [5.14.106.1] κυρίου ὕπνον ἀλληγορεῖ.
 [06225]  κινεῖς ὕπνον ἰητρὸν νόσου, [6.2.10.4] καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»