Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αὐτῆς [190]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αὐτῆς


000-00-00 Serial Number=0103826642
Eclogae propheticae Ante [Go Back]  
 [00042]  διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, δι' ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ [6.3] τῆς ὕλης γένηται, δι' αὐτῆς ὁδεύσας τὰ πρῶτα.
 [00118]  Ἐπεὶ ἐξ ἑαυτῆς κινεῖται ἡ ψυχή, ἡ χάρις ἡ τοῦ θεοῦ, ὃ ἔχει ἡ ψυχή, τὴν προθυμίαν, ἀπαιτεῖ παρ' αὐτῆς, οἷον ἔρανον εἰς σωτηρίαν·
 [00152]  τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρ θωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς [27.3] εἰς τοῦτο πεφυκόσι συνεχώρουν.
000-00-00 Serial Number=0718408406
Excerpta ex Theodoto Ante [Go Back]  
 [00122]  τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.
 [00210]  [1.24.2] Ἀγνοοῦσι δὲ ὅτι ὁ Παράκλητος, ὁ προσεχῶς ἐνεργῶν νῦν ἐν τῇ Ἐκκλησίᾳ, τῆς αὐτῆς οὐσίας ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην.
 [00259]  [2.34.1] Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις, πρῶται προβλη θεῖσαι τῶν δεξιῶν ὑπ' αὐτῆς, ὑπὸ τῆς τοῦ Φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι.
 [00310]  [3.45.1] Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ Πατρὸς ἀγεννήτου τὰ ἐν Πληρώματι καὶ τὰ μέχρι αὐτῆς.
 [00328]  ἀλλὰ τὸ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον αὐτῆς ὧδέ πως ἐξεφώνησεν.
000-00-00 Serial Number=0822600126
Fragmenta Ante [Go Back]  
 [00063]  ἣν καὶ συντάξαι φασὶν ἐπ' αὐτῆς Ῥώμης.
 [00084]  Ὁ δ' αὐτὸς (ξλεμενς) ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως (d.
 [00181]  Ὡσεί τινος εἰκὼν μὴ παρόντος μὲν τοῦ ἀρχετύπου τὴν ἴσην ἐκείνῳ δόξαν ἀποφέρεται καὶ παρούσης τῆς ἀληθείας καταλάμπεται ἡ εἰκὼν πρὸς αὐτῆς, τῆς ὁμοιώσεως ἐκείνης ἀποδεκτῆς μενούσης διὰ τὸ σημαί νειν τὴν ἀλήθειαν.
 [00343]  Εἰς τοσαύτην δὲ αὔξην ἡ φυὴ τοῦ λόγου προῆλθεν, ὡς τὸ ἐξ αὐτοῦ φύον δένδρον (τοῦτο δ' ἂν εἴη ἡ πανταχοῦ γῆς ἱδρυμένη τοῦ Χριστοῦ ἐκκλησία) τὰ πάντα πληρῶσαι, ὥστε ἐν τοῖς κλάδοις αὐτῆς κατασκηνῶσαι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀγγέλους δηλαδὴ θείους καὶ μετεωροπόρους ψυχάς.
000-00-00 Serial Number=0353713930
Paedagogus Ante [Go Back]  
 [00119]  Ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὕτως ἐσμὲν νεοττοὶ κυρίου, [1.5.14.5] θαυμαστῶς πάνυ καὶ μυστικῶς τοῦ λόγου τὴν ἁπλότητα τῆς ψυχῆς εἰς ἡλικίαν ὑπογραφομένου παιδικήν.
 [00143]  ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
 [00480]  Καὶ γὰρ αὐτῆς ἤδη τῆς γῆς ὑπὸ μὲν ἐπομβρίας κατακλυσθὲν ἀποσύρεται τὸ σπέρμα, διὰ δὲ αὐχμὸν νοτίδος ἀποξηραίνεται, κολλώδης δὲ ὁ χυμὸς ὢν συνέχει τὸ σπέρμα [1.6.48.3] καὶ φύει.
 [00758]  Τὸ δὲ δίκαιον ἀγαθὸν εἰδὼς φαίνεταί που λέγων ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή, καὶ κατὰ τῆς αὐτῆς δυνάμεως ἄμφω τάσσων τὰ [1.8.74.1] ὀνόματα.
 [00769]  [1.9.t.1] Ὅτι τῆς αὐτῆς δυνάμεως καὶ εὐεργετεῖν καὶ κολάζειν δικαίως, ἐν ᾧ τίς ὁ τρόπος τῆς παιδαγωγίας τοῦ λόγου.
 [00780]  Τοιοῦτος ὁ παιδαγωγὸς νουθετῶν, ὡς κἀν τῷ εὐαγγελίῳ λέγων ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε.
 [00824]  πάντες οἱ δοξάζοντες αὐτὴν ἠτίμασαν αὐτήν, ὅτι εἶδον ἀσχημοσύνην [1.9.78.4] αὐτῆς.
 [00923]  γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατεύθυνεν τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
 [00942]  Τῆς αὐτῆς εἶναι δυνάμεως ὁμολογεῖ καὶ κρίνειν καὶ εὐεργετεῖν·
 [01002]  Ὑποδεικνύων γὰρ ἐνταῦθα τὸν μισθὸν τῆς γνώσεως εἰς ἔρωτα αὐτῆς τοὺς συνετοὺς ἐκκαλεῖται καὶ τῷ πεπλανημένῳ συγγνώμην νέμων ἐπίστρεφε γάρ, ἐπίστρεφε, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ λέγει.
 [01107]  ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, [2.1.1.3] ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν.
 [01154]  Ἀγάπη μὲν οὖν χρῆμα καθαρὸν καὶ τοῦ θεοῦ ἄξιον, ἔργον δὲ αὐτῆς ἡ μετάδοσις.
 [01155]  Φροντὶς δὲ παιδείας ἀγάπη, ἡ σοφία λέγει, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς.
 [01440]  Ὅτι ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύπτει.
 [01645]  Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ' ἀγκῶνα μετ' αὐτῆς.
 [01646]  Τοῦτ' ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ' αὐτῆς.
 [01648]  Μηδὲ συμβολὰς ποίει μετ' αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ' αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν·
 [01724]  ∆ιὰ τοῦτο ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι.
 [01949]  ᾗ καὶ τῶν ὀνείρων οἱ ἀληθεῖς ὀρθῶς λογιζομένῳ νηφούσης εἰσὶ ψυχῆς λογισμοὶ ἀπερισπάστου τὸ τηνικάδε οὔσης περὶ τὰς τοῦ σώματος συμπαθείας καὶ αὐτῆς αὑτῇ τὰ κράτιστα συμβουλευούσης·
 [02043]  Αἱ δὲ ὀρέξεις αὐτῆς αἱ τέως περὶ τὰς φιλοστόργους συμπλοκὰς δεδονημέναι, ἀποστραφεῖσαι, ἔνδον περὶ τὴν παιδοποιίαν ἀσχολούμεναι συνεργοῦσι [2.10.93.2] τῷ δημιουργῷ.
 [02055]  Ἔστι γοῦν συνιδεῖν ἐξ αὐτῆς καθάπερ στήμονας τὰ νεῦρα διαφορούμενα καὶ περὶ τὴν ἐπίτασιν τῆς ὁμιλίας διαρρηγνύμενα·
 [02091]  Ἡ μὲν γὰρ κατὰ νόμον σφαλερά, εἰ μὴ ὅσον αὐτῆς ἐπὶ παιδοποιίᾳ, περὶ δὲ τῆς παρανόμου ἡ γραφὴ λέγει·
 [02212]  Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
 [02215]  καὶ ἡ κίνησις αὐτῆς καὶ ἡ σχέσις πρὸς τὸ ἐπιτερπὲς ἐπιτηδευομένη ταῖς μαχλώσαις ἔκκειται σκιαγραφία γυναιξίν.
 [02370]  καὶ ἐναργέστατα ἐπαπειλῶν καὶ ἐκδικήσω λέγει ἐπ' αὐτὴν τὰς ἡμέρας τῶν Βααλείμ, ἐν αἷς ἐπέθυσεν αὐτῇ, καὶ περιετίθετο τὰ ἐνώτια ἑαυτῆς καὶ τὰ καθόρμια αὐτῆς, καὶ τὴν αἰτίαν τοῦ κοσμήματος ἐπήγαγεν εἰπών·
 [02371]  Καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει κύριος.
 [02448]  Οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ' αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν [3.2.5.4] ψυχήν·
 [02524]  Ἐκαλλωπίζετο μυστικῶς ἡ γυνὴ βασιλεῖ τῷ ἑαυτῆς, ἀλλὰ τὸ κάλλος αὐτῆς ἐκεῖνο λύτρον εὑρίσκεται φονευομένου λαοῦ.
 [02579]  Εἰ γὰρ καὶ μὴ χρυσοφορεῖν αὐτοῖς ἐφεῖται, ἀλλ' οὖν γε διὰ τὴν θηλυδριώδη ἐπιθυμίαν ἱμάντας καὶ λώματα χρυσίου περιπτύξαντες πετάλοις ἤ τινα σφαιρικὰ τῆς αὐτῆς ὕλης ποιησάμενοι σχήματα σφυρῶν ἀπαρτῶνται καὶ τραχήλων ἀπαιωροῦσι.
 [02652]  Ὀλιγωρεῖ δὲ ἔσθ' ὅτε καὶ τῆς ἁμάξης ὁ Σκύθης πλοῦτος εἶναι δοκεῖ τῷ βαρβάρῳ τὸ μέγεθος αὐτῆς καὶ καταλιπὼν τὴν τρυφὴν εὐτελὴς [3.3.24.4] πολιτεύεται·
 [02680]  [3.4.28.2] Μὴ περιβλέπου δέ, φησί, ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν.
 [02744]  κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.
 [02882]  τὴν τοιαύτην γυναῖκα ὁ παιδαγωγὸς ἀποδέχεται, ἣ τοὺς πήχεις ἐκτενεῖ εἰς τὰ χρήσιμα, τὰς χεῖρας δὲ αὐτῆς ἐρείδεται εἰς ἄτρακτον·
 [02883]  χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ, τὴν καλλίστην διακονίαν οὐκ ἐπῃσχύνθη ζηλώσασα Σάρραν, ὑπουργῆσαι τοῖς ὁδοιπόροις.
 [02886]  Ῥαχὴλ δὲ ἡ θυγάτηρ Λάβαν ἤρχετο, φησί, μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς.
 [02888]  Αὕτη γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.
 [02898]  καὶ οὔτι γε τὸ ἔντεχνον διαπονητέον, τὸ ἐπιδεικτικὸν αὐτῆς, τὰ δὲ ἀπὸ ὀρθῆς πάλης, ἀπ' αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως·
 [02925]  Ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ' ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ' αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι' ὃ καὶ χειμῶνος μάλιστα [3.11.55.4] ταύτῃ χρηστέον·
 [02956]  ἔσται γὰρ οὕτως εὐεργὴς ἡ χείρ, ἐν οἷς αὐτῆς δεόμεθα·
 [03004]  [3.11.67.1] Ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι' αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ' ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον·
 [03007]  Συλλήβδην γοῦν ταμιεῖον ἀρετῆς ἐστιν ἀνδρεία γυνή, ἥτις σῖτα ὀκνηρὰ οὐκ ἔφαγεν, θεσμοὶ δὲ ἐλεημοσύνης ἐπὶ τῇ γλώσσῃ αὐτῆς, ἥτις τὸ στόμα αὐτῆς διήνοιξεν σοφῶς καὶ ἐννόμως, ἧς τὰ τέκνα ἐμακάρισαν ἀνιστάμενα, ὡς διὰ Σολομῶντος λέγει ὁ ἅγιος λόγος, ὁ δὲ ἀνὴρ αὐτῆς ἐνεκωμίασεν.
 [03010]  Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.
 [03023]  ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
 [03037]  ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου, ἐμφανῶς προσκαλουμένη τοὺς παριόντας ὁδόν, τοὺς εὐθύνοντας τὰς ἑαυτῶν τροχιάς, διὰ τοῦ σχήματος αὐτῆς καὶ τοῦ βίου παντὸς δηλονότι λέγουσα·
 [03103]  ἣ δὲ καὶ ἄνευ γραμμάτων ἐκπαιδεύεται, καὶ τὸ σύγγραμμα αὐτῆς τὸ ἰδιωτικὸν ἅμα καὶ θεῖον ἀγάπη [3.11.78.3] κέκληται, σύνταγμα πνευματικόν.
000-00-00 Serial Number=0166805625
Protrepticus Ante [Go Back]  
 [00595]  [4.52.1] Καὶ δὴ ἔμπαλιν ἐν αὐταῖς που ταῖς περιστάσεσιν οἱ δεισιδαίμονες, οἱ τῶν λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας·
 [00708]  Τούτων οὐ μόνον τῆς χρήσεως, πρὸς δὲ καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς αὐτῆς ἀμνηστίαν καταγγέλλομεν.
 [00764]  Ὁ γάρ τοι μέχρι τῆς σελήνης αὐτῆς διορίζων τὴν πρόνοιαν, ἔπειτα τὸν κόσμον θεὸν ἡγούμενος περιτρέπεται, τὸν ἄμοιρον τοῦ [5.66.5] θεοῦ θεὸν δογματίζων.
 [00851]  [7.74.7] Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους.
 [01177]  Ἡ γῆ δὲ τοῦ κυρίου, φησί, καὶ τὸ πλήρωμα αὐτῆς·
 [01205]  Θυμὸς γὰρ αὐτοῖς, φησὶν ἡ γραφή, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων.
 [01256]  γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε, τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι' ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.
000-00-00 Serial Number=0695731223
Quis dives salvetur Ante [Go Back]  
 [00006]  ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ' αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι' ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι' ὃν θαυμάζονται, παρα σκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου·
 [00105]  Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς.
 [00241]  ἀλλ' οὐδ' ἀναιροῦσιν οὐδ' ἐγγύς, ἀπὸ γὰρ τῆς αὐτῆς γνώμης καὶ διαθέσεως καὶ ἐπὶ τῷ αὐτῷ ὅρῳ πατέρα μισοίη τις ἂν καὶ ἐχθρὸν ἀγαπώῃ ὁ μήτε ἐχθρὸν ἀμυνόμενος μήτε πατέρα [22.6] Χριστοῦ πλέον αἰδούμενος.
 [00273]  [25.4] ὁ δὲ χαλεπώτατος ἔνδοθέν ἐστι διωγμός, ἐξ αὐτῆς ἑκάστῳ τῆς ψυχῆς προπεμπόμενος λυμαινομένης ὑπὸ ἐπιθυμιῶν ἀθέων καὶ ἡδονῶν ποικίλων καὶ φαύλων ἐλπίδων καὶ φθαρτικῶν ὀνειροπολημάτων, ὅταν, ἀεὶ τῶν πλειόνων ὀρεγομένη καὶ λυσσῶσα ὑπὸ ἀγρίων ἐρώτων καὶ φλεγομένη, καθάπερ κέντροις ἢ μύωψι τοῖς προσκειμένοις αὐτῇ πάθεσιν ἐξαιμάσσηται πρὸς σπουδὰς μανιώδεις καὶ ζωῆς ἀπόγνωσιν [25.5] καὶ θεοῦ καταφρόνησιν.
 [00515]  τούτοις συζῶν καὶ τὰ ὦτα ὑπέχων καὶ τὰ ἔργα ἀσκῶν ἐπ' αὐτῆς τῆς ἐξόδου τὸ τέλος καὶ τὴν ἐπίδειξιν τῶν δογμά [42.18] των ὄψεται.
000-00-00 Serial Number=0641852379
Stromata Ante [Go Back]  
 [00043]  ἀρίστη γὰρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τό τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρός τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν [1.1.5.3] τῶν ἐντολῶν.
 [00110]  οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν, ἀλλ' ἐπὶ τῆς λυχνίας φαίνειν τοῖς τῆς ἑστιάσεως τῆς αὐτῆς κατηξιωμένοις.
 [00138]  καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλῆσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κἀνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις διὸ δὴ παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρ' ἕκαστα αὐτοῖς δι' ὧν μᾶλλον [1.1.16.3] οἱ ἀκούοντες ἐπιστραφήσονται.
 [00226]  ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ [1.5.29.3] τῆς αὐτῆς ἐκβλύζουσαι γῆς.
 [00243]  τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρεί δεται.
 [00244]  μακρὰν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ προῇ ἄλλοις τὴν σὴν ζωήν.
 [00279]  ἣν εὑρόντες, μᾶλλον δὲ εἰληφότες παρ' αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἱ μύσται.
 [00312]  βλαστάνει δ' ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλ' οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν ἤτοι ξηρανθέντα [1.7.37.2] ἢ ἀποτιλθέντα.
 [00316]  τῆς αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτά τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων [1.7.37.5] φύσιν καὶ τροφήν.
 [00340]  τὸν αὐτὸν γὰρ τρόπον καὶ τῆς σοφιστικῆς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικὸν φαινομένον, τὸ δὲ ἐκ [1.8.39.5] διαλεκτικῆς ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις.
 [00375]  καθάπερ δὲ ἐν γεωργίᾳ οὕτω καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων [1.9.43.4] ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν.
 [00379]  ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ' ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μετὰ τὰς ἄλλας <καὶ> τὰς κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις [1.9.44.3] αὐτῆς τῆς ἀληθείας.
 [00512]  περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' [1.13.58.3] αὐτῆς.
 [00516]  κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.
 [00614]  Σαραπίων δὲ ἐν τοῖς ἔπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρῆσαν αὐτῆς μετὰ τελευτήν, τοῦτ' εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, <ἐκ> δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθῇ θρέμματᾳ κατ' ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.
 [00620]  προέστησαν δ' αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυρίων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ ∆ρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ [1.15.71.5] γυμνοσοφισταί, ἄλλοι γε φιλόσοφοι βάρβαροι.
 [00668]  <τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν [1.16.76.6] τὸν καὶ αὐτὸν Φρύγα·> κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν ∆ώριον Θάμυριν [1.16.76.7] ἐπινοῆσαι τὸν Θρᾷκα.
 [00853]  ἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς.
 [00859]  ὡς δέ, ἑνὸς ὄντος τοῦ εὐδαιμονεῖν, αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι, καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τό τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα [1.20.97.3] πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὕρεσις δι' υἱοῦ.
 [00863]  τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῷ πιπράσκοντι ἀρραβῶνα.
 [00872]  καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ' ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων [1.20.99.4] αὐτὴν προσφυῶς.
 [00875]  αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, δύναμις οὖσα καὶ σοφία τοῦ θεοῦ, προσιοῦσα δὲ φιλοσοφία ἡ Ἑλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ' ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχεί ρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς [1.20.100.2] φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος.
 [00941]  λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παραγενομένην εἰς ∆ελφοὺς ᾆσαι·
 [00956]  τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις [1.21.110.4] ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά, ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα, μεθ' ὃν ὁ υἱὸς [1.21.110.5] αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία.
 [00993]  μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς·
 [01045]  ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάρραν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῆς ἑπτὰ τοὺς πρώτους μνηστῆρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει.
 [01172]  φασὶ δὲ καὶ ἄλλοι τινές, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀπορραγείσης ἀποδράσει, οὐκέτ' ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὑρεθήσεται τῆς ἡμέρας.
 [01204]  εἴρηκεν δὲ #22βτʹ ἡμέρας γενέσθαι ἀφ' οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν [1.21.146.8] ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς.
 [01402]  μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ [1.27.174.3] ἔλεον ἐπὶ γλώσσης φορεῖ.
 [01520]  ἔστιν οὖν ἄλλη τις τοιαύτη κατάστασις ἀληθὴς θεο σεβείας αὐτῆς, ἧς μόνος διδάσκαλος ὁ λόγος;
 [01542]  καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ καὶ τὰ ἑξῆς ἕως ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.
 [01568]  κυριώτερον οὖν τῆς ἐπιστήμης ἡ πίστις καὶ ἔστιν αὐτῆς κριτήριον.
 [01729]  εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται, ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρὼν πιστεύεται, κατὰ τὸ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως [2.6.31.1] γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.
 [01791]  [2.8.37.6] εἰ δὴ ἄγνοια προκατῆρξε τῆς ἐκπλήξεως, ἡ δ' ἔκπληξις καὶ ὁ φόβος ἀρχὴ σοφίας φόβος τοῦ θεοῦ γεγένηται, κινδυνεύει τῆς τε σοφίας τοῦ θεοῦ καὶ τῆς κοσμοποιίας ἁπάσης, ἀλλὰ καὶ τῆς [2.8.38.1] ἀποκαταστάσεως αὐτῆς τῆς ἐκλογῆς ἄγνοια προκατάρχειν αἰτιωδῶς.
 [01923]  ὁ λογισμὸς καὶ τὸ ἡγεμονικὸν ἄπταιστον μένον καὶ καθηγούμενον τῆς ψυχῆς κυβερνήτης αὐτῆς εἴρηται·
 [02323]  σοφία γὰρ πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῆς, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
 [02341]  [2.19.102.3] δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ' αὐτῆς, οἱ δὲ παρανομοῦντες [2.19.102.4] ἐξολοθρευθήσονται ἀπ' αὐτῆς.
 [02370]  φασὶ δὲ αὐτῆς εἶναι τὴν ἔννοιαν κίνησιν λείαν καὶ προσηνῆ μετά τινος [2.20.106.4] αἰσθήσεως.
 [02441]  οἶδα ἐγὼ αἱρέσει τινὶ ἐντυχών, καὶ ὁ ταύτης προϊστάμενος διὰ τῆς χρήσεως ἔφασκεν τῆς ἡδονῆς ἡδονῇ μάχεσθαι, αὐτομολῶν πρὸς ἡδονὴν διὰ προσποιητοῦ μάχης ὁ γενναῖος οὗτος γνωστικός [2.20.117.6] (ἔφασκε γὰρ δὴ αὑτὸν καὶ γνωστικὸν εἶναι), ἐπεὶ οὐδὲ μέγα ἔλεγεν τὸ ἀπέχεσθαι ἡδονῆς μὴ πεπειραμένον, ἐν αὐτῇ δὲ γενόμενον μὴ [2.20.118.1] κρατεῖσθαι, ὅθεν γυμνάζεσθαι δι' αὐτῆς ἐν αὐτῇ.
 [02444]  ὀνειδιζόμενος γοῦν ἐπὶ τῷ συνεχῶς ὁμιλεῖν τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, ἔχω γὰρ ἔλεγεν Λαΐδα καὶ οὐκ ἔχομαι ὑπ' [2.20.118.3] αὐτῆς.
 [02447]  οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς [2.20.118.6] ἀποστολικοῦ μεταδιωκόντων.
 [02476]  ἡ δὲ ἀληθὴς καὶ οὐκ ἄλογος σοφία οὐ λόγοις ψιλοῖς καὶ θεσπίσμασι πεποιθυῖα, ἀλλὰ σκεπαστηρίοις ἀτρώτοις καὶ ἀμυντηρίοις δραστικοῖς, ταῖς θείαις ἐντολαῖς, ** συγγυμνασίᾳ τε καὶ συνασκήσει μελετῶσα, δύναμιν θείαν κατὰ τὸ ἐμπνεόμενον μέρος αὐτῆς [2.20.122.2] ὑπὸ τοῦ λόγου λαμβάνει.
 [02514]  καὶ ∆ιόδωρος ὁμοίως ἀπὸ τῆς αὐτῆς αἱρέσεως γενόμενος τέλος ἀποφαίνεται [2.21.128.1] τὸ ἀοχλήτως καὶ καλῶς ζῆν.
 [02594]  καὶ ἀνὴρ ὃς ἂν γένηται δίκαιος καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, ἐπὶ τὰ ὄρη οὐκ ἔφαγεν, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἦρεν ἐπὶ τὰ εἴδωλα οἴκου Ἰσραήλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον οὐκ ἐμίανεν, καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαθαρσίας αὐτῆς οὐ προσῆλθεν (οὐ γὰρ ἐφύβριστον τὴν ἀνθρώπου σπορὰν εἶναι βούλεται), καὶ ἄνδρα, φησί, μὴ κακώσῃ, ἐνεχύρασμα ὀφείλοντος ἀποδώσει, ἅρπαγμα οὐ μὴ ἁρπάσῃ, τὸν [2.22.135.2] ἄρτον αὐτοῦ πεινῶντι δώσει, <καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει,> καὶ πλεονασμὸν οὐ λήψεται, ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρῖμα ἀληθινὸν ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ τοῦ πλησίον, ἐν τοῖς δικαιώμασί μου πορεύσεται καὶ τὰ [2.22.135.3] δικαιώματά μου ἐφύλαξε τοῦ ποιῆσαι ἀλήθειαν·
 [03080]  ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων.
 [03202]  μένει γὰρ ἐπὶ τῆς αὐτῆς οἰκονομίας ὁ κόσμος.
 [03228]  [3.9.66.2] φαμένης γὰρ αὐτῆς καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα, ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης, ἀμείβεται λέγων ὁ κύριος·
 [03252]  ἄνωθεν μὲν οὖν ὁ νόμος, ὥσπερ προειρήκαμεν, τὸ οὐκ ἐπιθυμήσεις τῆς τοῦ πλησίον, τῆς τοῦ κυρίου προσεχοῦς κατὰ τὴν νέαν διαθήκην φωνῆς προαναπεφώνηκεν τῆς αὐτῆς αὐτοπροσώπως λεγούσης·
 [03328]  ἡ γυνὴ δέδεται ἐφ' ὅσον ζῇ χρόνον ὁ ἀνὴρ αὐτῆς·
 [03676]  [4.5.20.1] Ἔοικε δέ πως παρούσης ἀλγηδόνος ἡ ψυχὴ νεύειν ἀπ' αὐτῆς καὶ τίμιον ἡγεῖσθαι τὴν ἀπαλλαγὴν τῆς παρούσης ὀδύνης.
 [03761]  ἔτι τὸ κοινωνικὸν τῆς δικαιοσύνης παραδίδωσιν, ἐμφαίνων δεῖν ἀποδιδόναι τῇ συνηθείᾳ τῆς παλαιᾶς ἀναστροφῆς τὰ ὑπ' αὐτῆς ἡμῖν περικτηθέντα καὶ ἐπὶ τὸν θεὸν ἀνατρέχειν ἔλεον [4.6.33.7] αἰτουμένους.
 [03764]  ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ [4.6.34.2] οἱ διερχόμενοι δι' αὐτῆς·
 [03807]  τῆς αὐτῆς <οὖν> τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.
 [03939]  ὅτι μὲν γὰρ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ὡμολόγηται, ἀλλ' ἡ [4.7.54.4] συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται.
 [03968]  σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν [4.8.59.4] εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν.
 [04236]  ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ [4.15.98.2] τὸ πλήρωμα αὐτῆς.
 [04372]  τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις, φησί.
 [04434]  τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα·
 [04472]  μᾶλλον δέ, φησίν, εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα [4.20.129.1] ἐνοχλῇ καὶ δι' αὐτῆς μιανθῶσιν οἱ πολλοί.
 [04584]  εἰ γοῦν τὴν ἐπιστήμην ἐτυμολογεῖν χρὴ καὶ ἀπὸ τῆς στάσεως τὴν ἐπιβολὴν αὐτῆς ληπτέον, ὅτι ἵστησιν ἡμῶν ἐν τοῖς πράγμασι [4.22.143.3] τὴν ψυχήν, ἄλλοτε ἄλλως πρότερον φερομένην, ὡσαύτως καὶ τὴν [4.22.143.4] πίστιν ἐτυμολογητέον τὴν περὶ τὸ ὂν στάσιν τῆς ψυχῆς ἡμῶν.
 [04639]  καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμὸς ἐν ὑπομονῇ καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπὶ δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνη καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ [4.23.151.2] ἀπαθὴς ἄθυμός τε καὶ ἀνεπιθύμητος·
 [04705]  Βασιλείδης δὲ ὑποστατὰς ∆ικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας.
 [04724]  εἰ δέ τις διαβάλλεσθαι τὴν σάρκα καὶ δι' αὐτῆς τὴν γένεσιν φάσκοι παραθεὶς Ἡσαΐαν λέγοντα πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
 [04851]  ἐνδεδεμένοι γὰρ τῷ γεώδει σώματι τῶν μὲν αἰσθητῶν διὰ σώματος ἀντιλαμβανόμεθα, [5.1.7.5] τῶν δὲ νοητῶν δι' αὐτῆς τῆς λογικῆς ἐφαπτόμεθα δυνάμεως.
 [05187]  ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ [5.7.42.4] μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα.
 [05466]  δένδρον ἀθανασίας ἐστὶ τοῖς ἀντεχομένοις [5.11.72.5] αὐτῆς.
 [05802]  Ἡσίοδος μὲν <οὖν> οὕτως περὶ αὐτῆς λέγει·
 [05870]  [5.14.114.1] Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν ὁρᾷς φησὶ τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς <ἐν> ἀγκάλαις;
 [06066]  οὔτε γὰρ ὅ ἐστιν οὔθ' ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.
 [06093]  ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει.
 [06221]  καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
 [06635]  καὶ πάλιν ἐν τῷ δευτέρῳ τῆς αὐτῆς συντάξεως ὧδέ πως γράφει·
 [06644]  [6.7.55.1] Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, * * τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα [6.7.55.2] πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς.
 [06715]  τῆς αὐτῆς ἔχεται ἐννοίας κἀκεῖνο τὸ προφητικόν·
 [06738]  ἄλλως τε καὶ ἐπιστάμενος τὴν ἀλήθειαν εὑρεθήσεται, καὶ εἰ μὴ καταληπτικῶς, ἀλλ' οὖν οὐκ ἄπειρός γε αὐτῆς.
 [06789]  τίς δὲ καὶ σωφροσύνης ἀνάγκη μὴ χρῄζοντι αὐτῆς;
 [06806]  ὡς δὲ οὐ συγγεννᾶται τοῖς ἀνθρώποις, ἀλλ' ἐπίκτητός ἐστιν ἡ γνῶσις καὶ προσοχῆς μὲν δεῖται κατὰ τὰς ἀρχὰς ἡ μάθησις αὐτῆς ἐκθρέψεώς τε καὶ αὐξήσεως, ἔπειτα δὲ ἐκ τῆς ἀδιαλείπτου μελέτης εἰς ἕξιν ἔρχεται, οὕτως ἐν ἕξει τελειωθεῖσα τῇ [6.9.78.5] μυστικῇ ἀμετάπτωτος δι' ἀγάπην μένει·
 [06807]  οὐ γὰρ μόνον τὸ πρῶτον αἴτιον καὶ τὸ ὑπ' αὐτοῦ γεγεν<ν>ημένον αἴτιον κατείληφεν καὶ περὶ τούτων ἐμπέδως ἔχει, μονίμως μονίμους καὶ ἀμεταπτώτους καὶ ἀκινήτους λόγους κεκτημένος, ἀλλὰ καὶ περὶ ἀγαθῶν καὶ περὶ κακῶν περί τε γενέσεως ἁπάσης καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἐλάλησεν ὁ κύριος, τὴν ἀκριβεστάτην ἐκ καταβολῆς κόσμου εἰς τέλος ἀλήθειαν παρ' αὐτῆς ἔχει τῆς ἀληθείας μαθών, οὐκ, εἴ πού τι φανείη πιθανὸν ἢ κατὰ λόγον Ἑλληνικὸν ἀναγκαστικόν, πρὸ αὐτῆς αἱρούμενος τῆς [6.9.78.6] ἀληθείας, τὰ δὲ εἰρημένα ὑπὸ κυρίου σαφῆ καὶ πρόδηλα ἔχει λαβών.
 [06880]  τῷ δ' ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ' ὡς [6.11.89.3] ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον.
 [06936]  διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς·
 [06957]  τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι' αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν (οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ, ἢ μόνον τὸ παρεῖναι αὐτὴν καὶ ἐν ἀδιαλείπτῳ θεωρίᾳ ἡμᾶς εἶναι καὶ εἰς αὐτὴν καὶ δι' αὐτὴν ἀγωνίζεσθαι), τὰ δὲ δι' ἕτερα, <ὡς> τὴν πίστιν διὰ τὴν ἐξ αὐτῆς περιγενομένην φυγήν τε τῆς κολάσεως καὶ ὠφέλειαν τὴν ἐκ τῆς ἀνταποδόσεως.
 [07008]  καὶ τῶν ἐκλεκτῶν, φησίν, ἐκλεκτότεροι οἱ κατὰ τὴν τελείαν γνῶσιν καὶ τῆς ἐκκλησίας αὐτῆς ἀπηνθισμένοι καὶ τῇ μεγαλοπρεπεστάτῃ δόξῃ τετιμημένοι, κριταί τε καὶ διοικηταί, ἐπ' ἴσης ἔκ τε Ἰουδαίων ἔκ τε Ἑλλήνων, οἱ τέσσαρες καὶ εἴκοσι, διπλασιασθείσης τῆς χάριτος·
 [07108]  τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι' αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
 [07109]  ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα (οὐ γὰρ πάντων ἡ γνῶσις) καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς·
 [07114]  ἀρχὴ γὰρ αὐτῆς ἀληθεστάτη παιδείας ἐπιθυμία (τουτέστι τῆς γνώσεως), φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ.
 [07173]  ἀλλὰ μὴν καὶ σοφία λέγεται, καὶ ὡς ἕτερον αὐτῆς ἡ παιδεία λόγοι τε αὖ φρονήσεως καὶ στροφαὶ λόγων καὶ δικαιοσύνη ἀληθὴς διδασκαλία τε αὖ τοῦ κατευθῦναι κρῖμα καὶ πανουργία ἀκάκοις κατὰ τὴν παιδείαν περιγινομένη [6.15.130.2] αἴσθησίς τε καὶ ἔννοια τῷ νεοκατηχήτῳ γινομένη.
 [07188]  ἀμέλει καὶ τῶν ἐπιβοωμένων τὸν κύριον αὐτὸν οἱ μὲν πολλοὶ υἱὲ ∆αβίδ, ἐλέησόν με ἔλεγον, ὀλίγοι δὲ υἱὸν ἐγίγνωσκον τοῦ θεοῦ, καθάπερ ὁ Πέτρος, ὃν καὶ ἐμακάρισεν, ὅτι αὐτῷ σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψε τὴν ἀλήθειαν, ἀλλ' ἢ ὁ πατὴρ αὐτοῦ ὁ ἐν τοῖς οὐρανοῖς, δηλῶν τὸν γνωστικὸν οὐ διὰ τῆς σαρκὸς αὐτοῦ τῆς κυηθείσης, ἀλλὰ δι' αὐτῆς τῆς [6.15.132.5] δυνάμεως τῆς πατρικῆς γνωρίζειν τὸν υἱὸν τοῦ παντοκράτορος.
 [07209]  τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ [6.16.135.3] τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι.
 [07400]  ἐνέργεια γὰρ αὐτῆς τὸ κακοποιεῖν ὡς τοῦ σκότους τὸ συγχεῖν τὰς ὄψεις·
 [07410]  καὶ ἴδιον αὐτῆς γνωρίζειν τά τε ἄλλα καὶ πολὺ πρότερον τὰ καθ' ἑαυτήν·
 [07412]  τοῦ θεοῦ δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς θεόθεν ἥκειν τὰ ἀγαθὰ τοῖς ἀνθρώποις διδάσκουσα εἴρηκεν ἡ γραφή, δυνάμει θείᾳ καὶ ἰσχύι τῆς διαδόσεως καθηκούσης εἰς ἀνθρωπίνην [6.17.160.4] βοήθειαν.
 [07732]  φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ' αὖ καὶ ἐξ αὐτῆς τῆς [7.6.31.6] τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν.
 [07746]  ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν ∆ήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ' αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν [7.6.32.6] λέγουσιν ἡμῖν ἀπιστήσουσιν;
 [07842]  εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει [7.7.43.4] ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει;
 [07859]  [7.7.45.1] Ἀξιολόγως ὁ γοῦν τὰ περὶ θεοῦ διειληφώς, <δεδιδαγμένος> πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι <ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς, κατ' ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ' αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς [7.7.45.2] ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος.
 [07884]  ἀμείωτος δ' οὖν ἡ [7.7.47.7] ἐνέργεια δι' αὐτῆς τῆς μεταδόσεως δείκνυται.
 [07897]  [7.7.49.1] ∆ιὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ [7.7.49.2] ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον.
 [07989]  ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ [7.10.59.4] αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ' οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ' ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν·
 [08166]  οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ' ὡς ἔπος εἰπεῖν δι' αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος, ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς ὁ γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας.
 [08229]  κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.
 [08309]  καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικῆς τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπί τινα κρημνόν, τῶν δὲ ἐπὶ ποτα μὸν ῥοώδη ἢ θάλασσαν ἀγχιβαθῆ φερουσῶν, οὐκ ἄν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὁδεῦσαι, χρήσαιτο δ' ἂν τῇ ἀκινδύνῳ καὶ βασιλικῇ καὶ λεωφόρῳ, οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς [7.15.91.6] γνῶσιν·
 [08328]  μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι, ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν [7.16.93.4] εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ τεθλιμμένην.
 [08339]  σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ' αὐτῆς λαβόντες ἔχωσι τῆς [7.16.94.6] ἀληθείας.
 [08349]  εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ' αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν [7.16.95.7] ἐπίγνωσιν τῆς ἀληθείας.
 [08361]  ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς.
 [08439]  οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες [7.16.105.5] ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὓς παντὸς μᾶλλον ἀγαπῶντας τῆς [7.16.105.6] ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.
 [08545]  εἶναι δὲ <δυνατὸν> τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς ἀγνοουμένων δὲ τῶν ἔργων αὐτῆς, οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ [8.4.9.2] δυνάμεων ἢ ἁπλῶς εἰπεῖν ἓν τῶν ὑπαρχόντων τοῖς οὖσιν·
 [08547]  ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι, τίνι τῶν οὐσιῶν [8.4.9.4] ἂν οὕτω μὲν ὑπάρχῃ·
 [08604]  τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς, δευτέρα δ' ἦν διαφορὰ προβλημάτων ἐφ' οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.
 [08618]  περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων, ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, <δι'> ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν, περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν, εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.
 [08799]  τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ' αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»