Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γάλα [67]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γάλα


000-00-00 Serial Number=0928513885
Eclogae propheticae Ante [Go Back]  
 [00217]  [49.1] Τὸ δὲ γάλα τῶν γυναικῶν, ῥέον ἀπὸ τῶν μαστῶν καὶ πηγνύ μενον, φησὶν ὁ Πέτρος ἐν τῇ Ἀποκαλύψει, γεννήσει θηρία λεπτὰ σαρκοφάγα καὶ ἀνατρέχοντα εἰς αὐτὰς κατεσθίει, διὰ τὰς ἁμαρτίας [49.2] γίνεσθαι τὰς κολάσεις διδάσκων.
000-00-00 Serial Number=0290489256
Hymnus Christi servatoris Ante [Go Back]  
 [00008]  Χριστὲ Ἰησοῦ, γάλα οὐράνιον μαστῶν γλυκερῶν νύμφης χαρίτων σοφίας τῆς σῆς, ἐκθλιβόμενον.
000-00-00 Serial Number=0217929840
Paedagogus Ante [Go Back]  
 [00347]  Ἔτι καὶ τὸ πρὸς τοῦ ἀποστόλου εἰρημένον ἐπεξηγητέον γάλα ὑμᾶς ἐπότισα, ὡς νηπίους ἐν Χριστῷ, οὐ βρῶμα·
 [00351]  Ἀντιπαραθήσω γὰρ κἀκείνην τὴν γραφὴν εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τὴν ἀγαθήν, [1.6.35.1] τὴν ῥέουσαν γάλα καὶ μέλι.
 [00355]  γάλα ὑμᾶς ἐπότισα ἐν Χριστῷ καὶ διαστήσαντες ὀλίγον ἐπαγάγωμεν ὡς νηπίους, ἵνα κατὰ τὴν διαστολὴν τῆς ἀναγνώσεως τοιαύτην ἀποδεξώμεθα διάνοιαν·
 [00360]  Οὕτω γοῦν τελεία τροφὴ τὸ γάλα ἐστὶ τὸ τέλειον καὶ εἰς τέλος ἄγει τὸ ἀκατάπαυστον.
 [00361]  ∆ιὸ κἀν τῇ ἀναπαύσει τὸ αὐτὸ τοῦτο ἐπήγγελται γάλα καὶ μέλι.
 [00362]  Εἰκότως γάλα αὖθις ὑπισχνεῖται τοῖς δικαίοις ὁ κύριος, ἵνα δὴ σαφῶς ὁ λόγος ἄμφω δειχθῇ, ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλος ὁ λόγος ἀλληγορούμενος γάλα.
 [00368]  ∆ιὸ καὶ γάλα ὑμᾶς ἐπότισα, φησίν, τὴν γνῶσιν ὑμῖν ἐνέχεα, λέγων, τὴν ἐκ κατηχήσεως ἀνατρέφουσαν εἰς ζωὴν ἀίδιον.
 [00372]  Μή τι οὖν γάλα εἰπὼν ἐπότισα τὴν ἐν λόγῳ γάλακτι τελείαν εὐφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, ᾐνίξατο;
 [00384]  Πῶς οὖν οὐ ταύτῃ νοεῖν τὸν ἀπόστολον ὑποληπτέον τὸ γάλα τῶν νηπίων, εἴ τε ποιμένες ἐσμὲν οἱ τῶν ἐκκλησιῶν προηγούμενοι κατ' εἰκόνα τοῦ ἀγαθοῦ ποιμένος, τὰ δὲ πρόβατα ἡμεῖς, μὴ οὐχὶ καὶ γάλα τῆς ποίμνης τὸν κύριον λέγοντα τὴν ἀκολουθίαν φυλάττειν ἀλληγοροῦντα;
 [00386]  γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·
 [00387]  οὔπω γὰρ ἐδύνασθε, οὐκ ἄλλο τι παρὰ τὸ γάλα τὸ βρῶμα ὑπολαμβάνοντας, ταὐτὸν δὲ τῇ οὐσίᾳ·
 [00388]  ὡσαύτως γὰρ καὶ ὁ λόγος ὁ αὐτὸς ἢ ἀνειμένος καὶ ἤπιος ὡς γάλα ἢ πεπηγὼς καὶ συνεστραμμένος ὡς [1.6.38.1] βρῶμα.
 [00389]  Οὐ μὴν ἀλλὰ καὶ τῇδε ἐκλαμβάνουσιν ἡμῖν γάλα νοεῖσθαι τὸ κήρυγμα δύναται τὸ ἐπὶ πλεῖστον κεχυμένον, βρῶμα δὲ ἡ πίστις εἰς θεμέλιον ἐκ κατηχήσεως συνεστραμμένη, ἣ δὴ στερεμνιωτέρα τῆς ἀκοῆς ὑπάρχουσα βρώματι ἀπεικάζεται, ἐν [1.6.38.2] αὐτῇ σωματοποιουμένη τῇ ψυχῇ.
 [00394]  [1.6.39.1] Εἰ δὲ ἄρα προσφιλονικεῖν ἐθέλοιέν τινες τὰ πρῶτα μαθήματα τὸ γάλα μηνύειν λέγοντες, ὡσανεὶ πρώτας τροφάς, τὸ δὲ βρῶμα τὰς πνευματικὰς ἐπιγνώσεις, σφᾶς αὐτοὺς ἀνάγοντες εἰς γνῶσιν, ἴστωσαν, ὡς ἄρα στερεὰν τροφὴν τὸ βρῶμα λέγοντες καὶ σάρκα καὶ αἷμα τοῦ Ἰησοῦ ὑποφέρονται τῇ σφῶν [1.6.39.2] αὐτῶν μεγαλαύχῳ σοφίᾳ ἐπὶ τὴν ἁπλότητα τὴν ἀληθῆ.
 [00397]  καὶ ἔστι μὲν τῆς σαρκὸς ὑγρότερον τὸ αἷμα, οἷον ὑγρά τις οὖσα σάρξ, τοῦ δὲ αἵματος νοστιμώτερον τὸ γάλα καὶ λεπτομερέστερον.
 [00400]  Ἐπὰν οὖν κατὰ τοὺς τόκους ἀποκοπὴν λάβῃ τὸ ἀγγεῖον, δι' οὗ πρὸς τὸ ἔμβρυον τὸ αἷμα ἐφέρετο, μύσις μὲν γίνεται τοῦ πόρου, τὴν δὲ ὁρμὴν ἐπὶ τοὺς μαστοὺς τὸ αἷμα λαμβάνει καὶ πολλῆς τῆς ἐπιφορᾶς γενομένης διατείνονται καὶ μεταβάλλει τὸ αἷμα εἰς γάλα, ἀναλόγως τῇ ἐπὶ τῆς [1.6.39.5] ἑλκώσεως εἰς πῦον τοῦ αἵματος μεταβολῇ·
 [00407]  Πάντῃ δὲ ἔοικεν τούτῳ ἡ πνευματικὴ τροφή, γλυκεῖα μὲν διὰ τὴν χάριν ὑπάρχουσα, τρόφιμος δὲ ὡς ζωή, λευκὴ δὲ ὡς ἡμέρα Χριστοῦ, καὶ τὸ αἷμα [1.6.41.1] τοῦ λόγου πεφανέρωται ὡς γάλα.
 [00408]  Ταύτῃ τοίνυν περὶ τὴν ἀποκύησιν οἰκονομούμενον τῷ βρέφει τὸ γάλα χορηγεῖται, καὶ οἱ μαστοί, οἱ τέως τὸν ἄνδρα περιβλεπόμενοι ὀρθοί, ἤδη κατανεύουσι πρὸς τὸ παιδίον, τὴν ὑπὸ τῆς φύσεως πεπονημένην εὔληπτον παρέχειν διδασκόμενοι τροφὴν εἰς ἀνατροφὴν σωτηρίας·
 [00409]  οὐ γὰρ ὡς αἱ πηγαὶ πλήρεις εἰσὶν οἱ μαστοὶ ἐπεισρέοντος ἑτοίμου γάλακτος, ἀλλὰ μεταβάλλοντες τὴν τροφὴν ἐν ἑαυτοῖς [1.6.41.2] ἐργάζονται γάλα καὶ διαπνέουσιν.
 [00412]  Ἀλλ' αἱ μὲν γυναῖκες αἱ κυοῦσαι μητέρες γενόμεναι πηγάζουσι γάλα·
 [00418]  [1.6.42.2] ∆ιὸ οὐκ ἔσχε γάλα, ὅτι γάλα ἦν τὸ παιδίον τοῦτο καλὸν καὶ οἰκεῖον, τὸ σῶμα τοῦ Χριστοῦ, τὴν νεολαίαν ὑποτροφοῦσα τῷ λόγῳ, ἣν αὐτὸς ἐκύησεν ὁ κύριος ὠδῖνι σαρκικῇ, ἣν αὐτὸς [1.6.42.3] ἐσπαργάνωσεν ὁ κύριος αἵματι τιμίῳ.
 [00433]  Ἡ τροφὴ τὸ γάλα τοῦ πατρός, ᾧ μόνῳ τιτθευόμεθα οἱ νήπιοι.
 [00435]  δι' οὗ πεπιστευκότες εἰς τὸν θεὸν ἐπὶ τὸν λαθικηδέα μαζὸν τοῦ πατρός, τὸν λόγον, καταφεύγομεν, ὃ δέ, ὡς ἔοικεν, μόνος ἡμῖν τοῖς νηπίοις τὸ γάλα τῆς ἀγάπης χορηγεῖ, καὶ οὗτοι ὡς ἀληθῶς μακάριοι [1.6.44.1] μόνοι, ὅσοι τοῦτον θηλάζουσι τὸν μαστόν.
 [00437]  ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ τὴν ὑπόκρισιν καὶ φθόνον καὶ καταλαλίαν, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
 [00438]  Εἰ δὲ καὶ συνενδῴη τις αὐτοῖς ἄλλο τι εἶναι τὸ βρῶμα παρὰ τὸ γάλα, εἶτα πῶς οὐ περιπαρήσονται σφίσιν αὐτοῖς, οὐ κατανενοηκότες [1.6.44.2] τὴν φύσιν;
 [00442]  Ἀποδέδεικται δὲ ἡμῖν μικρῷ πρόσθεν τὸ αἷμα εἰς γάλα ταῖς κυούσαις κατὰ μεταβολήν, οὐ κατ' οὐσίαν χωρεῖν, ὥσπερ ἀμέλει καὶ αἱ τρίχες αἱ ξανθαὶ τοῖς γηρῶσιν εἰς πολιὰς μεταβάλλουσιν.
 [00443]  Θέρους δὲ ἔμπαλιν ἀραιότερον ὂν τὸ σῶμα τὴν τροφὴν εὐδιαφορητοτέραν παρέχει, καὶ ἥκιστα πλεονάζει τὸ γάλα, ἐπεὶ μηδὲ τὸ αἷμα·
 [00446]  Τῷ οὖν γάλακτι, τῇ κυριακῇ τροφῇ, εὐθὺς μὲν ἀποκυηθέντες τιθηνούμεθα, εὐθὺς δὲ ἀναγεννηθέντες τετιμήμεθα τῆς ἀναπαύσεως τὴν ἐλπίδα, τὴν ἄνω Ἱερουσαλὴμ εὐαγγελιζόμενοι, ἐν ᾗ μέλι καὶ γάλα ὀμβρεῖν ἀναγέγραπται, διὰ τῆς ἐνύλου καὶ τὴν ἁγίαν μνηστευόμενοι [1.6.45.2] τροφήν.
 [00448]  Ἐπειδὴ δέ ἐστιν ὁ λόγος πηγὴ ζωῆς βρύουσα καὶ ποταμὸς εἴρηται ἐλαίου, εἰκότως ἀλληγορῶν ὁ Παῦλος καὶ γάλα αὐτὸν ὀνομάζων ἐπότισα ἐπιφέρει·
 [00451]  ∆υνατὸν δὲ τὸ αὐτὸ καὶ βρῶμα εἶναί πως ἔχον καὶ ποτόν, πρὸς ἄλλο καὶ ἄλλο νοούμενον, καθάπερ καὶ ὁ τυρὸς γάλακτός ἐστι πῆξις ἢ γάλα πεπηγός.
 [00453]  Ἀλλὰ καὶ τοῖς ὑποτιτθίοις παιδίοις ἀρκεῖ μόνον τὸ γάλα καὶ [1.6.45.4] ποτὸν εἶναι καὶ τροφήν.
 [00459]  ἐντεῦθεν τὸ ζητῆσαι μαστεῦσαι καλεῖται, ὅτι τοῖς ζητοῦσιν νηπίοις τὸν λόγον αἱ πατρικαὶ τῆς φιλανθρωπίας θηλαὶ χορηγοῦσι τὸ [1.6.46.2] γάλα.
 [00467]  Οὕτως πολλαχῶς ἀλληγορεῖται ὁ λόγος, καὶ βρῶμα καὶ σὰρξ καὶ τροφὴ καὶ ἄρτος καὶ αἷμα καὶ γάλα, ἃ πάντα ὁ κύριος εἰς ἀπόλαυσιν ἡμῶν τῶν εἰς αὐτὸν πεπιστευκότων.
 [00468]  Μὴ δὴ οὖν τις ξενιζέσθω λεγόντων ἡμῶν ἀλληγορεῖσθαι γάλα τὸ [1.6.47.3] αἷμα τοῦ κυρίου·
 [00478]  ἡ γὰρ ἐν τούτῳ δύναμις, θρομβοῦσα τοῦ αἵματος τὴν φύσιν, ὃν τρόπον ἡ πυτία συνίστησι τὸ γάλα, οὐσίαν ἐργάζεται μορφώσεως·
 [00486]  αἵματος γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ, δι' οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.
 [00487]  ∆ιὰ τοῦτο ἄρα μυστικῶς τὸ ἐν τῷ ἀποστόλῳ ἅγιον πνεῦμα τῇ τοῦ κυρίου ἀποχρώμενον φωνῇ [1.6.49.3] γάλα ὑμᾶς ἐπότισα λέγει.
 [00493]  Τὸ αὐτὸ ἄρα καὶ αἷμα καὶ γάλα τοῦ κυρίου πάθους καὶ [1.6.50.1] διδασκαλίας σύμβολον.
 [00495]  Ὡς δ' ἐξ αἵματος γάλα κατὰ μεταβολὴν γίνεται, ἤδη μὲν σαφές, οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν ποιμνίων ἔκ τε τῶν βουκολίων ἔξεστι μαθεῖν.
 [00497]  ἐκ δὲ τοῦ αἵματος δαψιλέστερον χεῖται τὸ γάλα·
 [00499]  [1.6.50.3] Ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τὸ γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τροφὴν τὸ λου τρὸν τὸ πνευματικόν·
 [00501]  οὐ γὰρ ἀποξύνεσθαι τὸ γάλα ἐᾷ ἡ πρὸς τὸ ὕδωρ κοινωνία, οὐκ [1.6.50.4] ἀντιπαθείᾳ τινί, προσπεπαινομένου δὲ προσπαθείᾳ.
 [00502]  Καὶ ἣν ὁ λόγος ἔχει πρὸς τὸ βάπτισμα κοινωνίαν, ταύτην ἔχει τὸ γάλα τὴν συναλλαγὴν πρὸς τὸ ὕδωρ.
 [00508]  Ναὶ μὴν ἐπιμίγνυται τὸ γάλα καὶ οἴνῳ τῷ γλυκεῖ, ἐπωφελὴς δὲ ἡ μῖξις, καθάπερ ἀνακιρναμένου τοῦ πάθους εἰς ἀφθαρσίαν·
 [00509]  ἐξορροῦται γὰρ ὑπὸ τοῦ οἴνου τὸ γάλα καὶ σχίζεται, καὶ [1.6.51.2] ὅτιπερ αὐτοῦ νόθον, τοῦτ' ἀποχετεύεται.
 [00512]  [1.6.52.1] ∆ιὰ τοῦτο γὰρ καὶ ἡ γραφὴ περὶ τοῦ κυρίου λέγει ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν, ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας, βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ τὰ ἐπὶ τούτοις ἔδωκεν αὐτοῖς·
 [01250]  βολβοί, ἐλαῖαι, λαχάνων ἔνια, γάλα, τυρὸς τά τε ὡραῖα ἑψήματά τε παντοδαπὰ ζωμῶν [2.1.15.2] ἄνευ.
 [01892]  Ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ γάλα, σεμίδαλις πυροῦ καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον, ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά.
 [02791]  Καθάπερ γὰρ τῶν φρεάτων ὅσα πέφυκεν βρύειν ἀπαντλούμενα εἰς τὸ ἀρχαῖον ἀναπιδύει μέτρον, οὕτως ἡ μετάδοσις ἀγαθὴ φιλανθρωπίας ὑπάρχουσα πηγή, κοινωνοῦσα τοῖς διψῶσι τοῦ ποτοῦ αὔξεται πάλιν καὶ πίμπλαται, ὃν τρόπον ἐπὶ τοὺς θηλαζομένους ἢ καὶ βδαλλομένους μαστοὺς ἐπιρρεῖν [3.7.39.4] εἴωθε τὸ γάλα.
000-00-00 Serial Number=0083007991
Stromata Ante [Go Back]  
 [00144]  τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω, [1.1.17.2] εἰ σκέπης δεῖται.
 [00676]  οὗτος ἦν ὁ παρ' Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός.
 [01421]  πρὸς ὃ δύνασθε εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον [1.28.179.3] εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα.
 [02258]  εἰ γὰρ μηδὲν ἀναιτίως γίνεται, γάλα δὲ ἐπομβρεῖται ταῖς τετοκυίαις εἰς διατροφὴν τῶν ἐκγόνων, <ὁ> ἀποσπῶν τῆς τοῦ γάλακτος οἰκονομίας τὸ τεχθὲν [2.18.92.3] ἀτιμάζει τὴν φύσιν.
 [05044]  αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον·
 [05046]  γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·
 [05254]  [5.8.48.8] αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν [5.8.48.9] τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει.
 [05370]  εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος ὁ θεός, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ κατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ [5.10.63.4] μέλι.
 [05377]  [7εἰς] τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι7;
 [05405]  κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·
 [05409]  εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»