Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γῆς [146]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γῆς


000-00-00 Serial Number=0896355569
Eclogae propheticae Ante [Go Back]  
 [00031]  καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται [4.2] ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ἰσραήλ.
 [00112]  μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς·
 [00113]  δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ [20.4] ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0157044768
Excerpta ex Theodoto Ante [Go Back]  
 [00306]  Ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.
 [00339]  [3.50.1] Λαβὼν χοῦν ἀπὸ τῆς γῆς, οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον·
 [00379]  Κατὰ τοῦτο, πατὴρ ἡμῶν ὁ Ἀδάμ, ὁ πρῶτος δ' ἄνθρωπος [3.56.2] ἐκ γῆς χοϊκός.
 [00461]  [4.74.1] ∆ιὰ τοῦτο ὁ Κύριος κατῆλθεν εἰρήνην ποιήσων, [4.74.2] τὴν ἀπ' οὐρανοῦ τοῖς ἐπὶ γῆς, ὥς φησιν ὁ Ἀπόστολος·
 [00462]  Εἰρήνη ἐπὶ τῆς γῆς καὶ δόξα ἐν ὑψίστοις.
000-00-00 Serial Number=0870521605
Fragmenta Ante [Go Back]  
 [00194]  εἰ ἀληθῶς ἄρα κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, κατοικεῖ δὲ ἐπὶ τῆς γῆς, σάρκα περιβαλλόμενος, καὶ μετὰ ἀνθρώπων αὐτῷ κατοίκησις γίνεται ἐν τῆ κατὰ τοὺς δικαίους συνθέσει τε καὶ ἁρμονίᾳ, νεὼν ἅγιον ἐργαζομένω τε καὶ ἀνιστάντι.
 [00198]  ἐπὶ δὲ τοῦ σώματος, ὃ κατὰ περιγραφὴν τόπον ἔνθεον ἑαυτῷ καθιέρωσεν ἐπὶ γῆς, ὁ κύριος λύσατε εἶπε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
 [00275]  ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα·
 [00343]  Εἰς τοσαύτην δὲ αὔξην ἡ φυὴ τοῦ λόγου προῆλθεν, ὡς τὸ ἐξ αὐτοῦ φύον δένδρον (τοῦτο δ' ἂν εἴη ἡ πανταχοῦ γῆς ἱδρυμένη τοῦ Χριστοῦ ἐκκλησία) τὰ πάντα πληρῶσαι, ὥστε ἐν τοῖς κλάδοις αὐτῆς κατασκηνῶσαι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἀγγέλους δηλαδὴ θείους καὶ μετεωροπόρους ψυχάς.
 [00468]  Τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος καὶ Τιμόθεος οἱ σοφοὶ χρονογράφοι ὁμοφωνήσαντες.
000-00-00 Serial Number=0680957794
Paedagogus Ante [Go Back]  
 [00121]  τοῖς δὲ δούλοις μου, φησί, κληθήσεται ὄνομα καινόν, νέον [1.5.15.1] ὄνομα λέγει τὸ καινὸν καὶ ἀίδιον, ἄχραντον καὶ ἁπλοῦν καὶ νήπιον καὶ ἀληθινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.
 [00138]  Οὐκ ἄρ' ἔτι κυλιόμεθα οἱ νήπιοι χαμαὶ οὐδὲ ἕρπομεν ὡς τὸ πρόσθεν ἐπὶ γῆς ὄφεων δίκην, ὅλῳ τῷ σώματι περὶ τὰς ἀνοήτους ἐπιθυμίας ἰλυσπώμενοι, ἀνατεινόμενοι δὲ ἄνω τῇ ἐννοίᾳ, κόσμῳ καὶ ἁμαρτίαις ἀποτεταγμένοι, ὀλίγῳ ποδὶ ἐφαπτόμενοι τῆς γῆς, ὅσον ἐν κόσμῳ εἶναι δοκεῖν, σοφίαν μεταδιώκομεν ἁγίαν·
 [00146]  Εἰ δὲ εἷς διδάσκαλος ἐν οὐρανοῖς, ὥς φησιν ἡ γραφή, ὁμολογουμένως οἱ ἐπὶ γῆς εἰκότως ἂν πάντες κεκλήσονται μαθηταί.
 [00322]  [1.6.32.2] Ἀγαλλιασάμενος γοῦν ἐν τῷ πνεύματι Ἰησοῦς, ἐξομολογοῦμαί σοι, πάτερ, φησίν, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
 [00480]  Καὶ γὰρ αὐτῆς ἤδη τῆς γῆς ὑπὸ μὲν ἐπομβρίας κατακλυσθὲν ἀποσύρεται τὸ σπέρμα, διὰ δὲ αὐχμὸν νοτίδος ἀποξηραίνεται, κολλώδης δὲ ὁ χυμὸς ὢν συνέχει τὸ σπέρμα [1.6.48.3] καὶ φύει.
 [00550]  ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου.
 [00618]  οὐ κατὰ τὴν δόξαν, φησί, κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ἁμαρτωλοὺς τῆς γῆς.
 [00697]  ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτούς, μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς.
 [00998]  [1.10.92.2] Ἔμπαλιν δὲ τὸ ἀντισοῦν τοῦ τῆς δικαιοσύνης ἐνδεικνύμενος ζυγοῦ ἀλλ' ἢ οὐχ οὕτως φησίν οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
 [01188]  κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι' ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν.
 [01264]  ἀλλ' ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις, ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καί τι σκεῦος τέτταρσιν ἀρχαῖς ἐκδεδεμένον ἐπὶ τῆς γῆς·
 [01265]  πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ ἐν αὐτῷ·
 [01400]  Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους Λέσβιος καὶ Κρής τις γλυκὺς καὶ Συρακούσσιος ἡδὺς καὶ Μενδήσιός τις Αἰγύπτιος καὶ ὁ νησιώτης Νάξιος καὶ ἀνθοσμίας τις ἄλλος τῆς Ἰταλῶν γῆς, πολλὰ ταῦτα ὀνόματα·
 [01472]  Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες;
 [01491]  Ἤσθιεν δὲ καὶ ἔπινεν παρὰ τὰς εὐωχίας, οὐ γῆς ἐξορύττων μέταλλα, οὐδὲ ἀργύρου καὶ χρυσοῦ, τοῦτ' ἔστιν ἰοῦ, προσόζουσιν σκευαρίοις χρώμενος, οἷον ἀναπνεῖ τῆς τετυφωμένης ὕλης ὁ ἰός.
 [01726]  μύρῳ γὰρ εὐώδει ἀλειφόμενοι οἱ πόδες θεϊκὴν αἰνίττονται διδασκαλίαν ἐπὶ τὰ πέρατα τῆς γῆς μετ' εὐκλείας ὁδεύουσαν·
 [01727]  ἐξῆλθεν γὰρ ὁ φθόγγος αὐτῶν ἐπὶ τὰ πέρατα τῆς γῆς.
 [01730]  Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, τοῦτ' ἔστιν, οὗ ἔφθασαν οἱ πόδες αὐτοῦ οἱ [2.8.62.2] ἀπόστολοι, δι' ὧν κηρυσσόμενος ἐπὶ τὰ πέρατα ἧκεν τῆς γῆς.
 [02233]  [2.10βις.113.2] Τὸ δὲ καὶ σύρειν τὰς ἐσθῆτας ἐπ' ἄκρους καθιέντας τοὺς πόδας κομιδῇ ἀλαζονικόν, ἐμποδὼν τῇ ἐνεργείᾳ τοῦ περιπατεῖν γινόμενον, καλλύντρου δίκην ἐπισυρομένης τῆς ἐσθῆτος τὰς ἐπιπολαίους τῆς γῆς ἀχυρμιάς, οὐδὲ τῶν κατεαγότων τούτων δὴ τῶν τὴν κιναιδίαν τὴν ἄφωνον ἐπὶ ταῖς σκηναῖς μετιόντων ὀρχηστῶν ἀπορρέουσαν εἰς τοσοῦτον ὕβρεως τὴν ἐσθῆτα περιορώντων, οἷς οἱ ἐπιμελεῖς στολισμοὶ καὶ τῶν κρασπέδων αἱ ἀπαιωρήσεις καὶ τῶν σχημάτων οἱ περίεργοι ῥυθμοὶ βλακείας μικρολόγου ἐπισυρμὸν ἐμφαίνουσιν.
 [02251]  Ἀλλὰ καὶ τοῖς λίχνοις ὑφάσμασιν ἐγκαταμιγνύουσαι αἱ δολεραὶ γυναῖκες καὶ τῶν ἀνδρῶν οἱ γυναικώδεις τὰς δολερὰς βαφὰς μαργαίνουσιν περὶ τὴν ἀμετρίαν, οὐκέτι τὰς ὀθόνας τὰς ἀπ' Αἰγύπτου, ἄλλας δέ τινας ἐκ γῆς Ἑβραίων καὶ Κιλίκων ἐκποριζόμενοι γῆς.
 [02278]  Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐκψήγματα μειρακιῶδές ἐστι τεθηπέναι.
 [02500]  τοῖς δὲ φιλοχρύσοις καὶ φιλοπορφύροις καὶ φιλολίθοις οὔτε ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸς αὐτάρκης οὔτε ἡ Τυρίων θάλαττα οὔτε μὴν ὁ φόρτος ὁ ἀπ' Ἰνδῶν καὶ Αἰθιόπων, ἀλλ' οὐδὲ ὁ [3.2.10.2] Πακτωλὸς ὁ ῥέων τὸν πλοῦτον.
 [02694]  καὶ τὸν μὲν Θερσίτην ἀκούουσαι γελῶσιν, αὐταὶ δὲ πολυτιμήτους ὠνούμεναι Θερσίτας οὐκ ἐπ' ἀνδράσιν ὁμοζύγοις, ἀλλ' [3.4.30.2] ἐπ' ἐκείνοις αὐχοῦσιν, ἃ δὴ ἄχθος ἐστὶ γῆς·
 [02803]  ∆ιὰ τοῦτό τοι πατρίδα ἐπὶ γῆς οὐκ ἔχομεν, ὡς ἂν [3.8.41.2] καταφρονοῖμεν τῶν ἐπιγείων κτημάτων.
 [02836]  Εἰδέναι γὰρ ὑμᾶς, φησὶν ὁ Ἰούδας, βούλομαι, ὅτι ὁ θεὸς ἅπαξ ἐκ γῆς Αἰγύπτου λαὸν σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον ἀγρίων ἀγγέλων τετήρηκεν.
 [03033]  [3.11.71.1] Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ, ὁ μὲν ἀπόστολος βοᾷ, ἡμεῖς δὲ ἀναζωπυροῦμεν τὰ πάθη [3.11.71.2] καὶ οὐκ αἰσχυνόμεθα.
 [03139]  τὸ γὰρ ἅλας τῆς γῆς ἡμεῖς, ὃς δ' ἂν εὐλογῇ, φησί, φίλον τὸ πρωῒ μεγάλῃ τῇ φωνῇ, καταρωμένου οὐδὲν διαφέρειν δόξει.
 [03169]  Ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν·
 [03247]  Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας·
 [03329]  τὸ καλὸν τῆς ἐκκλησίας πληρώσωμεν πρόσωπον καὶ πρὸς τὴν ἀγαθὴν προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς [3.12.99.2] μανθάνει.
000-00-00 Serial Number=0084549129
Protrepticus Ante [Go Back]  
 [00046]  Καὶ θάλατταν μὲν ἀνῆκεν λελυμένην, γῆς δὲ ἐπιβαίνειν κεκώλυκεν αὐτήν, γῆν δ' ἔμπαλιν ἐστερέωσεν φερομένην καὶ ὅρον αὐτὴν ἔπηξεν θαλάττης·
 [00169]  [2.17.1] Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀιδωνέως καὶ τὸ σχίσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκατα ποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσιν;
 [00243]  Καὶ τὸ ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰσιδεῖν, [2.25.4] καὶ ὅσα ἄλλα τοιαῦτα ποιητῶν ᾄδουσι παῖδες.
 [00244]  Ἔννοιαι δὲ ἡμαρτημέναι καὶ παρηγμέναι τῆς εὐθείας, ὀλέθριαι ὡς ἀληθῶς, τὸ οὐράνιον φυτόν, τὸν ἄνθρωπον, οὐρανίου ἐξέτρεψαν διαίτης καὶ ἐξετάνυσαν ἐπὶ γῆς, γηΐνοις προσα νέχειν ἀναπείσασαι πλάσμασιν.
 [00246]  οἳ δὲ τῶν ἐκ γῆς φυομένων τοὺς ἡμέρους δρεπόμενοι καρποὺς ∆ηὼ τὸν σῖτον, ὡς Ἀθηναῖοι, καὶ ∆ιόνυσον τὴν ἄμπελον, ὡς Θηβαῖοι, προση [2.26.3] γόρευσαν.
 [00655]  Οὐχὶ γῆ τε καὶ ἐκ γῆς;
 [00656]  οὐχὶ δὲ μιᾶς μητρὸς [4.56.4] ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς;
 [00895]  Παραδειγματισθήσονται ἔμπροσθεν τοῦ ἡλίου καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ σαπήσεται ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης, ἃ αὐτοὶ ἠγάπησαν καὶ οἷς αὐτοὶ [8.78.4] ἐδούλευσαν, καὶ ἐμπρησθήσεται ἡ πόλις αὐτῶν.
 [00912]  ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς.
 [01066]  καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, τὰ τῆς γῆς, ἔνθα που σὴς καὶ λῃστής που καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ' ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενο μένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ.
 [01075]  οὐ καπηλεύεται ἡ ἀλήθεια, δίδωσί σοι καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ τὰ ἐπὶ τῆς γῆς·
 [01093]  Ἐὰν γὰρ ἀκούσητέ μου, φησί, καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὑπακοῆς ἡ χάρις·
 [01119]  [10.98.1] Ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξι τέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται.
 [01122]  Οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούρ γηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα.
 [01147]  στενὴ ἐπὶ γῆς ὑπερορωμένη, [10.100.2] πλατεῖα ἐν οὐρανοῖς προσκυνουμένη.
 [01211]  ἀνανεύσατε τῆς γῆς εἰς αἰθέρα, ἀναβλέψατε εἰς οὐρανόν, θαυμάσατε, παύσασθε καραδοκοῦντες τῶν δικαίων τὴν πτέρναν καὶ τὴν ὁδὸν τῆς ἀληθείας ἐμποδίζοντες·
 [01256]  γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε, τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι' ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.
 [01314]  Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς εἰρηνικοὺς στρατιώτας τοὺς ἑαυτοῦ;
000-00-00 Serial Number=0306575418
Quis dives salvetur Ante [Go Back]  
 [00251]  μὴ κάλει σεαυτῷ πατέρα ἐπὶ γῆς·
 [00288]  εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσ καίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος, [26.5] τί δ' ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ [26.6] πρόξενός ἐστι θανάτου;
 [00397]  οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος φῶς τοῦ κόσμου καὶ ἅλας τῆς [36.2] γῆς καλεῖ.
 [00423]  ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, προφητεῖαι καταργοῦν ται, γλῶσσαι παύονται, ἰάσεις ἐπὶ γῆς καταλείπονται.
000-00-00 Serial Number=0529595673
Stromata Ante [Go Back]  
 [00131]  τά τε παρὰ τῶν ἐπισήμων δογματιζόμενα αἱρέσεων παραθήσεται, καὶ τούτοις ἀντερεῖ πάνθ' ὅσα προοικονομηθῆναι καθήκει τῆς κατὰ τὴν ἐποπτικὴν θεωρίαν γνώσεως, ἣ προβήσεται ἡμῖν κατὰ τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν, <τὰ> ἀναγκαίως ἔχοντα προδιαληφθῆναι τῆς φυσικῆς θεωρίας προπαρατιθεμένη καὶ τὰ ἐμποδὼν ἱστάμενα τῇ ἀκολουθίᾳ προαπολυομένη, ὡς ἑτοίμους ἔχειν τὰς ἀκοὰς πρὸς τὴν παραδοχὴν τῆς γνωστικῆς παραδόσεως προκεκαθαρμένης τῆς γῆς ἀπό τε τῶν ἀκανθῶν καὶ τῆς πόας ἁπάσης γεωργικῶς εἰς καταφύτευσιν [1.1.15.3] ἀμπελῶνος.
 [00226]  ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ [1.5.29.3] τῆς αὐτῆς ἐκβλύζουσαι γῆς.
 [00314]  εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ' ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ [1.7.37.3] οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν.
 [00354]  ὑμεῖς ἐστε οἱ ἅλες τῆς γῆς.
 [00443]  μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιέναι καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις [1.11.50.3] τὸ θέλημά μου, λέγει κύριος.
 [00787]  κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐφ' ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν·
 [00805]  ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ [1.19.91.4] πνοὴν καὶ τὰ πάντα·
 [00806]  ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος·
 [00927]  [1.21.106.1] Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τοἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην), ταύτην δὲ Ἴστρος ἐν [1.21.106.2] τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί.
 [01032]  τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἴγυπτον, καταστήσας ἀντ' αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ [1.21.121.2] Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἕνδεκα.
 [01290]  τοῦ δὲ βασιλικοῦ τὸ μὲν θεῖον μέρος ἐστίν, οἷον τὸ κατὰ τὸν θεὸν καὶ τὸν ἅγιον υἱὸν αὐτοῦ, παρ' ὧν τά τε ἀπὸ γῆς ἀγαθὰ καὶ τὰ ἐκτὸς καὶ ἡ τελεία εὐδαιμονία χορηγεῖται·
 [01332]  ἀλλ' οὖν τὸ πῦρ ἐκεῖνο τὸ ἐοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολόν ἐστι φωτὸς ἁγίου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, δι' οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητῶς δεδώρηται.
 [01557]  μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς·
 [01621]  [2.5.21.3] πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν γῆν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ' αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ [2.5.21.4] πρὸς τοῦ ἀντικειμένου.
 [01880]  κατὰ <τὰ> ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐν αὐτῇ, οὐ ποιήσετε·
 [01881]  καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν [2.10.46.4] ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε·
 [02075]  οὐχ οὕτως, φησίν, οἱ ἀσεβεῖς, ἀλλ' ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
 [02272]  ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ' ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας [2.18.94.5] ὁρμώμενον.
 [02274]  [2.18.95.1] ∆αψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς [2.18.95.2] ψυχῆς·
 [02341]  [2.19.102.3] δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι, χρηστοὶ δὲ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐπ' αὐτῆς, οἱ δὲ παρανομοῦντες [2.19.102.4] ἐξολοθρευθήσονται ἀπ' αὐτῆς.
 [02425]  χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλ' ἀφε ψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει, γῆ κεκαθαρμένη.
 [02727]  ἴσος γέ τοι πανταχόθεν ἐκταθεὶς οὐρανὸς κύκλῳ τὴν γῆν περιέχει πᾶσαν, καὶ πάντας ἡ νὺξ ἐπ' ἴσης ἐπιδείκνυται τοὺς ἀστέρας, τόν τε τῆς ἡμέρας αἴτιον καὶ πατέρα τοῦ φωτὸς ἥλιον ὁ θεὸς ἐξέχεεν ἄνωθεν ἴσον ἐπὶ γῆς ἅπασι τοῖς βλέπειν δυναμένοις, οἳ δὲ κοινῇ πάντες βλέπουσιν, [3.2.6.2] ἐπεὶ μὴ διακρίνει πλούσιον ἢ πένητα, δῆμον ἢ ἄρχοντα, ἄφρονάς τε καὶ τοὺς φρονοῦντας, θηλείας ἄρσενας, ἐλευθέρους δούλους.
 [03004]  εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
 [03006]  νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, δι' ἃ ἔρχεται ἡ ὀργή.
 [03066]  ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν [3.6.49.6] πίστιν ἐπὶ τῆς γῆς;
 [03143]  ὁ μὲν γὰρ σπείρων καὶ πλείονα συνάγων οὗτός ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ προσκαίρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει (περὶ οὗ γέγραπται·
 [03383]  κατατρέχει δὲ τῆς γενέσεως φθαρτὴν καὶ ἀπολλυμένην λέγων καὶ βιάζεταί τις, ἐπὶ τεκνο ποιίας λέγων εἰρηκέναι τὸν σωτῆρα ἐπὶ γῆς μὴ θησαυρίζειν ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ τὰ τοῦ προφήτου προσπαρατιθέναι τούτοις οὐκ αἰσχύνεται·
 [03395]  μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.
 [03759]  μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτή μονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς [4.6.33.5] μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους·
 [04021]  εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ [4.8.66.2] ὡς ἐν οὐρανῷ·
 [04279]  ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις [4.16.102.2] πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
 [04355]  πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας [4.17.110.1] κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
 [04664]  περὶ τῶν ἀπίστων εἴρηται λελογίσθαι τούτους ὡς χνοῦν, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.
 [04752]  [4.26.167.4] οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ' ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.
 [04785]  λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν, τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις·
 [04787]  σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον, καθάπερ ἡ ἐκκλησία ὑπὸ λόγου, ἀπολιόρκητος ἀτυράννητος πόλις ἐπὶ γῆς, [4.26.172.3] θέλημα θεῖον ἐπὶ γῆς ὡς ἐν οὐρανῷ.
 [04895]  τὸ δ' ἀληθές ἐστι τῶν περὶ γῆν καὶ κατ' οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ [5.1.9.7] μακρῶν χρόνων γινομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά.
 [05013]  [5.4.21.3] φασὶ δὲ καὶ ἑξάμηνον μὲν ὑπὸ γῆς, θάτερον δὲ τοῦ ἔτους τμῆμα τὸ ζῷον τοῦτο ὑπὲρ γῆς διαιτᾶσθαι σπερμαίνειν τε εἰς τὴν σφαῖραν καὶ γεννᾶν καὶ θῆλυν κάνθαρον μὴ γίνεσθαι.
 [05075]  [5.5.28.3] Πάλιν ἐπὶ γῆς μὴ πλεῖν Πυθαγόρειόν ἐστι σύμβολον, δηλοῖ δὲ τὰ τέλη καὶ τὰ ὅμοια τῶν μισθωμάτων ταραχώδη καὶ ἄστατα ὄντα παραιτεῖσθαι δεῖν.
 [05109]  αὐτίκα ὁμολογεῖ τὴν ἐπίκρυψιν ἡ περὶ τὸν νεὼν τὸν [5.6.32.2] παλαιὸν τῶν ἑπτὰ περιβόλων πρός τι ἀναφορὰ παρ' Ἑβραίοις ἱστορουμένη ἥ τε κατὰ τὸν ποδήρη διασκευή, διὰ ποικίλων τῶν πρὸς τὰ φαινόμενα συμβόλων τὴν ἀπ' οὐρανοῦ μέχρι γῆς αἰνισσομένη [5.6.32.3] συνθήκην.
 [05111]  ἐξ ὕδατος μὲν γὰρ ἡ πορφύρα, βύσσος δὲ ἐκ γῆς, ὑάκινθός τε ὡμοίωται ἀέρι ζοφώδης ὤν, [5.6.33.1] ὥσπερ ὁ κόκκος τῷ πυρί.
 [05112]  ἀνὰ μέσον δὲ τοῦ καλύμματος καὶ τοῦ παραπετάσματος, ἔνθα τοῖς ἱερεῦσιν ἐξῆν εἰσιέναι, θυμιατήριον τε ἔκειτο σύμβολον τῆς ἐν μέσῳ τῷ κόσμῳ τῷδε κειμένης γῆς, ἐξ ἧς [5.6.33.2] αἱ ἀναθυμιάσεις.
 [05114]  διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς̣ ἄλλοι δὲ κόσμου [5.6.33.3] τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον.
 [05187]  ὥσπερ ἀμέλει γῆς τε αὐτῆς καὶ γεωργίας καὶ τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ [5.7.42.4] μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα.
 [05203]  ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν ἢ ὡς μύες κατὰ τῆς γῆς ἢ ὡς οἱ βάτραχοι καθ' ὕδατος δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη, τῆς γὰρ χώρας οὔκ ἐσμεν κύριοι.
 [05375]  ἀπὸ προσώπου γὰρ γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο·
 [05395]  [5.10.65.1] Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δι' αἰνιγμάτων, ἵν' ἤν τι <ἡ> δέλτος [5.10.65.2] ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ.
 [05495]  διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ [5.11.76.1] τὰ πάντα.
 [05644]  οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά [5.14.91.3] τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια;
 [05678]  εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει ὁ Μωυσῆς, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν [5.14.94.4] ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ τοῦ θεοῦ εἰς πρόσωπον.
 [05746]  οὐχὶ καὶ Ὅμηρος, παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς.
 [06108]  [5.14.139.1] Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ' ἧς γῆς δι' Ἱερεμίου·
 [06109]  τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς.
 [06308]  ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
 [06524]  ὅτι ἀγνοίᾳ φερόμενοι καὶ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες, ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῆς ὕλης αὐτῶν καὶ χρήσεως <ἐπιλαθόμενοι>, τὰ δοῦλα τῆς ὑπάρξεως [6.5.40.2] ἀναστήσαντες, σέβονται, καὶ ἃ δέδωκεν αὐτοῖς εἰς βρῶσιν ὁ θεός, <τὰ> πετεινὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης τὰ νηκτὰ καὶ τῆς γῆς τὰ ἑρπετὰ καὶ τὰ θηρία σὺν κτήνεσι τετραπόδοις τοῦ ἀγροῦ, γαλᾶς τε καὶ μῦς αἰλούρους τε καὶ κύνας καὶ πιθήκους·
 [06598]  ἐὰν ἀκούσητέ μου καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·
 [06673]  μὴ εἴπητε ἑαυτοῖς διδάσκαλον ἐπὶ τῆς γῆς.
 [06787]  ἦ γὰρ οὐχί, ἀποδημῶν πρὸς τὸν κύριον δι' ἀγάπην τὴν πρὸς αὐτόν, κἂν τὸ σκῆνος αὐτοῦ ἐπὶ γῆς θεωρῆται, ἑαυτὸν μὲν οὐκ ἐξάγει τοῦ βίου (οὐ γὰρ ἐπιτέτραπται αὐτῷ), ἐξήγαγεν δὲ τὴν ψυχὴν τῶν παθῶν (συγκεχώρηται γὰρ αὐτῷ) ζῇ τε αὖ νεκρώσας τὰς ἐπιθυμίας καὶ οὐκέτι συγχρῆται τῷ σώματι, μόνον δὲ αὐτῷ ἐπιτρέπει χρῆσθαι τοῖς ἀναγκαίοις, ἵνα μὴ τὴν αἰτίαν τῆς διαλύσεως παράσχῃ;
 [06870]  γῆς δ', οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δι' ὧν ὁδεύει τὸ ἔτος.
 [06901]  καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ τῆς γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν οἱ ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν.
 [07004]  κἂν ἐνταῦθα ἐπὶ γῆς πρωτοκαθεδρίᾳ μὴ τιμηθῇ, ἐν τοῖς εἴκοσι καὶ τέσσαρσι καθεδεῖται θρόνοις τὸν λαὸν κρίνων, ὥς φησιν ἐν τῇ ἀποκαλύψει [6.13.106.3] Ἰωάννης.
 [07082]  χρῆται γὰρ τὸ [6.15.117.3] ἐμφυτευόμενον ἀντὶ γῆς τῷ δένδρῳ τῷ ἐν ᾧ φυτεύεται·
 [07193]  δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δι' ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, [6.16.133.2] ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα.
 [07197]  ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνῶν ὁμοίως τά τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἄκαρπα.
 [07198]  αὕτη φυσικὴ [6.16.133.5] δεκάλογος γῆς.
 [07234]  διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ' οὐσίαν λέγω) θείων καὶ [6.16.138.5] ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει.
 [07814]  [7.7.40.1] Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι τὴν ψυχὴν ἐπτερωμένην τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ τὰ ἅγια χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ [7.7.40.2] καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ.
 [07932]  [7.9.52.1] Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι' [7.9.52.2] ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει.
 [08166]  οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ' ὡς ἔπος εἰπεῖν δι' αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος, ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς ὁ γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας.
 [08188]  αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς [7.12.80.3] τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.
 [08265]  [7.14.87.1] ἀλλ' οἷον ἀσάρκῳ ἤδη καὶ ἄνω τῆσδε τῆς γῆς ἁγίῳ γεγονότι.
 [08474]  [7.18.110.3] ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς καὶ ὡς σταγὼν ἀπὸ κάδου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»