Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γυναῖκας [46]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γυναῖκας


000-00-00 Serial Number=0715910435
Eclogae propheticae Ante [Go Back]  
 [00191]  ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθαι καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρ μώσας.
000-00-00 Serial Number=0466507614
Excerpta ex Theodoto Ante [Go Back]  
 [00309]  ∆ιὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς Ἀγγέλους.
000-00-00 Serial Number=0200250745
Fragmenta Ante [Go Back]  
 [00255]  ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν.
000-00-00 Serial Number=0229917347
Paedagogus Ante [Go Back]  
 [01181]  Μὴ γὰρ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν, φησὶν ὁ ἀπόστολος, καὶ γυναῖκας περιάγεσθαι;
 [01465]  Λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες.
 [01501]  [2.3.39.2] Χλεύη δὲ καὶ γέλως πλατὺς οὐροδόχας ἀργυρᾶς καὶ ἀμίδας ὑελᾶς ἐπιφέρεσθαι τοὺς ἄνδρας, καθάπερ ἐπάγονται τοὺς συμβούλους τοὺς ἑαυτῶν, καὶ τὰς πλουτούσας ταύτας ἀλόγως γυναῖκας χρυσοῦ ποιεῖσθαι τῶν ἐκκρίσεων τὰ ἐκδοχεῖα, ὡς μηδὲ ἀποτρίψασθαι ἐξὸν ταῖς πλουσίαις μὴ τετυφωμένως·
 [02019]  [2.10.90.1] Χρὴ δὲ υἱοὺς μὲν ἡγεῖσθαι τοὺς παῖδας, εἰς δὲ τὰς γυναῖκας τὰς ἀλλοτρίας ὡς ἰδίας ἀφορᾶν θυγατέρας κρατεῖν τε ἡδονῶν γαστρός [2.10.90.2] τε ἔτι καὶ τῶν ὑπὸ γαστέρα δεσπόζειν ἀρχικώτατον.
 [02221]  [2.10βις.111.1] Εἰ δὲ καὶ ὑφεῖναι χρὴ τοῦ τόνου διὰ τὰς γυναῖκας, λείαν τὴν ἐσθῆτα καὶ προσηνῆ πρὸς τὴν ἁφὴν ἐξυφαντέον, οὐχὶ δὲ καθάπερ τὰς γραφὰς πρὸς τὸ τερπνὸν τῆς ὄψεως ἐξανθιστέον·
 [02341]  ὡς γὰρ τὴν Εὔαν ὁ ὄφις ἠπάτησεν, οὕτω δὲ καὶ τὰς ἄλλας γυναῖκας ὁ κόσμος ὁ χρυσοῦς δελέατι προσχρώμενος τοῦ ὄφεως τῷ σχήματι ἐξέμηνεν εἰς ὕβρεις, σμυραίνας τινὰς καὶ ὄφεις ἀποπλαττομένας εἰς εὐπρέπειαν.
 [02366]  Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι.
 [02449]  πάντα φαρμάκων ὀλεθρίων ἐμπλήσας καὶ τὸν ἑαυτοῦ τῆς πλάνης ἐνερευξάμενος ἰὸν μετεσκεύασεν τὰς γυναῖκας εἰς πόρνας ὁ προαγωγὸς οὗτος δράκων οὐ γὰρ γυναικός, ἀλλ' ἑταίρας τὸ φιλόκοσμον ·
 [02525]  [3.2.13.1] Ὅτι δὲ ἑταίρας μὲν ποιεῖ τὰς γυναῖκας ὁ καλλωπισμός, ἀνδρογύνους δὲ τοὺς ἄνδρας καὶ μοιχικούς, μάρτυς ἡμῖν ὁ τραγικὸς διηγούμενος ὧδέ πως·
 [02578]  Καὶ εἰ μή τις αὐτοὺς γυμνοὺς [3.3.17.4] ἴδοι, κἂν γυναῖκας ὑπολάβοι.
 [02595]  τὸ δὲ καλλώπισμα τῆς λειάνσεως, θερμαίνομαι γὰρ ὑπὸ τοῦ λόγου, εἰ μὲν ἐπὶ τοὺς ἄνδρας, θηλυδρίου, εἰ δὲ ἐπὶ τὰς γυναῖκας, μοιχοῦ·
 [02618]  πάντα ζητεῖ, πάντα ἐπιχειρεῖ, βιάζεται πάντα, συγχεῖ τὴν φύσιν, τὰ γυναικῶν οἱ ἄνδρες πεπόνθασιν καὶ γυναῖκες ἀνδρίζονται παρὰ φύσιν γαμούμεναί τε καὶ γαμοῦσαι γυναῖκας.
 [02672]  [3.4.26.3] Κομμωταὶ δὲ καὶ κομμώτριαι περὶ τὰς γυναῖκας ἀμφιπολεύουσιν αἳ μὲν τὰ κάτοπτρα, αἳ δὲ τοὺς κεκρυφάλους, ἄλλαι τοὺς κτένας **, εὐνοῦχοι πολλοὶ καὶ οὗτοι μαστρο ποί, τῷ ἀξιοπίστῳ τοῦ μὴ δύνασθαι φιληδεῖν τοῖς εἰς ἡδονὰς ἐθέλουσιν ῥᾳθυμεῖν ἀνυπόπτως διακονούμενοι.
 [02676]  ἔριθοι δὲ καὶ ταλασίαι καὶ ἱστοπονίαι καὶ ἡ γυναικωνῖτις ἐργάνη καὶ ἡ οἰκουρία οὐδαμοῦ, ἀλλ' οἱ ψευδοποιοῦντες τὰς γυναῖκας διημερεύουσι μετ' αὐτῶν μύθους ἐρωτικοὺς ἀδολεσχοῦντες καὶ τὸ σῶμα καὶ τὰς ψυχὰς αὐτῶν διακναίοντες ψευδεργίᾳ καὶ ψευδολογίᾳ.
 [02727]  [3.5.33.3] Οἴκοι μὲν οὖν τοὺς γονεῖς καὶ τοὺς οἰκέτας αἰδεῖσθαι χρή, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ τοῖς λουτροῖς τὰς γυναῖκας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς, πανταχοῦ δὲ τὸν λόγον, ὅς ἐστι πανταχοῦ, καὶ ἐγένετο ἄνευ αὐτοῦ οὐδὲ ἕν.
 [02878]  Οὐδὲ ἐνταῦθα ὑπεξαιρετέον τῆς κατὰ τὸ σῶμα διαπονήσεως τὰς γυναῖκας, ἀλλ' οὐκ ἐπὶ πάλην καὶ δρόμους παρακλητέον αὐτάς, ταλασιουργίᾳ δὲ γυμναστέον καὶ ἱστουργίᾳ καὶ τῷ παραστῆναι τῇ [3.10.49.3] πεττούσῃ, εἰ δέοι.
 [02879]  Ἔτι δὲ αὐτουργικῶς προκομίζειν χρὴ ἐκ τοῦ ταμιείου τὰς γυναῖκας ὧν δεοίμεθα, καὶ τῷ μύλῳ προσελθεῖν οὐκ αἰσχρὸν αὐταῖς·
 [02949]  ∆ιὸ καὶ συστέλλειν χρὴ τὰς γυναῖκας κοσμίως καὶ περισφίγγειν αἰδοῖ σώφρονι, μὴ παραρρυῶσι τῆς ἀληθείας διὰ χαυνότητα.
 [03065]  [3.11.75.1] Μὴ τοίνυν μηδὲ οἱ ἄνδρες ἐπὶ τῶν κουρείων καὶ καπηλείων διατρίβοντες ἀδολεσχούντων στωμυλευόμενοι, καὶ τὰς παριούσας θηρώμενοι γυναῖκας παυσάσθων ποτέ·
 [03153]  Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας τὰς σφῶν μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν.
 [03286]  [3.12.94.5] Αἱ μὲν γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν, ὡς τῷ κυρίῳ, οἱ δὲ ἄνδρες τὰς γυναῖκας τὰς ἑαυτῶν ἀγαπάτωσαν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν [3.12.95.1] ἐκκλησίαν.
000-00-00 Serial Number=0885729551
Protrepticus Ante [Go Back]  
 [00505]  Τί σοι καταλέγω τὰς Ὑπερβορέων γυναῖκας;
000-00-00 Serial Number=0371356905
Stromata Ante [Go Back]  
 [02185]  προσεταιρισάμεναι γὰρ <αὐ>τοὺς ἐκ τῆς σεμνῆς ἀσκήσεως εἰς ἡδονὰς ἑταιρικὰς τῷ κάλλει δελεάσασαι ἐπί τε τὰς τῶν εἰδώλων θυσίας ἐπί τε τὰς ἀλλοδαπὰς ἐξέμηναν γυναῖκας·
 [02376]  [2.20.107.2] ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς [2.20.107.3] γυναῖκας διέφθειρεν.
 [02723]  [3.2.5.1] Οἱ δὲ ἀπὸ Καρποκράτους καὶ Ἐπιφάνους ἀναγόμενοι κοινὰς εἶναι τὰς γυναῖκας ἀξιοῦσιν, ἐξ ὧν ἡ μεγίστη κατὰ τοῦ ὀνόματος [3.2.5.2] ἐρρύη βλασφημία.
 [02761]  τούτους φασὶ καί τινας ἄλλους ζηλωτὰς τῶν ὁμοίων κακῶν εἰς τὰ δεῖπνα ἀθροιζομένους (οὐ γὰρ ἀγάπην εἴποιμ' ἂν ἔγωγε τὴν συνέλευσιν αὐτῶν), ἄνδρας ὁμοῦ καὶ γυναῖκας, μετὰ δὴ τὸ κορεσθῆναι (ἐν πλησμονῇ τοι Κύπρις, ᾗ φασι) τὸ καταισχῦνον αὐτῶν τὴν πορνικὴν ταύτην δικαιοσύνην ἐκποδὼν ποιησαμένους φῶς τῇ τοῦ λύχνου περιτροπῇ, μίγνυσθαι, ὅπως ἐθέλοιεν, αἷς βούλοιντο, μελετήσαντας δὲ ἐν τοιαύτῃ ἀγάπῃ τὴν κοινωνίαν, μεθ' ἡμέραν ἤδη παρ' ὧν ἂν ἐθελήσωσι γυναικῶν ἀπαιτεῖν τὴν τοῦ Καρποκρατείου, οὐ γὰρ θέμις εἰπεῖν θείου, νόμου ὑπακοήν.
 [02763]  [3.2.10.2] δοκεῖ δέ μοι καὶ τοῦ Πλάτωνος παρακηκοέναι ἐν τῇ Πολιτείᾳ φαμένου κοινὰς εἶναι τὰς γυναῖκας πάντων, κοινὰς μὲν τὰς πρὸ τοῦ γάμου τῶν αἰτεῖσθαι μελλόντων, καθάπερ καὶ τὸ θέατρον κοινὸν τῶν θεωμένων φάσκοντος, τοῦ προκαταλαβόντος δὲ ἑκάστην ἑκάστου [3.2.11.1] εἶναι καὶ οὐκέτι κοινὴν τὴν γεγαμημένην.
 [02764]  Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς † μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν [3.2.11.2] θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου.
 [02767]  [3.3.12.1] Ἤδη δὲ εἰ αὐτός τε ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι καθάπερ οὖν ὕστερον καὶ οἱ ἀπὸ Μαρκίωνος κακὴν τὴν γένεσιν ὑπειλήφεσαν (πολλοῦ γε ἔδει κοινὰς αὐτὸν ὑποτίθεσθαι τὰς γυναῖκας), ἀλλ' οἱ μὲν ἀπὸ Μαρκίωνος φύσιν κακὴν ἔκ τε ὕλης κακῆς καὶ ἐκ δικαίου [3.3.12.2] γενομένην δημιουργοῦ·
 [02866]  ταύτῃ μυστικῶς ἀπαγορεύουσι κυάμοις χρῆσθαι, οὐχ ὅτι πνευματοποιὸν καὶ δύσπεπτον καὶ τοὺς ὀνείρους τεταραγμένους ποιεῖ τὸ ὄσπριον, οὐδὲ μὴν ὅτι ἀνθρώπου κεφαλῇ ἀπείκασται κύαμος κατὰ τὸ ἐπύλλιον ἐκεῖνο, ἶσόν τοι κυάμους τρώγειν κεφαλάς τε τοκήων, μᾶλλον δὲ ὅτι κύαμοι ἐσθιόμενοι ἀτόκους ἐργάζονται τὰς γυναῖκας.
 [03109]  [3.6.53.3] ἀλλ' οὗτοι μὲν οἰκείως τῇ διακονίᾳ, ἀπερισπάστως τῷ κηρύγματι προσανέχοντες, οὐχ ὡς γαμετάς, ἀλλ' ὡς ἀδελφὰς περιῆγον τὰς γυναῖκας συνδιακόνους ἐσομένας πρὸς τὰς οἰκουροὺς γυναῖκας, δι' ὧν καὶ εἰς τὴν γυναικωνῖτιν ἀδιαβλήτως παρεισεδύετο ἡ τοῦ κυρίου [3.6.53.4] διδασκαλία.
 [03258]  ὅθεν [3.11.72.1] οὐ δείξειας <ἂν> ἐγκύμονι πλησιάσαντα τῶν πρεσβυτέρων τινὰ κατὰ τὴν γραφήν, ἀλλ' ὕστερον μετά τε τὴν κυοφορίαν μετά τε τὴν τοῦ τεχθέντος γαλακτουχίαν εὕροις ἂν πάλιν πρὸς τῶν ἀνδρῶν [3.11.72.2] γινωσκομένας τὰς γυναῖκας.
 [03990]  οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ [4.8.61.3] ἀνδρείας ἀσκοῦμεν τὰς γυναῖκας, ὅπου γε καὶ τοὺς ἄνδρας εἰρηνικοὺς [4.8.62.1] εἶναι βουλόμεθα.
 [03991]  ἀκούω δ' ἔγωγε καὶ Σαυρομάτιδας γυναῖκας πολέμῳ χρωμένας ἀνδρῶν οὐκ ἔλαττον, καὶ Σακίδας ἄλλας, αἳ τοξεύουσιν εἰς τοὐπίσω φεύγειν προσποιούμεναι τοῖς ἀνδράσιν ἐπ' ἴσης.
 [03992]  [4.8.62.2] οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλ' ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ [4.8.62.3] ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει.
 [04007]  οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν·
 [04008]  οὕτω καὶ οἱ ἄνδρες ὀφείλουσιν ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα.
 [04012]  οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
 [04034]  ἴσμεν γοῦν καὶ παῖδας καὶ οἰκέτας καὶ γυναῖκας πολλάκις ἀκόντων πατέρων καὶ δεσποτῶν καὶ ἀνδρῶν βελτίστους [4.8.68.3] γεγονέναι.
 [04340]  τὰς γυναῖκας ἡμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα, τὸ ἀξιαγάπητον ἦθος τῆς ἁγνείας, φησίν, ἐνδειξάσθωσαν·
 [06291]  Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ' αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.
 [06380]  [6.2.24.56] Πλάτωνός τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»