Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἶδεν [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἶδεν


000-00-00 Serial Number=0208330750
Excerpta ex Theodoto Ante [Go Back]  
 [00034]  ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ.
000-00-00 Serial Number=0268665612
Paedagogus Ante [Go Back]  
 [00061]  εἰ δὲ ἕνεκεν τῶν ἄλλων ὁ ἄνθρωπος αἱρετὸν γέγονεν, οὐκ ἄλλην αἰτίαν ἔσχεν τοῦ ποιεῖν αὐτὸν ὁ θεὸς ἢ ὡς οὐκ ἄνευ αὐτοῦ οἵου τε ὄντος τὸν μὲν γενέσθαι δημιουργὸν ἀγαθόν, τὸν δὲ εἰς γνῶσιν ἀφικέσθαι θεοῦ, οὐ γὰρ ἄλλως ἂν τὸ οὗ ἕνεκεν ἄνθρωπος γέγονεν ἐποίησεν ὁ θεός, εἰ μὴ ἄνθρωπος ἐγεγόνει, καὶ ἣν εἶχεν ἐναποκεκρυμμένην ἰσχύν, τὸ βούλεσθαι, ὁ θεὸς διὰ τῆς ἔξωθεν τοῦ πεποιηκέναι προσανεπλήρωσεν δυνάμεως, λαβὼν παρὰ ἀνθρώπου ὃ πεποίηκεν ἄνθρωπον καὶ ὃ εἶχεν εἶδεν [1.3.8.1] καὶ γέγονεν ὃ ἠθέλησεν·
 [00379]  Πῶς δέ, εἰ ἐκείνη ὄντως ἐστὶν ἡ ἐπαγγελία μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβη, εἰδέναι φασὶν οὐ πνεύματι ἐννενοηκότες, ἀλλὰ ἐκ μαθήσεως παρειληφότες ὃ οὖς οὐκ ἤκουσέν ποτε ἢ μόνον ἐκεῖνο τὸ ἐν τρίτῳ ἁρπασθὲν οὐρανῷ;
 [00575]  Τότε καὶ Ἰσραὴλ ἐπωνόμασται, ὅτε εἶδεν τὸν [1.7.57.3] θεὸν τὸν κύριον.
 [01865]  [2.8.73.6] Οὐκ ἔγνω τὸν κύριον ὁ λαὸς ὁ πεπλανημένος, οὐ περιτέτμηται τὸν λογισμόν, οὐ πεφώτισται τὸν σκοτισμόν, οὐκ εἶδεν τὸν θεόν, τὸν κύριον ἠρνήσατο, ἀπολώλεκεν τὸ εἶναι Ἰσραήλ, ἐδίωξεν τὸν θεόν, καθυβρίζειν ἤλπισε τὸν λόγον, καὶ ὃν ἐσταύρωσεν ὡς κακοῦργον, ἀνέστεψεν ὡς βασιλέα.
 [02390]  Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν, καὶ θνητός, ὃς εἶδεν φρόνησιν, διὰ Σολομῶντος τὸ πνεῦμα λέγει, κρεῖσσον γὰρ αὐτὴν ἐμπορευθῆναι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δέ ἐστι λίθων [2.12.129.3] πολυτελῶν.
 [02394]  Ὀφθαλμοὶ δὲ ὑπαληλιμμένοι λόγῳ καὶ ὦτα εἰς αἴσθησιν διατετρημένα θείων ἀκουστὴν καὶ ἁγίων ἐπόπτην παρασκευάζουσιν δεικνύντος ὡς ἀληθῶς τοῦ λόγου τὸ κάλλος τὸ ἀληθινόν, ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσε πρότερον.
000-00-00 Serial Number=0080519915
Protrepticus Ante [Go Back]  
 [01084]  ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
000-00-00 Serial Number=0353880346
Stromata Ante [Go Back]  
 [00377]  αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον·
 [00508]  καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων.
 [01402]  μακάριος δὲ ἀνὴρ ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς, τῆς σοφίας δηλονότι, δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ [1.27.174.3] ἔλεον ἐπὶ γλώσσης φορεῖ.
 [01562]  ἰδοὺ δή, ποιῶ καινά, ὁ λόγος φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
 [03698]  [4.5.24.2] καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων.
 [04396]  τῷ μὲν γνωστικῷ ἡτοίμασται ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, τῷ δὲ ἁπλῶς πεπιστευκότι μαρτυρεῖ ἑκατονταπλασίονα ὧν ἀπολέλοιπεν, ἣν ἐπαγγελίαν εἰς σύνεσιν ἀνθρώπων πίπτειν συμβέβηκεν.
 [05038]  ἀλλὰ κηρύσσομεν καθὼς γέγραπται, φησίν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
 [05171]  καθαρὸς μὲν <οὖν> τὴν καρδίαν πᾶσαν, κατορθώσας δ' εὖ μάλα καὶ τὴν πολιτείαν ἐπ' ἄκρον, πέρα τοῦ ἱερέως ἐπὶ μεῖζον αὐξήσας, ἀτεχνῶς ἡγνισμένος καὶ λόγῳ καὶ βίῳ, ἐπενδυσάμενος τὸ γάνωμα τῆς δόξης, τοῦ πνευματικοῦ ἐκείνου καὶ τελείου ἀνδρὸς τὴν ἀπόρρητον κληρονομίαν ἀπολαβών, ἣν ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, υἱὸς καὶ φίλος γενόμενος, πρόσωπον ἤδη πρὸς πρόσωπον ἐμπίπλαται τῆς ἀκορέστου θεωρίας.
 [06624]  [6.6.51.4] δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνην ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
 [06744]  διὸ καὶ στοιχειωτική τίς ἐστιν ἡ μερικὴ αὕτη φιλοσοφία, τῆς τελείας ὄντως ἐπιστήμης ἐπέκεινα κόσμου περὶ τὰ νοητὰ καὶ ἔτι τούτων τὰ πνευματικώτερα ἀναστρεφομένης, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνέβη ἀνθρώπων, πρὶν ἢ διασαφῆσαι τὸν περὶ τούτων λόγον ἡμῖν τὸν διδάσκαλον, ἅγια ἁγίων καὶ ἔτι τούτων κατ' ἐπανάβασιν τὰ ἁγιώτερα ἀποκαλύψαντος τοῖς [6.8.68.2] γνησίως καὶ μὴ νόθως τῆς κυριακῆς υἱοθεσίας κληρονόμοις.
 [07186]  εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ' ἀγγέλων, [6.15.132.3] τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον.
 [07187]  εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ' οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ' ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν [6.15.132.4] μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»