[00592]
|
καί μοι δοκοῦσιν αἰσθόμενοι τῆς μεγάλης εὐποιίας τῆς διὰ τῶν σοφῶν σεβασθῆναί τε τοὺς ἄνδρας καὶ δημοσίᾳ φιλοσοφῆσαι Βραχμᾶνές τε σύμπαντες καὶ Ὀδρύσαι καὶ Γέται καὶ τὸ τῶν Αἰγυπτίων γένος <καὶ> ἐθεολόγησαν ἀκριβῶς τὰ ἐκείνων, Χαλδαῖοί τε καὶ Ἀράβιοι οἱ κληθέντες εὐδαίμονες καὶ ὅσοι γε τὴν Παλαιστίνην κατῴκησαν καὶ τοῦ Περσικοῦ γένους οὐ τὸ ἐλάχιστον μέρος καὶ ἄλλα [1.15.68.2] πρὸς τούτοις γένη μυρία.
|
[01396]
|
ἀμφοῖν γὰρ ἡ δύναμις οἰκονομεῖ σωτηρίαν, ἣ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἣ δὲ δι' εὐποιίας χρηστευομένη ὡς [1.27.173.6] εὐεργέτις.
|
[02284]
|
ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.
|
[03800]
|
τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ' οὖν ἐνταῦθα [4.6.38.1] εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.
|
[04535]
|
αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διά τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρί ναντος δ' ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν, ἐκτενῶς ἡ ἐνέργεια φερομένη ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφ' ὧν μέν, ἐφ' ὧν δ' οὔ, ἀλλ' ἐν ἕξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἔτι ἤ, ὥς φασιν οἱ φιλόσοφοι, τὴν εὔκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦ·
|
[06121]
|
μεταλαμβάνει δὲ τῆς εὐποιίας ἕκαστος ἡμῶν πρὸς ὃ βούλεται, ἐπεὶ τὴν διαφορὰν τῆς ἐκλογῆς ἀξία γενομένη ψυχῆς αἵρεσίς τε καὶ συνάσκησις πεποίηκεν.
|
[06683]
|
τοῦ δὲ γνωστικοῦ μετὰ τὴν ἄλλοις νομιζομένην τελείωσιν ἡ δικαιοσύνη εἰς ἐνέργειαν εὐποιίας προβαίνει·
|
[06684]
|
καὶ ὅτῳ δὴ ἡ ἐπίτασις τῆς δικαιοσύνης εἰς ἀγαθοποιίαν ἐπιδέδωκεν, τούτῳ ἡ τελείωσις ἐν ἀμεταβόλῳ ἕξει εὐποιίας καθ' ὁμοίωσιν τοῦ θεοῦ διαμένει·
|
[07622]
|
ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ [7.3.21.3] καὶ εἰς δύναμιν ἀμειβόμενος δι' ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος.
|
[08090]
|
αὐτίκα ὡς ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὕτως ἡ γνῶσις οἷον ὁ λογικὸς θάνατος, ἀπὸ τῶν παθῶν ἀπάγων καὶ χωρίζων τὴν ψυχὴν καὶ προάγων εἰς τὴν τῆς εὐποιίας ζωήν, ἵνα τότε εἴπῃ μετὰ παρρησίας πρὸς τὸν θεόν·
|
[08102]
|
οὗτος μισθὸς γνώσεως τῷ σωτῆρι καὶ διδασκάλῳ, ὃν αὐτὸς ᾔτησεν, τὴν ἀποχὴν τῶν κακῶν [7.12.72.4] καὶ τὴν ἐνέργειαν τῆς εὐποιίας, δι' ὧν ἡ σωτηρία περιγίνεται.
|