Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θελήματι [15]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θελήματι


000-00-00 Serial Number=0531515896
Eclogae propheticae Ante [Go Back]  
 [00123]  ἡ ἐκκλησία γὰρ ὑπηρετεῖ τῇ τοῦ κυρίου ἐνεργείᾳ, ἔνθεν καὶ τότε ἄνθρωπον ἀνέλαβεν, ἵνα δι' αὐτοῦ ὑπηρετήσῃ τῷ [23.3] θελήματι τοῦ πατρός.
000-00-00 Serial Number=0520972967
Fragmenta Ante [Go Back]  
 [00310]  εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε (καὶ οὐδεὶς ἀντερεῖ λόγος), γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.
000-00-00 Serial Number=0845509470
Paedagogus Ante [Go Back]  
 [00021]  Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς, τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ [1.2.4.2] δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός·
 [00959]  δίκαιος γὰρ οὗτος ἀποδέδεικται καὶ τὰς ἰδίας παρατίθεται γνώμας τὰς πρὸς σωτηρίαν παρακλητικάς, δι' ὧν καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πατρικῷ [1.10.89.2] θελήματι γνωρίζειν ἡμῖν βούλεται.
 [02599]  [3.3.20.1] Οὐδ' ὁπωστιοῦν ἐκτιλτέον παρὰ τὴν προαίρεσιν τοῦ θεοῦ τὴν ἐγκατηριθμημένην τῷ αὐτοῦ θελήματι·
000-00-00 Serial Number=0930676818
Protrepticus Ante [Go Back]  
 [01369]  τὸ πᾶν ἀνθρώπων γένος καλῶ, ὧν ἐγὼ δημιουργὸς θελήματι [12.120.3] πατρός.
000-00-00 Serial Number=0686344206
Stromata Ante [Go Back]  
 [00085]  οὗτος δ' ἂν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεὰν λαβών, δωρεὰν διδούς.
 [03157]  [3.7.58.2] καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ' ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώ φρονι παιδοποιούμενος θελήματι.
 [04151]  εἰ δέ, ὡς αὐτός φησιν ὁ Βασιλείδης, ἓν μέρος ἐκ τοῦ λεγομένου θελήματος τοῦ θεοῦ ὑπειλήφαμεν τὸ ἠγαπηκέναι ἅπαντα, ὅτι λόγον ἀποσῴζουσι πρὸς τὸ πᾶν ἅπαντα, ἕτερον δὲ τὸ μηδενὸς ἐπιθυμεῖν καὶ τρίτον <τὸ> μισεῖν μηδὲ ἕν, θελήματι τοῦ [4.12.86.2] θεοῦ καὶ <αἱ> κολάσεις ἔσονται·
 [04153]  οὔτε γὰρ ὁ κύριος θελήματι ἔπαθεν τοῦ πατρὸς οὔθ' οἱ διωκόμενοι βουλήσει τοῦ θεοῦ διώκονται, ἐπεὶ δυεῖν θάτερον, ἢ καλόν τι ἔσται διωγμὸς διὰ τὴν [4.12.86.3] βούλησιν τοῦ θεοῦ, ἢ ἀθῷοι οἱ διατιθέντες καὶ θλίβοντες.
 [04335]  τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν·
 [04505]  ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
 [07457]  καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ [6.18.166.4] ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος.
 [07524]  οὔθ' ὑφ' ἑτέρου κωλυθείη ποτ' ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός.
 [07542]  οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως [7.2.8.6] δύναμις, ἄληπτος αἰσθήσει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»