Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κόσμον [84]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κόσμον


000-00-00 Serial Number=0018677711
Eclogae propheticae Ante [Go Back]  
 [00191]  ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθαι καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρ μώσας.
000-00-00 Serial Number=0662209690
Excerpta ex Theodoto Ante [Go Back]  
 [00288]  Ὃ φωτίζει πάντα Ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, [2.41.4] τὸν τοῦ διαφόρου σπέρματος.
 [00289]  Ὅτε γὰρ ἐφωτίσθη ὁ Ἄνθρωπος, τότε εἰς τὸν κόσμον ἦλθεν, τουτέστιν ἑαυτὸν ἐκόσμησεν, χωρίσας αὑτοῦ τὰ ἐπισκοτοῦντα καὶ συναναμεμιγμένα αὐτῷ πάθη.
 [00292]  χωρίζει γὰρ τοὺς ἀπίστους τῶν πιστῶν ὡς ἐκεῖνος τὸν κόσμον τοῦ Πληρώματος.
 [00395]  ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον, ἐφ' ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ [3.59.4] αἰσθητοῦ σώματος ἀνέχεσθαι.
 [00396]  Σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐγκατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον.
 [00486]  Ὃν γεννᾷ ἡ Μήτηρ εἰς θάνατον ἄγεται καὶ εἰς κόσμον·
000-00-00 Serial Number=0801132798
Paedagogus Ante [Go Back]  
 [00053]  [1.2.6.5] Ἡμεῖς δὲ ἅμα νοήματι νήπιοι γεγόναμεν, τὴν ἀρίστην καὶ βεβαιοτάτην τάξιν παρὰ τῆς αὐτοῦ εὐταξίας μεταλαμβάνοντες, ἣ πρῶτον μὲν ἀμφὶ τὸν κόσμον καὶ τὸν οὐρανὸν τάς τε ἡλιακὰς περιδινήσεις κύκλους τε καὶ τῶν λοιπῶν ἄστρων τὰς φορὰς ἀσχολεῖται διὰ τὸν ἄνθρωπον, ἔπειτα δὲ περὶ τὸν ἄνθρωπον [1.2.6.6] αὐτόν, περὶ ὃν ἡ πᾶσα σπουδὴ καταγίνεται·
 [00753]  οὐρανοὶ δὲ τοῦ κτίσαντος τὸν κόσμον εἰσίν·
 [01119]  Σαγηνεύειν ἀτεχνῶς οἱ πλεονέκται καὶ πολυπράγμονες οὗτοι ἐοίκασιν εἰς ἡδυπάθειαν τὸν κόσμον, ταγήνοις σίζουσιν περιηχούμενοι, ἀμφὶ τὴν ἴγδιν καὶ τὸν ἀλετρίβανον τὸν πάντα αὐτῶν κατατρίβοντες βίον οἱ παμφάγοι καθάπερ τὸ πῦρ τῆς ὕλης ἐξεχόμενοι.
 [01390]  Εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου τὸν ἐργάτην ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηγγελμένου θεοσεβείᾳ παρασχών.
 [01697]  Ταύτῃ γὰρ αὖ τὸν Θερσίτην πληγαῖς ᾐκίσατο ὁ σώφρων Ὀδυσσεύς, ὅτι μόνος ἀμετροεπὴς ἐκολῴα, ὅς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον.
 [02176]  μόναις ταῖς ἑταίραις ἀνθίνας ἐσθῆτας καὶ χρυσοῦν κόσμον ἐπέτρεψεν φορεῖν, ἀφαιρουμένη τῶν δοκίμων γυναικῶν τὴν φιλοκοσμίαν τῷ μόναις [2.10βις.105.3] ἐφεῖναι καλλωπίζεσθαι ταῖς ἑταιρούσαις.
 [02212]  Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
 [02220]  παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ καὶ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, οὐκ ἐσθῆτα τὴν τρυφητικὴν μεμήνυκεν, ἀλλὰ τὸν ἐκ πίστεως συνυφασμένον ἀκήρατον τῶν ἠλεημένων κόσμον τῆς ἐκκλησίας δεδήλωκεν, ἐν ᾗ ὁ ἄδολος Ἰησοῦς ὡς χρυσὸς διαπρέπει, καὶ οἱ κροσσοί, οἱ ἐκλεκτοί, οἱ χρυσοῖ.
 [02277]  [2.12.t.1] Ὅτι οὐ χρὴ περὶ τοὺς λίθους καὶ τὸν χρυσοῦν ἐπτοῆσθαι κόσμον.
 [02320]  Καθόλου μὲν οὖν τὰ κόσμια ὥσπερ κοροκόσμια ἀποσκορακιστέον ὅλον καὶ αὐτὸν παραιτουμέναις τὸν κόσμον.
 [02344]  [2.12.124.1] Πάνυ γοῦν ἐπιψόγως πάντα τὸν γυναικεῖον καταλεγόμενος κόσμον Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ὑποδείκνυσιν.
 [02366]  Μακάριοι μεντἂν ἦσαν οἱ παλαιοὶ τῶν Ἑβραίων, εἰ περιελόμενοι τὸν κόσμον τῶν γυναικῶν ἔρριψαν ἢ ἐχώνευσαν μόνον, νυνὶ δὲ εἰς βοῦν χρυσοχοήσαντες καὶ τούτῳ εἰδωλολατρήσαντες αὐτοὶ μὲν οὐκ ὤναντο οὔτε τῆς τέχνης οὔτε τῆς ἐπιβολῆς, ἐδίδαξαν δὲ ἡμῶν τὰς γυναῖκας τυπικώτατα κοσμίων ἀποσχέσθαι.
 [02732]  Αὐτίκα γοῦν περίελε τὸν κόσμον τῶν γυναικῶν καὶ τοὺς οἰκέτας τῶν δεσποτῶν, οὐδὲν διαφέροντας τῶν ἀργυρωνήτων εὑρήσεις τοὺς δεσπότας, οὐκ ἐν βαδίσματι, οὐκ ἐν βλέμματι, οὐκ ἐν φθέγματι·
 [02938]  [3.11.57.1] ∆ίδωσιν οὖν αὐταῖς δακτύλιον ἐκ χρυσίου, οὐδὲ τοῦτον εἰς κόσμον, ἀλλ' εἰς τὸ ἀποσημαίνεσθαι τὰ οἴκοι φυλακῆς ἄξια διὰ τὴν ἐπιμέλειαν τῆς οἰκουρίας.
 [03004]  [3.11.67.1] Ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι' αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ' ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον·
 [03102]  πίστις δὲ οὐ σοφῶν τῶν κατὰ κόσμον, ἀλλὰ τῶν κατὰ θεόν ἐστιν τὸ κτῆμα·
000-00-00 Serial Number=0363306344
Protrepticus Ante [Go Back]  
 [00050]  [1.5.3] Ὁ δὲ ἐκ ∆αβὶδ καὶ πρὸ αὐτοῦ, ὁ τοῦ θεοῦ λόγος, λύραν μὲν καὶ κιθάραν, τὰ ἄψυχα ὄργανα, ὑπεριδών, κόσμον δὲ τόνδε καὶ δὴ καὶ τὸν σμικρὸν κόσμον, τὸν ἄνθρωπον, ψυχήν τε καὶ σῶμα αὐτοῦ, ἁγίῳ πνεύματι ἁρμοσάμενος, ψάλλει τῷ θεῷ διὰ τοῦ πολυφώνου ὀργάνου καὶ προσᾴδει τῷ ὀργάνῳ τῷ ἀνθρώπῳ.
 [00723]  Ὅλον ἴδε τὸν κόσμον, ἐκείνου ἔργον ἐστίν·
 [00731]  Καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω.
 [00759]  Ξενοκράτης (Καλχηδόνιος οὗτος) ἑπτὰ μὲν θεοὺς τοὺς πλανήτας, ὄγδοον δὲ τὸν ἐκ πάντων τῶν ἀπλανῶν συνεστῶτα [5.66.3] κόσμον αἰνίττεται.
 [00764]  Ὁ γάρ τοι μέχρι τῆς σελήνης αὐτῆς διορίζων τὴν πρόνοιαν, ἔπειτα τὸν κόσμον θεὸν ἡγούμενος περιτρέπεται, τὸν ἄμοιρον τοῦ [5.66.5] θεοῦ θεὸν δογματίζων.
 [00772]  Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα ἢ πῦρ ἢ γῆν ἢ λίθους ἢ ξύλα ἢ σίδηρον, κόσμον τόνδε θεοὺς ἀναπλάττουσα, θεοὺς δὲ καὶ τοὺς ἀστέρας τοὺς πλανήτας, τοῖς ὄντως πεπλανημένοις τῶν ἀνθρώπων διὰ τῆς πολυθρυ λήτου ταύτης ἀστρολογίας, οὐκ ἀστρονομίας, μετεωρολο γοῦσα καὶ ἀδολεσχοῦσα;
 [00896]  Φθαρή σεσθαι δὲ καὶ τὰ στοιχεῖα καὶ τὸν κόσμον σὺν καὶ αὐτοῖς λέγει·
 [01156]  ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἐξὸν ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο·
 [01299]  Χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων, ὀλίγης πίστεως γῆν σοι δίδωσι τὴν τοσαύτην γεωργεῖν, ὕδωρ πίνειν καὶ ἄλλο πλεῖν, ἀέρα ἀναπνεῖν, πῦρ ὑπουργεῖν, κόσμον οἰκεῖν·
000-00-00 Serial Number=0177457094
Quis dives salvetur Ante [Go Back]  
 [00021]  ἀλλ' ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφ' ἑαυτοῦ ὁ κατὰ κόσμον πλουτῶν [3.4] λογιζέσθω.
 [00192]  ὃ μὲν κατὰ πνεῦμα πτωχός, τὸ ἴδιον, ὃ δὲ κατὰ κόσμον, τὸ [19.3] ἀλλότριον.
 [00193]  τῷ δὴ κατὰ κόσμον οὐ πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ἀπόστηθι φησί τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων, ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι' ἑτέρας φωνῆς ἐστιν εἰσελ [19.4] θεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
 [00385]  σχῆμα τοῦτ' ἔστιν ἔξωθεν ἡμῖν περιβεβλημένον τῆς εἰς κόσμον παρόδου προφάσει, ἵν' εἰς τὸ κοινὸν τοῦτο παιδευτήριον εἰσελθεῖν δυνηθῶμεν·
000-00-00 Serial Number=0920490682
Stromata Ante [Go Back]  
 [00805]  ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ [1.19.91.4] πνοὴν καὶ τὰ πάντα·
 [01255]  οὐ λαθοῦσα δὲ ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι, παρ' ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ.
 [01481]  ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν [2.2.5.2] κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων.
 [01735]  στοιχείων γοῦν <οὐσῶν> τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν·
 [01780]  οὐ γὰρ μόνον τὸν κόσμον, ἀλλὰ καὶ [2.8.36.2] τὴν ἐκλογὴν διακρίνας ὁ ἐπὶ πᾶσι προπέμπει.
 [02649]  εἰ γὰρ μὴ γήμαντες οὐ παιδοποιήσονται, τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνδρῶν σπάνιν ποιήσουσιν καὶ καταλύσουσι τάς τε πόλεις καὶ τὸν κόσμον τὸν ἐκ [2.23.142.1] τούτων.
 [02768]  ᾧ δὴ λόγῳ, μὴ βουλόμενοι τὸν κόσμον τὸν ὑπὸ τοῦ δημιουργοῦ γενόμενον συμπληροῦν, ἀπέχεσθαι γάμου βούλονται, ἀντιτασσόμενοι τῷ ποιητῇ τῷ σφῶν καὶ σπεύδοντες πρὸς τὸν κεκληκότα ἀγαθόν, ἀλλ' οὐ τὸν ὥς φασι θεὸν ἐν ἄλλῳ τρόπῳ, ὅθεν οὐδὲν ἴδιον καταλιπεῖν ἐνταῦθα βουλόμενοι οὐ τῇ προαιρέσει γίνονται ἐγκρατεῖς, τῇ δὲ πρὸς τὸν πεποιηκότα ἔχθρᾳ, μὴ βουλόμενοι χρῆσθαι [3.3.12.3] τοῖς ὑπ' αὐτοῦ κτισθεῖσιν.
 [02772]  κατάγουσι γὰρ ἐνταῦθα τὴν ψυχὴν θείαν οὖσαν καθάπερ εἰς κολαστήριον τὸν κόσμον, ἀποκαθαίρεσθαι δὲ ταῖς ἐνσωματουμέναις ψυχαῖς προσήκει κατ' [3.3.13.3] αὐτούς.
 [02834]  τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον [3.3.20.2] ἀφικέσθαι.
 [02911]  κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ [3.4.31.4] ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν.
 [03214]  διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ᾧ πάντες ἥμαρτον·
 [03770]  [4.6.34.4] τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;
 [04170]  ὅταν γὰρ τὸν μὲν κόσμον λύητε, ὑμεῖς δὲ μὴ [4.13.89.4] καταλύησθε, κυριεύετε τῆς κτίσεως καὶ τῆς φθορᾶς ἁπάσης.
 [04171]  φύσει γὰρ σῳζόμενον γένος ὑποτίθεται καὶ αὐτὸς ἐμφερῶς τῷ Βασιλείδῃ, ἄνωθεν δὲ ἡμῖν δεῦρο τοῦτο δὴ τὸ διάφορον γένος ἐπὶ τὴν τοῦ θανάτου καθαίρεσιν ἥκειν, θανάτου δὲ γένεσιν ἔργον εἶναι τοῦ κτίσαντος [4.13.89.5] τὸν κόσμον.
 [04665]  [4.25.155.1] Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως.
 [04939]  οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον οὔτε συνιστάμενον·
 [05129]  εἰς δὲ τὸν νοητὸν κόσμον μόνος ὁ κύριος <ἀρχιερεὺς> γενόμενος εἴσεισι, <διὰ> τῶν παθῶν εἰς τὴν τοῦ ἀρρήτου γνῶσιν παρεισδυόμενος, ὑπὲρ πᾶν ὄνομα ἐξαναχωρῶν, ὃ [5.6.34.8] φωνῇ γνωρίζεται.
 [05138]  ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζῳδιακοῦ κύκλου καὶ τοῦ κατ' αὐτὸν φερομένου χρόνου τὸν [5.6.36.1] αἰσθητὸν κόσμον δηλοῖ.
 [05169]  [5.6.39.2] φασὶ δὲ καὶ τὸ ἔνδυμα, τὸν ποδήρη, τὴν κατὰ σάρκα προφητεύειν [5.6.39.3] οἰκονομίαν, δι' ἣν προσεχέστερον εἰς κόσμον ὤφθη.
 [05237]  ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει·
 [05239]  [20σφὶγξ] δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ [5.8.48.3] διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν·
 [05481]  πάλιν ὁ Μωυσῆς οὐκ ἐπιτρέπων βωμοὺς καὶ τεμένη πολλαχοῦ κατασκευάζεσθαι, ἕνα δ' οὖν νεὼν ἱδρυσάμενος τοῦ θεοῦ, μονογενῆ τε κόσμον, ὥς φησιν ὁ Βασιλείδης, καὶ τὸν ἕνα, ὡς [5.11.74.4] οὐκέτι τῷ Βασιλείδῃ δοκεῖ, κατήγγελλε θεόν.
 [05494]  [5.11.75.3] οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς [5.11.75.4] οἰκείας λειτουργίας.
 [05495]  διδασκαλικώτατα ἄρα ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον φησὶ καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι πνοὴν καὶ ζωὴν καὶ [5.11.76.1] τὰ πάντα.
 [05501]  εἰκότως οὖν καὶ Πλάτων, νεὼν τοῦ θεοῦ τὸν κόσμον εἰδώς, τοῖς πολίταις ἐναπέδειξεν χωρίον τῆς πόλεως, ἵνα ἔμελλεν ἀνακεῖσθαι αὐτοῖς τὰ [5.11.76.3] εἴδωλα, ἰδίᾳ δὲ ἀπεῖπεν μηδενὶ κεκτῆσθαι θεῶν ἀγάλματα.
 [05523]  ἀπορήσας γοῦν ἐν τῷ Τιμαίῳ, εἰ χρὴ πλείονας κόσμους ἢ τοῦτον ἕνα νομίζειν, ἀδιαφορεῖ περὶ τὰ ὀνόματα, συνωνύμως κόσμον τε καὶ οὐρανὸν ἀποκαλῶν·
 [05648]  [5.14.92.1] Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες [5.14.92.2] ἐδογμάτισαν οἱ φιλόσοφοι.
 [05653]  αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν τε ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ [5.14.92.4] ἐκ μὴ ὄντος ὑποστάντος.
 [05654]  γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον.
 [05779]  σαφέστατα <δ'> Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα [5.14.104.2] ἐκείνου πως ἔχοντος.
 [05780]  ἀλλ' ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως·
 [05781]  κόσμον τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ' ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἁπτόμενον μέτρα καὶ [5.14.104.3] ἀποσβεννύμενον μέτρα.
 [06455]  ἐκείνη γὰρ ἡ λεγομένη κατάβασις ἐπὶ τὸ ὄρος θεοῦ ἐπίφασίς ἐστι θείας δυνάμεως ἐπὶ πάντα τὸν κόσμον διηκούσης καὶ κηρυττούσης τὸ φῶς τὸ ἀπρόσιτον.
 [06546]  μετὰ <δὲ> δώδεκα ἔτη ἐξέλθετε εἰς τὸν κόσμον.
 [06586]  ἐξελεξάμην ὑμᾶς δώδεκα, μαθητὰς κρίνας ἀξίους ἐμοῦ, οὓς ὁ κύριος ἠθέλησεν, καὶ ἀποστόλους πιστοὺς ἡγησάμενος εἶναι, πέμπων ἐπὶ τὸν κόσμον εὐαγγελίσασθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, γινώσκειν ὅτι εἷς θεός ἐστιν, διὰ τῆς τοῦ Χριστοῦ πίστεως ἐμῆς δηλοῦντας τὰ μέλλοντα, ὅπως οἱ ἀκούσαντες καὶ πιστεύσαντες σωθῶσιν, οἱ δὲ μὴ πιστεύσαντες ἀκούσαντες [6.6.48.3] μαρτυρήσωσιν, οὐκ ἔχοντες ἀπολογίαν εἰπεῖν·
 [07043]  τί γὰρ ὄφελος, ἐὰν τὸν κόσμον κερδήσῃς, [6.14.112.4] φησί, τὴν δὲ ψυχὴν ἀπολέσῃς;
 [07153]  καὶ γὰρ ἐφόρεσεν τὴν πᾶσαν ἀρετὴν ἔμελλέν τε τὸν σύντροφον τοῦ κόσμου ἄνθρωπον ἐπὶ τὰ νοητὰ καὶ κύρια διὰ τῆς γνώσεως ἀνάγειν ἐκ κόσμου εἰς [6.15.126.4] κόσμον.
 [07228]  [6.16.137.4] τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδόμην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον κακοπάθειαν·
 [07289]  ἵνα τοίνυν γενητὸν εἶναι τὸν κόσμον διδαχθῶμεν, μὴ ἐν χρόνῳ δὲ ποιεῖν τὸν θεὸν ὑπολάβωμεν, ἐπήγαγεν ἡ προφητεία·
 [07313]  τὸν οὖν ἀληθῆ λόγον περὶ θεοῦ καὶ τῆς ἀιδιότητος αὐτοῦ ὁ βουλόμενος ἐξαίρειν, ἵνα τὸ ψεῦδος ἐγκρίνῃ, λέγων ἤτοι ἀπρονόητον εἶναι τὸ πᾶν ἢ τὸν κόσμον ἀγένητον ἢ τῶν κατὰ τὴν ἀληθῆ διδασκαλίαν βεβαίων ** ἐξωλέστατος.
 [07362]  αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δι' οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος [6.17.154.1] κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.
 [07627]  ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.
 [07686]  οὐχὶ ἀμείνους τούτων οἱ τὸν ἀέρα καὶ τὸ περιέχον, μᾶλλον δὲ τὸν ὅλον κόσμον καὶ τὸ σύμπαν ἄξιον [7.5.28.3] ἡγησάμενοι τῆς τοῦ θεοῦ ὑπεροχῆς;
 [07789]  κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, [7.7.37.4] ἀλλὰ καὶ τὸν ὅλον κόσμον.
 [07862]  [7.7.45.4] Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον, ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς [7.7.46.1] συμβαίνουσιν.
 [08224]  ὅθεν οὐδέποτε τὸ ἡδὺ καὶ τὸ συμφέρον προκρίνει τῆς οἰκονομίας, γυμνάζων ἑαυτὸν διὰ τῶν ἐντολῶν, ἵνα καὶ πρὸς τὸν κύριον εὐάρεστος ἐν πᾶσι γένηται καὶ πρὸς τὸν κόσμον ἐπαινετός, ἐπεὶ τὰ πάντα <ἐφ'> ἑνὸς τοῦ παντοκράτορος θεοῦ ἵσταται.
 [08237]  ἢ οὐκ οἴδατε ὅτι [7.14.84.4] ἅγιοι τὸν κόσμον κρινοῦσι;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»