[00129]
|
οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ <οὐκ> ἐκπεσεῖν καίτοι ἀνέκδοτα ὑπό γ' ἐμοῦ μεμενηκότα, κυλιόμενα δὲ ἀεὶ μόνῃ μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου [1.1.15.1] του εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος.
|
[00315]
|
ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσὶ διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ [1.7.37.4] ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα·
|
[00778]
|
ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματι·
|
[00806]
|
ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ψηλαφήσειαν ἢ εὕροιεν ἄν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντος·
|
[00846]
|
οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον, καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ [1.19.95.6] πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει.
|
[00872]
|
καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτὲ καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστὴς τῷ φιλοσοφήσοντι), οὐδ' ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἢ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοὴ καὶ ἡ φωνὴ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων [1.20.99.4] αὐτὴν προσφυῶς.
|
[00892]
|
Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ' αὐτὸν πράξεων, [1.21.101.4] μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον.
|
[01102]
|
Ἐξήκεστός τε ὁ Φωκέων τύραννος δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν [1.21.134.1] τῇ Φωκέων πολιτείᾳ.
|
[02008]
|
καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν·
|
[02259]
|
δυσωπείσθωσαν οὖν Ἕλληνες καὶ εἴ τις ἕτερός ἐστι τοῦ νόμου κατατρέχων, εἰ ὃ μὲν καὶ ἐπ' ἀλόγων ζῴων χρηστεύεται, οἳ δὲ καὶ τὰ τῶν ἀνθρώπων ἐκτιθέασιν ἔκγονα, καίτοι μακρόθεν καὶ προφητικῶς ἀνακόπτοντος αὐτῶν τὴν ἀγριότητα τοῦ [2.18.92.4] νόμου διὰ τῆς προειρημένης ἐντολῆς.
|
[02471]
|
Ζήνωνι δὲ τῷ Στωϊκῷ τὴν διδασκαλίαν μαρτυροῦσι καίτοι διασύροντες οἱ κωμικοὶ ὧδέ πως·
|
[02664]
|
τοῖς τραγῳδοποιοῖς δὲ ἡ Πολυξένη καίτοι ἀποσφαττομένη ἀναγέγραπται, ἀλλὰ καὶ θνῄσκουσα ὅμως πολλὴν πρόνοιαν πεποιῆσθαι τοῦ εὐσχημόνως πεσεῖν, κρύπτουσ' ἃ κρύπτειν ὄμματα ἀρρένων ἐχρῆν.
|
[03069]
|
καίτοι καὶ ταῦτα ἀλληγορεῖται.
|
[03601]
|
οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν (καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπὶ δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι [4.3.8.8] ἐλαττουμένου παρὰ τοὺς ἀγγέλους.
|
[03612]
|
καίτοι πρὸς ἀγαθοῦ καὶ τὴν ὑπομονὴν καὶ τὸν [4.3.9.6] φόβον ἐδείξαμεν.
|
[03673]
|
καίτοι καὶ Ἰὼβ ἐγκρατείας ὑπερβολῇ καὶ πίστεως ὑπεροχῇ πένης μὲν ἐκ πλουσίου, ἄτιμος δὲ ἐξ ἐνδόξου, αἰσχρὸς δὲ ἐκ καλοῦ καὶ νοσερὸς ἐξ ὑγιεινοῦ γενόμενος ἡμῖν γέ ἐστι παράδειγμα ἀγαθὸν ἀναγεγραμμένος, δυσωπῶν τὸν πειράσαντα, εὐλογῶν τὸν πλάσαντα, φέρων οὕτω τὰ δεύτερα ὡς καὶ τὰ πρότερα, διδάσκων εὖ μάλα τοῖς περιστατικοῖς ἅπασιν οἷόν τε εἶναι καλῶς [4.5.19.3] χρῆσθαι τὸν γνωστικόν.
|
[03794]
|
τούτων δὲ [4.6.37.3] αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα [4.6.37.4] περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα.
|
[03834]
|
καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δι' ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), <θανῇ> θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών·
|
[04102]
|
καίτοι οὐ μόνοι, ἀλλὰ μετὰ πολλῶν κολαζόμεθα.
|
[04483]
|
καίτοι <καὶ> κατὰ νόμον ψιλόν τις ἂν εἴη τέλειος, ὃς ἀποχὴν κακῶν ἐπαγγέλλεται·
|
[05306]
|
ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι [5.8.55.2] κυρίου·
|
[05438]
|
ὁρᾷς πῶς τὸν γνωστικὸν βίον καὶ Ἕλληνες, καίτοι μὴ εἰδότες ὡς ἐπίστασθαι χρή, ἐκθειάζουσι;
|
[05454]
|
σχῆμα δὲ καὶ κίνησιν ἢ στάσιν ἢ θρόνον ἢ τόπον ἢ δεξιὰ ἢ ἀριστερὰ τοῦ τῶν ὅλων πατρὸς οὐδ' ὅλως ἐννοητέον, καίτοι καὶ ταῦτα γέγραπται·
|
[06105]
|
εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν μὲν γὰρ ἔφυ τε καὶ ὥς μιν ἄγουσα ἐπέδησεν Ἀνάγκη πείρατ' ἔχειν ἄστρων, [5.14.138.2] Μητροδώρου τε, καίτοι Ἐπικουρείου γενομένου, ἐνθέως ταῦτά γε εἰρηκότος·
|
[06754]
|
καίτοι φασί τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναί τινα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος, ὅτι [6.8.70.2] ἀκατάληπτα ἔσται τὰ ἀκατάληπτα.
|
[06805]
|
καίτοι καὶ οἱ φιλόσοφοι τὰς ἀρετὰς ἕξεις καὶ διαθέσεις [6.9.78.4] καὶ ἐπιστήμας οἴονται.
|
[07361]
|
καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως [6.17.153.4] ἐννοήσῃ δίδοσθαι.
|
[07457]
|
καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ [6.18.166.4] ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος.
|
[07638]
|
[7.4.23.6] καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.
|
[07733]
|
καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ [7.6.31.7] ἀνενδεεῖ;
|
[07828]
|
[7.7.41.8] καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης [7.7.42.1] γνωστικῶς.
|
[07924]
|
καίτοι τὸ ἀληθεύειν κατὰ τὸν ὅρκον μετὰ συμφωνίας τῆς κατὰ τὸ ἀληθὲς γίνεται·
|
[07988]
|
καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, [7.10.59.3] ἀλλ' οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας.
|
[08039]
|
οὐδὲ γὰρ τὰ πάθη, οὐδὲ τὰ ἁμαρτήματα κακίαι, καίτοι ἀπὸ [7.11.66.3] κακίας φερόμενα.
|
[08077]
|
καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ' ἐπακολούθημα, οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ' εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ [7.12.70.4] χρῆσιν.
|
[08134]
|
[7.12.74.7] πολλοῦ γε δεῖ ταῖς ἐπιγείοις ἡδοναῖς τε καὶ θεωρίαις εὐαρεστεῖσθαι τοῦτον, ὃς καὶ τῶν κοσμικῶν καίτοι θείων ὄντων ἐπαγγελιῶν [7.12.74.8] κατεμεγαλοφρόνησεν.
|
[08157]
|
καίτοι ἕκαστος ἡμῶν αὑτοῦ τε ἀμπελὼν καὶ ἐργάτης.
|
[08281]
|
ἀλλ' οὐδὲν τούτων, καίτοι μέγιστον ὄν, εἰς ὁμοιότητα θεοῦ παραλαμβάνεται.
|
[08387]
|
καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν ἐν τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν ἐν ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον [7.16.101.4] γνωστικῷ.
|