Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καλῶν [42]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καλῶν


000-00-00 Serial Number=0905148983
Paedagogus Ante [Go Back]  
 [00191]  Τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἢ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ καὶ τῇ διοικήσει τῶν καλῶν, συμπανηγυρίζοντα τῷ [1.5.22.2] θεῷ;
 [00339]  Ὅρα πῶς ὡμολόγησεν εἶναι νηπίους τοὺς ὑπὸ φόβον καὶ ἁμαρτίας, τοὺς δὲ ὑπὸ τὴν πίστιν υἱοὺς καλῶν ἀπήνδρωσεν ὡς πρὸς ἀντιδιαστολὴν τῶν ἐν τῷ νόμῳ νηπίων.
 [00363]  Τοιοῦτόν τι καὶ Ὅμηρος ἄκων μαντεύεται τοὺς δικαίους τῶν ἀνθρώπων γαλακτοφά [1.6.36.2] γους καλῶν.
 [00999]  Τὸ ἐπιτίμιον τῶν ἁμαρτωλῶν καὶ τὸ εὐδιαφόρητον αὐτῶν καὶ τὸ ὑπηνέμιον δείξας ὁ παιδαγωγὸς ἀπετρέψατο τῆς αἰτίας διὰ τῆς ἐπιτιμίας, καὶ τὴν κόλασιν ἐπανατεινάμενος τὴν κατ' ἀξίαν, τῆς εὐεργεσίας ἐνεδείξατο τὴν εὐποιίαν, τεχνικώτατα ἐπὶ τὴν χρῆσιν ἡμᾶς καὶ τὴν κτῆσιν τῶν καλῶν [1.10.92.3] διὰ ταύτης καλῶν.
 [01594]  τοὺς δὲ ὀφθαλμοὺς κατευθύνει ἐπὶ τὴν θέαν τῶν καλῶν, ἄμεινον εἶναι λέγων τοῖς ποσὶν ἢ τοῖς [2.6.50.1] ὀφθαλμοῖς ὀλισθαίνειν.
 [01821]  Ὥσπερ οὖν τὸ κάλλος, οὕτως καὶ τὸ ἄνθος τέρπει βλεπόμενον, καὶ χρὴ δι' ὄψεως ἀπολαύοντας τῶν καλῶν δοξάζειν τὸν δημιουργόν.
 [02509]  Κεκρύφαλοι μέν γε καὶ κεκρυφάλων διαφοραὶ καὶ περίεργοι πλοκαί, ἀλλὰ καὶ τῶν τριχῶν οἱ μυρίοι σχηματισμοὶ κατόπτρων τε πολυτίμητοι κατασκευαί, οἷς κατασχηματίζονται θηρῶσαι τοὺς δίκην παίδων ἀφρόνων περὶ τὰς μορφὰς ἐπτοημένους, τέλεον ἀπηρυθριακυιῶν ἐστι γυναικῶν, ἃς ἑταίρας καλῶν οὐκ ἄν τις ἀφαμάρτοι προσωπεῖα ποιούσας τὰ πρόσωπα.
 [02912]  ἐκεῖνο μάλιστα ἐν νῷ ἔχοντες τὸ εἰρημένον ἁγίως τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεόν.
000-00-00 Serial Number=0350940406
Protrepticus Ante [Go Back]  
 [00079]  Οὗ δὴ χάριν (εἷς γὰρ ὁ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων) εἷς καὶ αὐτὸς ἐπίκουρος καὶ βοηθὸς ἡμῖν ὁ κύριος, προμηνύων ἀρχῆθεν προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρα καλῶν.
 [00565]  τότε προσκυνήσω τὸ [4.49.3] κάλλος, ὅτε ἀληθινὸν ἀρχέτυπόν ἐστι τῶν καλῶν.
 [00792]  Ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων καλῶν.
 [01121]  Ἡκόντων οὖν αὖθις, οὐ γὰρ ἀνήσω καλῶν, οἱ μικροτέχναι.
 [01151]  Γεώργει, φαμέν, εἰ γεωργὸς εἶ, ἀλλὰ γνῶθι τὸν θεὸν γεωργῶν, καὶ πλεῖθι ὁ τῆς ναυτιλίας ἐρῶν, ἀλλὰ τὸν οὐράνιον κυβερνήτην παρα καλῶν·
000-00-00 Serial Number=0190507054
Stromata Ante [Go Back]  
 [00217]  πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ θεός, ἀλλὰ τῶν μὲν κατὰ προηγούμενον ὡς τῆς τε διαθήκης τῆς παλαιᾶς καὶ τῆς νέας, τῶν δὲ κατ' ἐπακολού [1.5.28.3] θημα ὡς τῆς φιλοσοφίας.
 [01361]  ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἵων τε γενέσθαι καλῶν κἀγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοίων τούτοις, ἥτις ἂν εἴη στρατηγική·
 [01444]  Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, ἰδοὺ ἐγώ, λέγων, ἡ διαθήκη μου μετὰ σοῦ·
 [01682]  διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ' οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ [2.6.26.4] ἑκάστου ἀπαιτεῖ.
 [01792]  πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια;
 [01793]  ἀλλ' εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει;
 [02300]  τὰ μὲν αἰσχρὰ οὗτος προθύμως εἵλετο ἑπόμενος τῇ γυναικί, τῶν δὲ ἀληθῶν καὶ καλῶν ἠμέλησεν·
 [02465]  ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι [2.20.121.1] πεφυκότα.
 [03247]  ἢ μή τι μετὰ μὲν τοῦ ἑνὸς τοῦ Ἰουδαίου ὁ κύριος νομοθετῶν ἦν, προφητεύων δὲ ἤδη καὶ τὸν Ἱερεμίαν ἀποστέλλων εἰς Βαβυλῶνα, ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν διὰ τῆς προφητείας καλῶν, συνῆγε λαοὺς τοὺς δύο, τρίτος δὲ ἦν ἐκ τῶν δυεῖν κτιζόμενος εἷς εἰς καινὸν ἄνθρωπον, ᾧ δὴ ἐμπεριπατεῖ τε καὶ κατοικεῖ ἐν αὐτῇ τῇ [3.10.70.3] ἐκκλησίᾳ;
 [04194]  εἰ δὲ σπένδεται ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως χαίρων καὶ συγχαίρων, <τοὺς δέ,> πρὸς οὓς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμετόχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς [4.13.92.5] λέγει;
 [04611]  οὐδὲ τὴν ὑπακοὴν διὰ τὴν ἐντολήν, διὰ δὲ τὴν ἐπαγγελίαν αἱροῦνται οἱ διὰ τὴν ἐπαγγελίαν ὑπακηκοότες τῷ θεῷ, δελέατι [4.23.148.1] ἡδονῆς ᾑρημένοι, οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ' ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ [4.23.148.2] τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν·
 [04615]  ἀδεὴς δ' εἶναι θέλω, ἵνα σοὶ συνεγγίζειν δυνηθῶ, καὶ ὀλίγοις ἀρκεῖσθαι, μελετῶν τὴν σὴν ἐκλογὴν τὴν δικαίαν τῶν καλῶν ἀπὸ [4.23.149.1] τῶν ὁμοίων.
 [04616]  μυστικώτατα καὶ ὁσιώτατα ὁ ἀπόστολος διδάσκων ἡμᾶς τὴν ἀληθῶς εὐχάριστον ἐκλογὴν οὐ κατὰ ἀπεκλογὴν τῶν ἑτέρων ὡς φαύλων, ἀλλ' ὡς καλῶν καλλίονα ποιεῖσθαι μεμήνυκεν [4.23.149.2] εἰπών·
 [04816]  εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ' οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει [5.1.3.3] τὴν πίστιν.
 [04848]  χάριτι γὰρ σῳζόμεθα, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν [5.1.7.3] τινα περιποιήσασθαι πρὸς αὐτό·
 [05473]  πρώτη μὲν γὰρ ἡ δι' ὄψεως τῶν καλῶν ἡμέρα, δευτέρα δὲ ἡ ψυχῆς <τῶν> ἀρίστων ἐπιθυμία, τῇ τρίτῃ δὲ ὁ νοῦς τὰ πνευματικὰ διορᾷ, διοιχθέντων τῶν τῆς διανοίας ὀμμάτων πρὸς τοῦ τῇ τρίτῃ ἡμέρᾳ διαναστάντος διδασκάλου.
 [05719]  ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ <ὄντας> καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων [5.14.98.2] καλῶν ὧδέ πως·
 [05770]  ὥστε καὶ ἐπὰν εἴπῃ περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον ἁπάντων <τῶν> καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα, οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι·
 [05896]  [5.14.116.3] Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον ∆ία, τὸν δὲ νέατον [5.14.116.4] καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ.
 [06006]  ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν·
 [06676]  [6.7.59.1] Ὡς οὖν ἐπὶ τὸν ποιητὴν τὸν θεὸν πᾶσα ἀνατρέχει πατριά, οὕτως καὶ ἐπὶ τὸν κύριον ἡ τῶν καλῶν διδασκαλία καὶ ἡ δικαιοῦσα [6.7.59.2] καὶ εἰς τοῦτο χειραγωγοῦσά τε καὶ συλλαμβάνουσα.
 [06775]  εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ' ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν [6.9.73.3] ὀρεγόμενος;
 [07024]  [6.14.110.1] Αὐτίκα ὁ Σολομὼν σοφὸν καλῶν τὸν γνωστικὸν περὶ τῶν θαυμαζόντων αὐτοῦ τὸ ἀξίωμα τῆς μονῆς τάδε φησίν·
 [07375]  κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον [6.17.156.4] αὐτῶν τυγχάνῃ.
 [07588]  μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων, βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν [7.3.16.6] σωτήρ.
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [08163]  οὗτος περισπώμενος ὑπὸ τῆς ἰδίας ἐλπίδος οὐ γεύεται τῶν ἐν κόσμῳ καλῶν, πάντων τῶν ἐνταῦθα καταμεγαλοφρονῶν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»