Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καρπὸν [18]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καρπὸν


000-00-00 Serial Number=0112958133
Eclogae propheticae Ante [Go Back]  
 [00207]  Ἡ μακροθυμία γλυκύτης ἐστὶν ὑπὲρ τὸ μέλι, οὐχ ὅτι ἐστὶ μακροθυμία, ἀλλὰ κατὰ τὸν καρπὸν τῆς μακροθυμίας, ἐπεὶ οὐδὲ ὁ ἐγκρατής ἐστιν ἀπαθής, κρατῶν οὐκ ἀπόνως τῶν παθῶν·
000-00-00 Serial Number=0327793717
Paedagogus Ante [Go Back]  
 [00678]  Καὶ δὴ αὐτὸς περὶ αὑτοῦ σαφέστατα ὁ κύριος ἐκφαίνει, τὴν πολύτροπον καὶ πολυωφελῆ θεραπείαν ἀλληγορῶν, ὁπηνίκα εἰπὼν ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν, εἶτα ἐπήγαγεν πάλιν πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρποφοροῦν καθαίρει, ἵνα καρπὸν πλείω φέρῃ.
 [00996]  καὶ μακάριος ἐκεῖνος διὰ ∆αβὶδ λέγει φησίν ὁ μὴ ἁμαρτών, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, ταυτὶ μὲν καὶ πρὸς τὴν ἀνάστασιν ᾐνίξατο, καὶ πάντα ὅσα ἐὰν ποιήσῃ, κατευοδωθήσεται αὐτῷ.
 [01560]  Τὸ γὰρ οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν κἀνταῦθ' ἂν ἁρμόσαι·
 [02040]  τῷ ὄντι γὰρ ἡ ὑστέρα ὑποκειμένη μὲν τῇ κύστει, ἐπικειμένη δὲ τῷ ἐντέρῳ τῷ καλουμένῳ ἀρχῷ ἐκτείνει τὸν τράχηλον μεταξὺ τῶν ὤμων ἐν τῇ κύστει, καὶ τὸ στόμιον τοῦ τραχήλου, ᾧ προσίεται τὸ σπέρμα, πεπληρωμένον μέμυκεν, αὖθίς τε ἀποκενοῦται καθαιρομένη κυήσει, ἀποθεμένη δὲ τὸν καρπὸν εἶτα ἐπιδέχεται τὸν σπόρον.
 [02883]  χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ, τὴν καλλίστην διακονίαν οὐκ ἐπῃσχύνθη ζηλώσασα Σάρραν, ὑπουργῆσαι τοῖς ὁδοιπόροις.
000-00-00 Serial Number=0146604836
Protrepticus Ante [Go Back]  
 [00109]  αἱ πρόδρομοι τοῦ κυρίου φωναὶ δύο, ἀγγέλου καὶ Ἰωάννου, αἰνίσσονταί μοι τὴν ἐναποκειμένην σωτηρίαν, ὡς ἐπιφανέντος τοῦ λόγου τοῦδε εὐτεκνίας ἡμᾶς καρπὸν [1.9.4] ἀπενέγκασθαι, ζωὴν ἀίδιον.
000-00-00 Serial Number=0737717867
Stromata Ante [Go Back]  
 [00373]  ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρ' οὗ μετ' ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον.
 [00374]  κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὀργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν [1.9.43.3] τὸν ἐδώδιμον καρπὸν ἐκφήνῃ.
 [02274]  [2.18.95.1] ∆αψιλευόμενος δὲ τῇ φιλανθρωπίᾳ ὁ χρηστὸς λόγος μηδὲ ὅσα τῆς ἡμέρου ὕλης ἐστί, δενδροτομεῖν ταῦτα προσῆκον εἶναι διδάσκει, μηδὲ μὴν κείρειν ἐπὶ λύμῃ στάχυν πρὸ τοῦ θερισμοῦ, ἀλλὰ μηδὲ συνόλως καρπὸν ἥμερον διαφθείρειν μήτε τὸν γῆς μήτε τὸν τῆς [2.18.95.2] ψυχῆς·
 [02278]  τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι ἀτελῆ ἐξ ἀτελῶν, ἀλλὰ μετὰ τριετίαν ἔτει τετάρτῳ καθιερώσοντα τὴν ἀπαρχὴν τῷ [2.18.96.1] θεῷ μετὰ τὸ τελεωθῆναι τὸ δένδρον.
 [02587]  νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ [2.22.134.4] δὲ τέλος ζωὴν αἰώνιον·
 [03488]  εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου [3.16.101.2] ὑπὲρ ἁμαρτίας ψυχῆς μου.
 [03626]  τίνα οὖν καρπὸν εἴχετε τότε;
 [03629]  νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
 [04162]  εἰ τοίνυν ἀπολογούμενός τις αὐτῶν λέγοι κολάζεσθαι μὲν τὸν μάρτυρα διὰ τὰς πρὸ τῆσδε τῆς ἐνσωματώσεως ἁμαρτίας, τὸν καρπὸν δὲ τῆς κατὰ τόνδε τὸν βίον πολιτείας αὖθις ἀπολήψεσθαι, οὕτω γὰρ διατετάχθαι τὴν διοίκησιν, πευσόμεθα αὐτοῦ, [4.12.88.2] εἰ ἐκ προνοίας γίνεται ἡ ἀνταπόδοσις·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»