Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λεγομένων [22]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λεγομένων


000-00-00 Serial Number=0109985948
Quis dives salvetur Ante [Go Back]  
 [00063]  δεῖ δὲ σαφῶς εἰδότας ὡς οὐδὲν ἀνθρωπίνως ὁ σωτήρ, ἀλλὰ πάντα θείᾳ σοφίᾳ καὶ μυστικῇ διδάσκει τοὺς ἑαυτοῦ, μὴ σαρκί νως ἀκροᾶσθαι τῶν λεγομένων, ἀλλὰ τὸν ἐν αὐτοῖς κεκρυμμένον νοῦν μετὰ τῆς ἀξίας ζητήσεως καὶ συνέσεως ἐρευνᾶν καὶ καταμαν [5.3] θάνειν.
000-00-00 Serial Number=0952371895
Stromata Ante [Go Back]  
 [00021]  διὰ τοῦτο, φησὶν ὁ κύριος, ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι, τὴν ἄγνοιαν αὐτοῖς ὡς μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.
 [00633]  τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφούς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἥ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μου σικὴν εὕρεσις ῥυθμῶν ἀναφέρεται·
 [00939]  καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.
 [01227]  κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ [1.22.150.2] λεγομένων.
 [01527]  [2.2.9.7] αἱ γοῦν τῶν Σειρήνων ἐπικηλήσεις δύναμιν ὑπεράνθρωπον ἐνδεικνύμεναι ἐξέπληττον τοὺς παρατυγχάνοντας πρὸς τὴν τῶν λεγομένων παραδοχὴν σχεδὸν ἄκοντας εὐτρεπίζουσαι.
 [01579]  εἰ δὲ ὁ μανθάνων οὐκ ἄνευ προλήψεως μανθάνει τῆς τῶν λεγομένων παραδεκτικῆς, αὐτὸς μὲν ὦτα ἔχει τὰ ἀκουστικὰ τῆς ἀληθείας·
 [01660]  καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ αὐτὸς ἔφα πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν [2.5.24.4] λεγομένων ἀπαιτεῖν παρ' αὐτοῦ.
 [01910]  ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα, τρία κριτήρια μηνύεται, αἴσθησις μὲν αἰσθητῶν, λεγομένων δὲ <καὶ> [2.11.50.2] ὀνομάτων καὶ ῥημάτων ὁ λόγος, νοητῶν δὲ νοῦς.
 [02005]  ἐπεὶ πῶς ἂν καὶ δικάσειας [2.14.60.2] περὶ τῶν κατὰ τοὺς ἀκουσίους τρόπους ἁμαρτάνειν λεγομένων;
 [06739]  [6.8.66.5] οὐ τοίνυν ψευδὴς ἡ φιλοσοφία, κἂν ὁ κλέπτης καὶ ὁ ψεύστης κατὰ μετασχηματισμὸν ἐνεργείας τὰ ἀληθῆ λέγῃ, οὐδὲ μὴν διὰ τὸν λέγοντα προκαταγνωστέον ἀμαθῶς καὶ τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν προφητεύειν νῦν δὴ λεγομένων παρατηρητέον, ἀλλὰ τὰ λεγόμενα σκοπητέον, εἰ τῆς ἀληθείας ἔχεται.
 [06895]  διὰ δὲ τὴν τῶν πέλας ὠφέλειαν τῶν μὲν ἐπὶ τὸ γράφειν ἱεμένων, τῶν δὲ ἐπὶ τὸ παραδιδόναι στελλομένων τὸν λόγον ἥ τε ἄλλη παιδεία χρήσιμος ἥ τε τῶν γραφῶν τῶν κυριακῶν ἀνάγνωσις εἰς ἀπόδειξιν τῶν λεγομένων ἀναγκαία, καὶ μάλιστα, ἐὰν ἀπὸ τῆς Ἑλληνικῆς [6.11.92.1] ἀνάγωνται παιδείας οἱ ἐπαΐοντες.
 [07066]  [6.15.115.1] Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων [6.15.115.2] ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας·
 [07349]  αὐτίκα ὁ κύριος οὐ μάτην ἠθέλησεν εὐτελεῖ χρήσασθαι σώματος μορφῇ, ἵνα μή τις τὸ ὡραῖον ἐπαινῶν καὶ τὸ κάλλος θαυμάζων ἀφιστῆται τῶν λεγομένων καὶ τοῖς [6.17.151.4] καταλειπομένοις προσανέχων ἀποτέμνηται τῶν νοητῶν.
 [07374]  ἡ γοῦν περὶ τῶν νοηθέντων λογικὴ διέξοδος μετὰ αἱρέσεως καὶ συγκαταθέσεως διαλεκτικὴ λέγεται, βεβαιωτικὴ μὲν τῶν περὶ ἀληθείας λεγομένων δι' [6.17.156.3] ἀποδείξεως, διακρουστικὴ δὲ τῶν ἐπιφερομένων ἀποριῶν.
 [07819]  ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν [7.7.41.3] ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων·
 [07961]  ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον [7.10.56.3] δικαιοσύνης κατ' ἐπίστασιν προεληλυθέναι.
 [07999]  οὐ γὰρ τὰς ἀκοάς, ἀλλὰ τὴν ψυχὴν παρίστησι τοῖς ὑπὸ τῶν λεγομένων δηλουμένοις [7.11.60.4] πράγμασιν.
 [08043]  ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται, ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορ μὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ' ὅπως (εὐστομεῖν γὰρ δίκαιον), οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν, ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες, καὶ τὴν κλῆσιν ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι βεβαιοῦσιν καὶ τὸν ἄνδρα ἐν τῇ κατὰ ἀλήθειαν [7.11.67.1] λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.
 [08686]  τῶν λεγομένων τὰ μὲν <μετὰ συμπλοκῆς λέγεται, ὡς τὸ ἄνθρωπος τρέχει, τὰ δὲ> ἄνευ συμπλοκῆς λέγεται, ὡς τὸ ἄνθρωπος καὶ ὡς τὸ τρέχει καὶ ὅσα λόγον οὐκ ἀποτελεῖ [8.8.23.6] οὐδὲ τἀληθὲς ἢ τὸ ψεῦδος ἔχει.
 [08687]  τῶν δὲ <μὴ> μετὰ συμπλοκῆς λεγομένων τὰ μὲν οὐσίαν σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποῦ, τὰ δὲ ποτέ, τὰ δὲ κεῖσθαι, τὰ δὲ ἔχειν, τὰ δὲ ποιεῖν, τὰ δὲ πάσχειν, ἃ δὴ καὶ στοιχεῖα τῶν ὄντων φαμὲν τῶν ἐν ὕλῃ καὶ μετὰ τὰς ἀρχάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»