Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μάλιστα [157]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μάλιστα


000-00-00 Serial Number=0668552101
Eclogae propheticae Ante [Go Back]  
 [00175]  [33.1] Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ <αὐτῷ> ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, [33.2] φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα.
 [00178]  Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ, τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνασάμενοι τῷ λογισμῷ ὡς ὑφ' ἡδονῆς εὐφραινόμενοι καὶ [35.2] ἀγαλλιώμενοι * * τὸν κύριον.
 [00180]  ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρη γορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι.
000-00-00 Serial Number=0222046971
Excerpta ex Theodoto Ante [Go Back]  
 [00338]  Τεκμήριον δὲ μάλιστα τοῦ ἀκουσίου τὸ εὐλογεῖν τὸ σάββατον καὶ τὴν ἀπὸ τῶν πόνων ἀνάπαυσιν ὑπερασπάζεσθαι.
000-00-00 Serial Number=0280739605
Fragmenta Ante [Go Back]  
 [00103]  Καὶ μάλιστα τῶν οἰκείων.
000-00-00 Serial Number=0384629965
Paedagogus Ante [Go Back]  
 [00070]  Καθήκει δ' ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ' ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα [1.3.9.2] δὴ τὸ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν πληρωθῇ.
 [00440]  αἳ δὲ διαπνοῆς οὐ τυγχάνουσαι πεπληρωμέναι μάλιστα συντείνονται καὶ σφύζουσι·
 [00441]  διὸ καὶ αἱ τίτθαι [1.6.44.3] περιπληθεῖς τότε μάλιστα γίνονται τῷ γάλακτι.
 [00677]  ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου, ὃς τῶν ἄλλων μάλιστα [1.8.66.4] θανάτῳ ἔοικεν.
 [00815]  Τούτῳ μάλιστα συγχρῆται ὡς ἀναγκαίῳ τῷ τρόπῳ τῆς παιδαγωγίας διὰ τὸ ἔκλυτον τῆς τῶν πολλῶν πίστεως.
 [00965]  περὶ ἃ καταγίνεται μάλιστα ὁ παιδαγωγὸς ὁ δίκαιος ὁ τοῦ ἡμετέρου [1.10.89.4] συμφέροντος ἐστοχασμένος.
 [01014]  Ἀλλὰ οὐ συγχρῶμαι τῷ λόγῳ τῷδε, φημὶ δ' οὖν ἔπαινον ἢ ψόγον ἢ ἐπαίνῳ τι ἐοικὸς καὶ ψόγῳ μάλιστα πάντων τοῖς ἀνθρώποις ἀναγκαιότατα φάρμακα.
 [01053]  Καί μοι δοκεῖ αὐτὸς οὗτος πλάσαι μὲν τὸν ἄνθρωπον ἐκ χοός, ἀναγεννῆσαι δὲ ὕδατι, αὐξῆσαι δὲ πνεύματι, παιδαγωγῆσαι δὲ ῥήματι, εἰς υἱοθεσίαν καὶ σωτηρίαν ἁγίαις ἐντολαῖς κατευθύνων, ἵνα δὴ τὸν γηγενῆ εἰς ἅγιον καὶ ἐπουράνιον μεταπλάσας ἐκ προσβάσεως ἄνθρωπον, ἐκείνην τὴν θεϊκὴν μάλιστα πληρώσῃ φωνήν·
 [01112]  τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται.
 [01133]  Ἀλλ' ὅταν ποιῇς δοχήν, κάλει τοὺς πτωχούς, ἐφ' ᾧ μάλιστα δεῖπνον ποιητέον, ἔτι τε·
 [01214]  Πανταχῇ δὲ κακὸν οὖσα ἡ ἀμετρία περὶ τὰς τροφὰς μάλιστα διελέγχεται.
 [01239]  Εἰ γὰρ καὶ τὰ μάλιστα ἕνεκεν τῶν ἀνθρώπων ἐγένετο τὰ πάντα, ἀλλ' οὐ πᾶσι χρῆσθαι καλόν, ἀλλ' οὐδὲ ἀεί.
 [01294]  Σώφρων οὐδ' ἂν μελλήσαι ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ, τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν.
 [01301]  Τοῦτο ἐκ τῆς ἀκροτόμου πέτρας κατειβόμενον τοῖς παλαιοῖς τῶν Ἑβραίων μονότροπον σωφροσύνης ὁ κύριος ἐχορήγει ποτόν, νήφειν δὲ μάλιστα ἐχρῆν τοὺς ἔτι πλανωμένους.
 [01310]  Ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν.
 [01315]  Χρὴ δέ, ὡς ἔνι μάλιστα, κατασβεννύναι πειρᾶσθαι τὰς ὁρμὰς τῶν νέων, ἀφαιροῦντας μὲν τὸ ὑπέκκαυμα, τὸ τῆς ἀπειλῆς βακχικόν, ἐπεισχέοντας δὲ τὸ ἀντιφάρμακον τῆς ἐκζέσεως, ὃ καὶ τὴν ψυχὴν τυφομένην ἤδη καθέξει καὶ τὰ μόρια ἐφέξει διοιδοῦντα καὶ κατακοιμίσει τὸν ἐρεθισμὸν τῆς ἤδη σαλευομένης ἐπιθυμίας.
 [01350]  Ἐγὼ δὲ τότε μάλιστα τὸν λόγον συνευωχησόμενον ἀξιῶ παρεισάγειν παιδαγωγήσοντα τὴν [2.2.25.2] οἰνοφλυγίαν, μὴ λάθῃ παραπεσοῦσα εἰς μέθην ἡ εὐωχία·
 [01357]  Καλόν, ὦ φίλοι, καλὸν καταμαθόντας ὅτι μάλιστα πόρρωθεν τὴν εἰκόνα ταύτην τὴν γελοίαν ἅμα καὶ ἐλεεινὴν σφᾶς αὐτοὺς πρὸς τὸ ἄμεινον σχηματίζειν, ὀρρωδοῦντας μὴ ἄρα πῃ καὶ ἡμεῖς [2.2.26.3] παραπλήσιον θέαμα ἄλλοις καὶ γέλως γενώμηθα.
 [01406]  [2.2.31.1] Προνοητέον δὲ μάλιστα τῆς εὐσχημοσύνης καὶ τὴν Ἀθηνᾶν φησιν ὁ μῦθος, ἥτις ποτὲ ἦν, προμηθουμένην αὑτῆς τῶν αὐλῶν ἀπορρῖψαι τὸ ἐπιτερπὲς διὰ τὸ ἀπρεπὲς τῆς ὄψεως , ὡς ἀδιαστρόφῳ τῷ προσώπῳ πιεῖν, μὴ ἄδην σπάσαντας μηδὲ πρὸ πόσεως τοὺς ὀφθαλμοὺς ἀσχημονεῖν ἀναγκάζοντας, ἀμυστὶ ἕλκοντας ὑπὸ ἀκρασίας, μηδὲ περιχεῖν τὸ γένειον ἢ τὴν ἐσθῆτα καταβρέχειν, ἀθρόου τοῦ ποτοῦ ἐπεισχεομένου, μονονουχὶ ἐμπλύνοντας ἐναποκλυζόμενον [2.2.31.2] ταῖς φιάλαις τὸ πρόσωπον τὸ αὑτῶν.
 [01415]  [2.2.32.1] Μέθῃ δὲ μάλιστα οἱ Σκύθαι χρῶνται Κελτοί τε καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ ξύμπαντα ὄντα ταῦτα γένη, καὶ καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασιν·
 [01452]  ∆ιὰ τοῦτό τοι καὶ ἡ τοῦ Νῶε παροινία ἀνάγραπτος γεγένηται, ἵνα ὡς ὅτι μάλιστα τὴν μέθην φυλαττώμεθα, ἐμφανῆ καὶ ἔγγραπτον τὴν εἰκόνα τοῦ παραπτώματος ἔχοντες, δι' ἣν οἱ σκεπάσαντες τὴν ἀσχημοσύνην τῆς μέθης [2.2.34.4] εὐλογοῦνται παρὰ κυρίῳ.
 [01554]  Καὶ γὰρ ἁρμονίας παραδεκτέον τὰς σώφρονας, ἀπωτάτω ὅτι μάλιστα ἐλαύνοντας τῆς ἐρρωμένης ἡμῶν διανοίας τὰς ὑγρὰς ὄντως ἁρμονίας, αἳ περὶ τὰς καμπὰς τῶν φθόγγων κακοτεχνοῦσαι εἰς θρύψιν καὶ βωμολοχίαν ἐκδιαιτῶνται·
 [01633]  Εἰ γὰρ καὶ τὰ μάλιστα παραγγέλλεται ἁγίοις συνεῖναι, σκώπτειν τὸν ἅγιον ἁμαρτία·
 [01719]  Ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός.
 [01781]  μάλιστα.
 [01848]  Εἰ γὰρ καὶ τὰ μάλιστα μὲν δι' ἄνθρωπον γέγονε τὰ ἄνθη, ταῦτα δὲ οἱ ἀνόητοι λαβόντες οὐκ εἰς τὴν ἰδίαν εὐχάριστον χρῆσιν, ἀλλ' εἰς τὴν τῶν δαιμονίων ἀχάριστον ὑπηρεσίαν κατεχρήσαντο, ἀφεκτέον αὐτῶν διὰ τὴν συνείδησιν.
 [01933]  [2.9.80.2] Ἀλλ' ὅς ἐστιν ἡμῖν τοῦ ζῆν τοῦ ἀληθινοῦ καὶ τοῦ φρονεῖν γνησίως μάλιστα κηδεμών, ἐγρήγορε χρόνον ὡς πλεῖστον, τὸ μὲν πρὸς ὑγείαν αὐτοῦ μόνον φυλάττων ἐνταῦθα χρήσιμον·
 [01936]  Μὴ οὖν ἡμᾶς βαρείτων αἱ τροφαί, ἐπικουφιζόντων δέ, ἵν' ὅτι μάλιστα μὴ βλαπτώμεθα τῷ ὕπνῳ, καθάπερ τῶν νηχομένων οἱ ἐξηρτημένοι τὰ βάρη, ἔμπαλιν δὲ οἷον ἐξ ἀβύσσου κάτωθεν τὸ νηφάλιον ἡμᾶς ἀνακουφίσῃ εἰς τὰς ἐπιπολὰς τῆς ἐγρηγόρσεως.
 [01945]  ἐπεγερτέον δὲ νύκτωρ, μάλιστα [2.9.81.5] ὁπότε αἱ ἡμέραι φθίνουσιν·
 [02397]  ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομοιωθήσεται θεῷ, οὐ χρυσοφορῶν οὐδὲ ποδηροφορῶν, ἀλλὰ ἀγαθοεργῶν καὶ ὅτι μάλιστα ὀλιγίστων δεόμενος·
 [02398]  ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους.
 [02512]  Ὃ δὲ καὶ πέρα τῆς ἀτοπίας προβέβηκεν, τῆς ἐπιπλάστου μορφῆς τῆς ἑαυτῶν οἷον ἀνδραγαθήματός τινος ἢ ἐπανορθώματος κάτοπτρα ἐπινενοήκασιν, ἐφ' ἧς ἀπάτης μάλιστα κάλυμμα ἐπιτιθέναι ἐχρῆν·
 [02596]  ἄμφω δὲ ὅτι μάλιστα πορρωτάτω τῆς ἡμετέρας ἐκτοπιστέον πολιτείας.
 [02645]  Οἱ γὰρ καὶ τὰ μάλιστα πρὸς τὰς ἄλλας πεπολεμωμένοι τρίχας μόνον τὰς ἐπὶ τῇ κεφαλῇ περιέπουσι μικροῦ δεῖν ἀναδούμενοι κεκρυφάλοις τὰς κόμας ὥσπερ [3.3.24.1] αἱ γυναῖκες.
 [02709]  τάχα μέν που καὶ τὸν πλοῦτον δι' ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ' ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι συνεῖναι καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν δύνασθαι·
 [02723]  καὶ γὰρ δι' αὐτοῦ καταφαίνεται μάλιστα τοῦ σώματος τὸ μάχλον τῆς ἐπιθυμίας, καθάπερ τοῖς ὑδεριῶσιν τὸ περιστεγόμενον τῆς ἐπιφανείας ὑγρόν·
 [02863]  Λούειν δὲ δεῖ μάλιστα μὲν τὴν ψυχὴν καθαρσίῳ λόγῳ, καὶ τὸ σῶμα δὲ ἔσθ' ὅτε διὰ τὴν ἄσιν τὴν ἐπιφυομένην αὐτῷ, οὐ μὴν ἀλλ' ἔσθ' ὅτε καὶ ὑπεκλύειν τοὺς καμάτους.
 [02890]  Ἀνδρῶν δὲ οἳ μὲν γυμνοὶ καὶ πάλης μετεχόντων, οἳ δὲ καὶ σφαίρῃ τῇ μικρᾷ παιζόντων τὴν φαινίνδα παιδιὰν ἐν ἡλίῳ μάλιστα·
 [02912]  ἐκεῖνο μάλιστα ἐν νῷ ἔχοντες τὸ εἰρημένον ἁγίως τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεόν.
 [02925]  Ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ' ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ' αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι' ὃ καὶ χειμῶνος μάλιστα [3.11.55.4] ταύτῃ χρηστέον·
 [02954]  [3.11.59.1] ∆ιὸ καὶ στάσιν καὶ κίνησιν καὶ βάδισμα καὶ ἐσθῆτα καὶ ἁπαξαπλῶς τὸν πάντα βίον ὅτι μάλιστα ἐλευθεριώτατον ἐπαναιρετέον.
 [02981]  καὶ μάλιστα τὸ γεραιὸν τῆς ἡλικίας καὶ ἀξιόπιστον οὐκ ἐπικαλυπτέον, ἀναδεικτέον δὲ ὑπ' αὐγὰς τοῦ θεοῦ τὸ τίμημα εἰς σέβασμα [3.11.63.4] τῶν νέων·
 [03004]  [3.11.67.1] Ἡ δὲ αὐτουργία ταῖς γυναιξὶν μάλιστα τὸ γνήσιον ἐπιφέρει κάλλος γυμνάζουσα τὰ σώματα αὐτῶν καὶ σφᾶς αὐτὰς δι' αὑτῶν κοσμοῦσα, οὐ τὸν ὑπ' ἄλλων πεπονημένον προσφέρουσα κόσμον, ἄκοσμον καὶ ἀνελεύθερον καὶ ἑταιρικόν, ἀλλὰ τὸν ἑκάστης σώφρονος γυναικὸς διὰ τῶν χειρῶν αὐτῆς, ὁπότε χρῄζοι μάλιστα, ἀσκούμενον καὶ ἐξυφαινόμενον·
 [03011]  [3.11.68.1] Ἐπανορθωτέον δὲ ὅτι μάλιστα καὶ τὰ σχήματα καὶ τὰ βλέμματα καὶ τὰ βαδίσματα καὶ τὰς φωνάς.
 [03131]  Καὶ γὰρ δὴ καὶ τοῦτο ἐκπέπληκεν ὑπονοίας αἰσχρᾶς καὶ βλασφημίας τὸ ἀνέδην χρῆσθαι τῷ φιλήματι, ὅπερ ἐχρῆν εἶναι μυστικόν ἅγιον αὐτὸ κέκληκεν ὁ ἀπόστολος , † ἀποφαινομένης ἀξίως τῆς βασιλείας πολιτευώμεθα τῆς ψυχῆς τὴν εὔνοιαν διὰ στόματος σώφρονος καὶ μεμυκότος, δι' οὗ μάλιστα [3.11.81.4] δείκνυται τρόπος ἥμερος.
 [03141]  Οὐ γὰρ ἁψαμένους μόνον, ἀλλὰ καὶ θεασαμένους ἔστιν ἁμαρτεῖν, ὃ μάλιστα ἀποφεύγειν χρὴ τὸν γνησίως [3.11.83.1] παιδαγωγούμενον.
000-00-00 Serial Number=0920554101
Protrepticus Ante [Go Back]  
 [00023]  Ἣ δὲ ὡς ὅτι μάλιστα τηλαυγὲς ἀποστίλβουσα φῶς καταυγαζέτω πάντῃ τοὺς ἐν σκότει κυλινδουμένους καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλαττέτω, τὴν ὑπερτάτην ὀρέγουσα δεξιάν, τὴν σύνεσιν, εἰς σωτηρίαν·
 [00462]  νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων·
 [00665]  [4.57.1] Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία ἡ πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται·
 [00717]  Ἀλλ' ὑμεῖς μὲν ὅπως ποτὲ ὁ ἀνδριὰς ὅτι μάλιστα ὡραιότατος τεκταίνηται, προσκαρτερεῖτε, ὅπως δὲ αὐτοὶ μὴ ὅμοιοι δι' ἀναισθησίαν τοῖς ἀνδριᾶσιν ἀποτελεσθῆτε, οὐ φροντίζετε·
 [00741]  Ἧι καὶ δοκοῦσί μοι πολλοὶ μάλιστα τὸ ξίφος μόνον πήξαντες ἐπιθύειν ὡς Ἄρει·
 [00750]  Εἰ γὰρ καὶ τὰ μάλιστα ἀποφεύγειν οἴονται τῆς πλάνης, ἀλλ' εἰς ἑτέραν κατολισθαί νουσιν ἀπάτην·
 [00785]  πᾶσιν γὰρ ἁπαξαπλῶς ἀνθρώποις, μάλιστα δὲ τοῖς περὶ λόγους ἐνδια [6.68.3] τρίβουσιν ἐνέστακταί τις ἀπόρροια θεϊκή.
 [00851]  [7.74.7] Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους.
 [01007]  Ἠλπίκαμεν γὰρ ἐπὶ θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα [9.86.2] πιστῶν.
 [01206]  [10.106.1] Ἀλλ' ὑμεῖς γε κατεπᾴσθητε τὴν ἀγριότητα καὶ παρα δέξασθε τὸν ἥμερον καὶ ἡμέτερον λόγον καὶ τὸν ἰὸν ἀποπτύσατε τὸν δηλητήριον, ὅπως ὅτι μάλιστα ὑμῖν τὴν φθοράν, ὡς ἐκείνοις τὸ γῆρας, ἀποδύσασθαι δοθῇ.
 [01306]  Λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρω πον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασ μιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ [11.115.5] ἐγκελευομένου τὰ σωτήρια.
000-00-00 Serial Number=0707496047
Quis dives salvetur Ante [Go Back]  
 [00187]  εἰ τοίνυν ἐστὶ τὸ ζησόμενον μάλιστα καὶ πρῶτον ἡ ψυχὴ καὶ περὶ ταύτην ἀρετὴ μὲν φυομένη σῴζει, κακία δὲ θανατοῖ, δῆλον ἤδη σαφῶς ὅτι αὕτη καὶ πτωχεύουσα ὧν ἄν τις ὑπὸ πλούτου διαφθείρηται σῴζεται, καὶ πλουτοῦσα τού [18.7] των ὧν ἐπιτρίβει πλοῦτος θανατοῦται·
000-00-00 Serial Number=0350027144
Stromata Ante [Go Back]  
 [00053]  [1.1.7.1] Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται.
 [00069]  ἄρ' οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ [1.1.8.3] πρὸς τοὺς οἰκείους τῆς πίστεως.
 [00428]  ταῦτα ὡς ἔνι μάλιστα διὰ βραχέων ἐξήνεγκεν ἡ γραφή, μὴ πολὺς ἐν ῥήμασι γίνου λέγουσα·
 [00729]  ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει [1.17.84.2] δικαίως, ἵν' ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος.
 [00749]  τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ.
 [01095]  [1.21.132.1] Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν.
 [01100]  προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδητε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Λάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμός τε ὁ Συρακούσιος ἐπί τε τούτοις [1.21.133.3] Σωκράτης ὁ Ἀθηναῖος μάλιστα·
 [01168]  ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἳ τὴν αὑτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων [1.21.143.2] δαιμόνων.
 [01233]  τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν ὡς ὅτι μάλιστα <δι' ὀλίγων>.
 [01425]  διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτῇ, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις.
 [01452]  ὅσα τε ἀπαιτήσει ἡ κατὰ τὸν τόπον τὸν προκείμενον ὑποσημείωσις, περιληφθήσεται καὶ ὡς τὰ μάλιστα τὸ ἐπικεκρυμμένον τῆς βαρβάρου φιλοσοφίας, τὸ συμβολικὸν τοῦτο καὶ αἰνιγματῶδες εἶδος, ἐζήλωσαν οἱ πραγματικῶς τὰ τῶν ἀρχαίων φιλοσοφήσαντες, χρησιμώτατον, [2.1.2.1] μᾶλλον δὲ ἀναγκαιότατον τῇ γνώσει τῆς ἀληθείας ὑπάρχον.
 [01512]  ταύτῃ γὰρ μάλιστα ἐμαρτυρήθησαν οἱ [2.2.9.1] πρεσβύτεροι·
 [01574]  ναὶ μὴν καὶ ὁ Ἐπίκουρος, ὁ μάλιστα τῆς ἀληθείας προτιμήσας τὴν ἡδονήν, πρόληψιν εἶναι διανοίας τὴν πίστιν ὑπολαμβάνει·
 [01651]  εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος, παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς [2.5.23.3] νόμους.
 [01682]  διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ δὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ' οὖν, ὅτι ἐφ' ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ [2.6.26.4] ἑκάστου ἀπαιτεῖ.
 [01801]  [2.8.39.1] Τούτοις τε οὖν αὐτοῖς καὶ ἑτέροις τισί, μάλιστα δὲ τοῖς ἀπὸ Μαρκίωνος ἐμβοᾷ οὐκ ἐπαΐουσιν ἡ γραφή·
 [02284]  ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.
 [02361]  [2.20.105.1] Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον·
 [02463]  οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ' ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς [2.20.120.4] ἐπιβουλεύουσα καὶ δάκνουσα.
 [02539]  [2.21.130.1] Οὔκουν ἐπὶ τούτοις ἀρκουμένους καταπαυστέον, φιλοτιμητέον δὲ ὡς ἔνι μάλιστα καὶ τὰ πρὸς τῶν φυσικῶν δογματιζόμενα περὶ τοῦ [2.21.130.2] προκειμένου παραθέσθαι.
 [02568]  τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον εἰς [2.22.133.1] δύναμιν ὅτι μάλιστα καὶ αὐτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι.
 [02637]  αἱ δὲ σωματικαὶ νόσοι μάλιστα τὸν γάμον ἀναγκαῖον δεικνύουσιν·
 [02638]  ἡ γὰρ τῆς γυναικὸς κηδεμονία καὶ τῆς παραμονῆς ἡ ἐκτένεια τὰς ἐκ τῶν ἄλλων οἰκείων καὶ φίλων ἔοικεν ὑπερτίθεσθαι προσκαρτερήσεις, ὅσῳ τῇ συμπαθείᾳ διαφέρειν καὶ προσεδρεύειν μάλιστα πάντων προαιρεῖται, καὶ τῷ ὄντι κατὰ τὴν γραφὴν [2.23.141.1] ἀναγκαία βοηθός.
 [02801]  δοκοῦσι μέντοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης ὧν δὴ ἕνεκα [3.3.17.1] δίδωσιν.
 [02816]  οὐκοῦν καὶ ἐνταῦθα ἡ τοῦ [3.3.18.1] φιλοσόφου ψυχὴ μάλιστα ἀτιμάζει τὸ σῶμα καὶ φεύγει ἀπ' αὐτοῦ, [3.3.18.2] ζητεῖ δὲ αὐτὴ καθ' αὑτὴν γίνεσθαι.
 [03080]  ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων.
 [03568]  ἐπὶ τούτοις ὕστερον πληρωθείσης ὡς ἔνι μάλιστα τῆς κατὰ τὰ προκείμενα ἡμῖν ὑποτυπώσεως τὰ περὶ ἀρχῶν φυσιολογηθέντα τοῖς τε Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν [4.1.2.2] τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον.
 [03657]  πάντων γε [4.4.16.2] μάλιστα.
 [03658]  τὸ δὲ χρυσοῦν γένος πρὸς θεῶν ἐστι τῶν κατ' οὐρανὸν καὶ τὴν ἀπλανῆ σφαῖραν, οἳ μάλιστα τὴν ἡγεμονίαν ἔχουσι τῆς κατ' [4.4.16.3] ἀνθρώπους προνοίας.
 [03667]  δι' ὃ ἐν τῷ τρίτῳ τῆς Πολιτείας ὁ Πλάτων εἶπεν, ὃν μάλιστα ἐπιβοῶνται μάρτυρα τὴν γένεσιν κακίζοντες, ἐπιμελεῖσθαι σώματος δεῖν ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν καταγγέλλοντα τῆς ἀληθείας τὸ κήρυγμα·
 [04072]  διάθεσις δὲ ὁμολογουμένη καὶ μάλιστα ἡ μηδὲ θανάτῳ τρεπομένη ὑφ' ἓν ἁπάντων τῶν παθῶν, ἃ δὴ διὰ τῆς [4.9.73.3] σωματικῆς ἐπιθυμίας ἐγεννᾶτο, ἀποκοπὴν ποιεῖται·
 [04234]  μάλιστα δὲ τοὺς τηλικαύτην οἰκονομίαν πεπιστευμένους ὑπόδειγμα τοῖς μανθάνουσιν [4.15.98.1] ἄχραντον ἐκκεῖσθαι προσήκει.
 [04448]  οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν [4.19.124.2] οὐκ ἐπ' ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ' ἡμῖν.
 [04449]  τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ' ἐφ' ἡμῖν οὐδαμῶς, οὐδ' ἂν μάλιστα ἐνίσταιτο·
 [04505]  ἐπεὶ δὲ ὁ παντοκράτωρ θεὸς αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, σπευστέον ἀπανδροῦσθαι γνωστικῶς καὶ τελειοῦσθαι ὡς ὅτι μάλιστα ἔτι ἐν σαρκὶ καταμένοντας, ἐκ τῆς τελείας ἐνθένδε ὁμοφροσύνης μελετήσαντας συνδραμεῖν τῷ θελήματι τοῦ θεοῦ εἰς τὴν ἀποκατάστασιν τῆς τῷ ὄντι τελείας εὐγενείας τε καὶ συγγενείας εἰς τὸ πλήρωμα [4.21.132.2] τοῦ Χριστοῦ τὸ ἐκ καταρτισμοῦ τελείως ἀπηρτισμένον.
 [04560]  διὰ ταῦτ' οὖν καὶ αἱ τελεταὶ γίνονται νυκτὸς μάλιστα, σημαίνουσαι τὴν ἐν [4.22.140.3] νυκτὶ τῆς ψυχῆς συστολὴν ἀπὸ τοῦ σώματος.
 [04805]  ἀλλά τοι καὶ Ὅμηρος ὁ ποιητῶν πρεσβύτατος ἐπὶ τοῦ αἰσθάνεσθαι τῷ ἀκούειν, εἰδικῷ ἀντὶ γενικοῦ, χρησάμενος μάλιστα δέ τ' ἔκλυον αὐτοὶ γράφει·
 [04849]  δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐπειθείας
 [04994]  [5.4.19.1] Ἀλλ' ἐπεὶ μήτε τῷ ἀγαθῷ δικαίως μήτε τῇ γνώσει εἰς σωτηρίαν πιστεύειν ἐθέλουσιν, ἡμεῖς αὐτοὶ τὰ ἐκείνων ἴδια ἡγούμενοι ὅτι πάντα τοῦ θεοῦ, καὶ μάλιστα ἐπειδὴ τὰ καλὰ παρ' ἡμῶν ὥρμηται τοῖς Ἕλλησιν, ἐγχειρῶμεν αὐτοῖς, ὡς ἀκούειν πεφύκασι·
 [05083]  καὶ ὅλως ὁ Πυθαγόρας καὶ οἱ ἀπ' αὐτοῦ σὺν καὶ Πλάτωνι μάλιστα τῶν ἄλλων φιλοσόφων σφόδρα τῷ νομοθέτῃ ὡμίλησαν, ὡς ἔστιν ἐξ αὐτῶν [5.5.29.4] συμβαλέσθαι τῶν δογμάτων.
 [05197]  ἀριθμοῦ γὰρ ἐπινοίας καὶ μέτρου μάλιστα τῶν ζῴων ἡ ἶβις ἀρχὴν παρεσχῆσθαι τοῖς Αἰγυπτίοις δοκεῖ, ὡς τῶν κύκλων ὁ λοξός.
 [05598]  [5.13.86.3] τῶν δὲ φαύλων οἱ σπουδαῖοι μάλιστα ταῖς τε αἱρέσεσι καὶ ταῖς ἀστείαις ἐπιθυμίαις διαφέρουσιν.
 [05757]  ἐσκέψατο δ' εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν Ὡράων, ὄφρ' ἔμπεδα πάντα φύηται·
 [06124]  Ὁ δὲ δὴ ἕκτος καὶ ὁμοῦ ὁ ἕβδομος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεύς, διαγράψας ὡς ἔνι μάλιστα τὸν ἠθικὸν λόγον ἐν τούτοις περαιούμενον καὶ παραστήσας, ὅστις ἂν εἴη κατὰ τὸν βίον ὁ γνωστικός, πρόεισι δείξων τοῖς φιλοσόφοις οὐδαμῶς ὡς ἄθεον τοῦτον, ὡς ὑπειλήφασιν, μόνον δὲ τῷ ὄντι θεοσεβῆ, τὸν τρόπον τῆς θρῃσκείας τοῦ γνωστικοῦ κεφαλαιωδῶς ἐκτιθέμενος, ὅσα γε εἰς γραφὴν ὑπομνηστικὴν ἀκίνδυνον ἐγχαράξαι·
 [06203]  [6.2.8.9] ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δι' ἐλαχίστου ἀπροσδόκητος [6.2.8.10] εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι.
 [06207]  εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.
 [06476]  [6.4.35.1] Εὕροιμεν δ' ἂν καὶ ἄλλο μαρτύριον εἰς βεβαίωσιν τοῦ τὰ κάλλιστα τῶν δογμάτων τοὺς ἀρίστους τῶν φιλοσόφων παρ' ἡμῶν σφετερισαμένους ὡς ἴδια αὐχεῖν τὸ καὶ παρὰ τῶν ἄλλων βαρβάρων ἀπηνθίσθαι τῶν εἰς ἑκάστην αἵρεσιν συντεινόντων τινά, μάλιστα δὲ Αἰγυπτίων τά τε ἄλλα καὶ τὸ περὶ τὴν μετενσωμάτωσιν τῆς ψυχῆς [6.4.35.2] δόγμα.
 [06478]  αὐτίκα τοῦτο ἐμφαίνει μάλιστα ἡ ἱεροπρεπὴς αὐτῶν θρῃσκεία.
 [06506]  ὁ δὲ ἕκτος ἐρωτηθείς, πῶς ἄν τις φιληθείη [6.4.38.9] μάλιστα, ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβερὸς ᾖ.
 [06798]  καὶ πρὸς τοῖσδε παμπόλλους ὡς ὅτι μάλιστα ὁμοίους αὐτῷ γενέσθαι εὔξεται, εἰς δόξαν τοῦ θεοῦ, ἣ [6.9.77.5] κατ' ἐπίγνωσιν τελειοῦται·
 [06818]  εἰ δὲ τοιαύτη παρ' αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν·
 [06874]  ἡ τοίνυν ἁρμονία τοῦ βαρβάρου ψαλτηρίου, τὸ σεμνὸν ἐμφαίνουσα τοῦ μέλους, ἀρχαιοτάτη τυγχάνουσα, ὑπόδειγμα Τερπάνδρῳ μάλιστα γίνεται πρὸς ἁρμονίαν τὴν ∆ώριον ὑμνοῦντι τὸν ∆ία ὧδέ πως·
 [06880]  τῷ δ' ἀπανθιζομένῳ τὸ χρειῶδες εἰς ὠφέλειαν τῶν κατηχουμένων καὶ μάλιστα Ἑλλήνων ὄντων (τοῦ κυρίου δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς) οὐκ ἀφεκτέον τῆς φιλομαθίας ἀλόγων δίκην ζῴων, πλείω δ' ὡς [6.11.89.3] ἔνι μάλιστα βοηθήματα τοῖς ἐπαΐουσιν ἐρανιστέον.
 [06888]  παρακολουθητικὴν δ' ὡς ἔνι μάλιστα τὴν ψυχὴν καὶ τοῦτο παρασκευάζει τὸ μάθημα τοῦ τε ἀληθοῦς διορατικὴν καὶ τοῦ ψεύδους διελεγκτικήν, ὁμολογιῶν τε καὶ ἀναλογιῶν εὑρετικήν, ὥστε ἐν τοῖς ἀνομοίοις τὸ ὅμοιον θηρᾶν, ἐνάγει τε ἡμᾶς ἐπὶ τὸ εὑρεῖν ἀπλατὲς μῆκος καὶ ἐπιφάνειαν ἀβαθῆ καὶ σημεῖον ἀμερὲς καὶ ἐπὶ τὰ νοητὰ μετατίθησιν ἀπὸ τῶν αἰσθητῶν.
 [06895]  διὰ δὲ τὴν τῶν πέλας ὠφέλειαν τῶν μὲν ἐπὶ τὸ γράφειν ἱεμένων, τῶν δὲ ἐπὶ τὸ παραδιδόναι στελλομένων τὸν λόγον ἥ τε ἄλλη παιδεία χρήσιμος ἥ τε τῶν γραφῶν τῶν κυριακῶν ἀνάγνωσις εἰς ἀπόδειξιν τῶν λεγομένων ἀναγκαία, καὶ μάλιστα, ἐὰν ἀπὸ τῆς Ἑλληνικῆς [6.11.92.1] ἀνάγωνται παιδείας οἱ ἐπαΐοντες.
 [06933]  ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς τὸ ἔργον καὶ μάλιστα ἄνθρωπος;
 [07100]  εἶδος τοῦτο γνωστικῆς διδασκαλίας, διαθρεῖν τὰ πράγματα δυναμένης, ἀμέλει καὶ ἐπὶ ἡμέρων δένδρων τοῦτο μάλιστα χρησιμεύει τὸ εἶδος.
 [07158]  ἐπὶ πᾶσί τε τὸ παραβολικὸν εἶδος τῆς γραφῆς, ἀρχαιότατον ὄν, ὡς παρεστήσαμεν, εἰκότως παρὰ τοῖς προφήταις μάλιστα ἐπλεόνασεν, ἵνα δὴ καὶ τοὺς φιλοσόφους τοὺς παρ' Ἕλλησι καὶ τοὺς παρὰ τοῖς ἄλλοις βαρβάροις σοφοὺς ἠγνοηκέναι τὸ ἅγιον ἐπιδείξῃ πνεῦμα τὴν ἐσομένην τοῦ κυρίου παρουσίαν καὶ τὴν ὑπ' αὐτοῦ [6.15.127.4] παραδοθησομένην μυστικὴν διδασκαλίαν.
 [07333]  οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰς> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ' ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ [6.17.150.1] γενέσθαι βασιλέα καρπουμένων.
 [07383]  αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει.
 [07388]  [6.17.158.1] ὁ γοῦν ποιμὴν καὶ τῶν καθ' ἕκαστον κήδεται προβάτων, καὶ μάλιστα τούτοις σύνεστι προσεχεστέρα ἡ ἐπισκοπή, ὅσοι διαπρεπεῖς τὰς [6.17.158.2] φύσεις τε καὶ δυνατοὶ τὰ πλήθη συνωφελεῖν ὑπάρχουσιν.
 [07423]  καὶ συνελόντι φάναι πᾶσα ὠφέλεια βιωτικὴ κατὰ μὲν τὸν ἀνωτάτω λόγον ἀπὸ τοῦ παντοκράτορος θεοῦ τοῦ πάντων ἐξηγουμένου πατρὸς δι' υἱοῦ ἐπιτελεῖται, ὃς καὶ διὰ τοῦτο σωτὴρ πάντων ἀνθρώπων, φησὶν ὁ ἀπόστολος, μάλιστα δὲ πιστῶν, κατὰ δὲ τὸ προσεχὲς ὑπὸ τῶν προσεχῶν ἑκάστοις κατὰ τὴν τοῦ προσεχοῦς τῷ πρώτῳ αἰτίῳ κυρίου ἐπίταξίν τε καὶ πρόσταξιν.
 [07524]  οὔθ' ὑφ' ἑτέρου κωλυθείη ποτ' ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός.
 [07566]  πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς, τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν, καθ' ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν, ἀιδίως ἀίδιον εὐφροσύνην ἀκόρεστον καρπουμένας, εἰς τοὺς ἀτελευτήτους αἰῶνας ταὐτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν.
 [07569]  ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα ἀπερισπάστως προσομιλῶν τε [7.3.13.4] καὶ συνὼν τῷ κυρίῳ.
 [07588]  μάλιστα γὰρ ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων, βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν [7.3.16.6] σωτήρ.
 [07600]  σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων <καλῶν> ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει <πάντα> πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν [7.3.18.3] περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ.
 [07752]  [7.6.33.1] Ταύτῃ καὶ μάλιστα Ἰουδαῖοι χοιρείου ἀπέχονται, ὡς ἂν τοῦ θηρίου τούτου μιαροῦ ὄντος, ἐπεὶ μάλιστα τῶν ἄλλων τοὺς καρποὺς ἀνορύσσει καὶ φθείρει.
 [07767]  [7.6.33.8] διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ' αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι' ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.
 [07787]  [7.7.37.1] Οὔκουν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ' ἕνεκα, καὶ ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ἤρεσεν τοῖς Στωϊκοῖς, μάλιστα ἀκοῆς [7.7.37.2] καὶ ὄψεως, μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι·
 [07805]  διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα.
 [07815]  ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον [7.7.40.3] ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ.
 [07857]  ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος τῶν ἀντιστρατευομένων τῷ νῷ καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει·
 [07858]  [7.7.44.8] πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυνα μένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ' ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.
 [07859]  [7.7.45.1] Ἀξιολόγως ὁ γοῦν τὰ περὶ θεοῦ διειληφώς, <δεδιδαγμένος> πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι <ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς, κατ' ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ' αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς [7.7.45.2] ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος.
 [07867]  ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσε [7.7.46.6] ται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι.
 [07897]  [7.7.49.1] ∆ιὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ [7.7.49.2] ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον.
 [08007]  [7.11.61.5] ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ φάρμακον γίνεσθαι σωτηρίας, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ' ἀξίαν μεριζόμενα προνοίας.
 [08067]  ὁ τοιοῦτος ἐκ τούτου πρόεισιν ἐπὶ τὸ ἀκριβῶς εἰδέναι καὶ ὅτῳ ἄν τις μάλιστα καὶ ὁπόσον καὶ [7.12.69.4] ὁπότε καὶ ὅπως ἐπιδῴη.
 [08088]  [7.12.71.1] Ἀλλ' ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν, [7.12.71.2] ἵνα εὐεργὸς γένηται πρὸς τὴν τῆς γνώσεως παραδοχήν.
 [08158]  ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν [7.12.77.6] (ὅπου γὰρ ὁ νοῦς τινος, φησίν, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.
 [08231]  [7.14.84.1] Καὶ ταῦτα μὲν ὡς ἔνι μάλιστα διὰ βραχυτάτων περὶ τοῦ γνωστικοῦ τοῖς Ἕλλησι σπερματικῶς εἰρήσθω.
 [08267]  ἐποιήθητε ὡς εἰπεῖν ὑπ' αὐτοῦ δίκαιοι εἶναι ὡς αὐτός, καὶ τῷ πνεύματι τῷ ἁγίῳ ὡς [7.14.87.2] ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε.
 [08295]  καὶ μάλιστα τὴν περὶ τῶν μεγίστων ὁμολογίαν ἡμεῖς μὲν φυλάττομεν, οἳ δὲ παραβαίνουσι.
 [08308]  οὐδὲ γὰρ ὀπώρας παρακειμένης, τῆς μὲν ἀληθοῦς καὶ ὡρίμου, τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης, διὰ τὴν ὁμοιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμοῦ τε τῇ καταληπτικῇ θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῷ τὸ ἀληθὲς ἀπὸ τοῦ [7.15.91.5] φαινομένου.
 [08556]  μάλιστα γὰρ τοῦτο ποιητέον, ἐπειδὰν εἰς διαφόρους χρήσεις ἠγμένον ἴδωμεν τοὔνομα·
 [08803]  μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι <πρὸς τὸ συνεργὸν> τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»