Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μήτηρ [24]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μήτηρ


000-00-00 Serial Number=0735353887
Paedagogus Ante [Go Back]  
 [00179]  ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακαλέσω.
 [00180]  Ἡ μήτηρ προσάγεται τὰ παιδία καὶ [1.5.21.2] ἡμεῖς ζητοῦμεν τὴν μητέρα, τὴν ἐκκλησίαν.
 [00415]  εἷς μὲν ὁ τῶν ὅλων πατήρ, εἷς δὲ καὶ ὁ τῶν ὅλων λόγος, καὶ τὸ πνεῦμα τὸ ἅγιον ἓν καὶ τὸ αὐτὸ πανταχοῦ, μία δὲ μόνη γίνεται μήτηρ παρθένος·
 [00417]  Γάλα οὐκ ἔσχεν ἡ μήτηρ αὕτη μόνη, ὅτι μόνη μὴ γέγονεν γυνή, παρθένος δὲ ἅμα καὶ μήτηρ ἐστίν, ἀκήρατος μὲν ὡς παρθένος, ἀγαπητικὴ δὲ ὡς μήτηρ, καὶ τὰ αὑτῆς παιδία προσκαλουμένη ἁγίῳ τιθηνεῖται γάλακτι, τῷ βρεφώδει λόγῳ.
 [00420]  ὁ λόγος τὰ πάντα τῷ νηπίῳ, καὶ πατὴρ καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ τροφεύς.
 [00486]  αἵματος γὰρ φύσις τοῦ γάλακτος ἡ ῥύσις, καὶ πηγὴ τροφῆς τὸ γάλα, ᾧ δὴ καὶ γυνὴ δήλη τεκοῦσα ἀληθῶς καὶ μήτηρ, δι' οὗ καὶ φίλτρον εὐνοίας προσλαμβάνει.
 [02382]  μήτηρ δὲ αὐτῶν ἡ δικαιοσύνη, τιθηνὴ δὲ ἡ αὐτάρκεια.
000-00-00 Serial Number=0141514659
Protrepticus Ante [Go Back]  
 [01048]  [10.91.3] Ὁ γὰρ θεὸς ἐκ πολλῆς τῆς φιλανθρωπίας ἀντέχεται τοῦ ἀνθρώπου, ὥσπερ ἐκ καλιᾶς ἐκπίπτοντος νεοττοῦ ἡ μήτηρ ὄρνις ἐφίπταται·
 [01049]  εἰ δέ που καὶ θηρίον ἑρπηστικὸν περιχάνοι τῷ νεοττῷ, μήτηρ δ' ἀμφιποτᾶται ὀδυρομένη φίλα τέκνα·
000-00-00 Serial Number=0912717402
Quis dives salvetur Ante [Go Back]  
 [00403]  καὶ τὸ μὲν ἄρρητον αὐτοῦ πατήρ, τὸ δὲ εἰς ἡμᾶς συμπαθὲς γέγονε μήτηρ.
000-00-00 Serial Number=0067553997
Stromata Ante [Go Back]  
 [00993]  μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆς·
 [01254]  [1.23.155.3] ἐνταῦθα μήτηρ ἡ τεκοῦσ' ἔκρυπτέ με τρεῖς μῆνας, ὡς ἔφασκεν·
 [01262]  [1.23.155.5] μολοῦσα δ' εἶπεν μητρί, καὶ παρῆν ταχὺ αὐτή τε μήτηρ κἄλαβέν <μ'> εἰς ἀγκάλας.
 [01266]  [1.23.155.6] ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι, ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα.
 [01656]  ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη [2.5.24.1] δὲ ἀρετῶν μήτηρ ἡ πίστις.
 [03219]  αὐτίκα ἣ προκατάρξασα τῆς παραβάσεως ζωὴ προσηγορεύθη, διὰ τὴν τῆς διαδοχῆς αἰτίαν τῶν τε γεννωμένων τῶν τε ἁμαρτανόντων γίνεται ὁμοίως δικαίων ὡς καὶ ἀδίκων μήτηρ, ἑκάστου ἡμῶν ἑαυτὸν δικαιοῦντος ἢ ἔμπαλιν [3.9.65.2] ἀπειθῆ κατασκευάζοντος.
 [03487]  καὶ ὅταν ὁ ∆αβὶδ εἴπῃ ἐν ἁμαρτίαις συνελήφθην καὶ ἐν ἀνομίαις ἐκίσσησέν με ἡ μήτηρ μου, λέγει μὲν προφητικῶς μητέρα τὴν Εὔαν, ἀλλὰ ζώντων Εὔα μήτηρ ἐγένετο, καὶ εἰ ἐν ἁμαρτίᾳ συνελήφθη, ἀλλ' οὐκ [3.16.101.1] αὐτὸς ἐν ἁμαρτίᾳ οὐδὲ μὴν ἁμαρτία αὐτός.
 [03653]  μήτηρ γοῦν ἡ πατρὶς καὶ τροφὸς [4.4.15.6] ἀλληγορεῖται, πατέρες δὲ οἱ νόμοι οἱ πολιτικοί.
 [06213]  καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.
 [06972]  τοῦτ' ἦν ἄρα ὁ τῆς Σάρρας γένεσιν παιδὸς εὐαγγελισθείσης γέλως, οὐκ ἀπιστησάσης, οἶμαι, τῷ ἀγγέλῳ, καταιδεσθείσης δὲ ἐκείνην αὖθις τὴν ὁμιλίαν, δι' [6.12.101.2] ἧς ἔμελλεν παιδὸς γενήσεσθαι μήτηρ.
 [07300]  κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες, ἡ οὐσία ἐξ ἧς γεγόναμεν, οὐδ', ὡς ἕτεροι ἐκδεδώκασιν, ἡ ἐκκλησία, ἀλλ' ἡ θεία γνῶσις καὶ ἡ σοφία, ὥς φησι Σολομών, μητέρα δικαίων ἀνακαλῶν τὴν σοφίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»