Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἶνον [21]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἶνον


000-00-00 Serial Number=0280650020
Paedagogus Ante [Go Back]  
 [00130]  φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι.
 [00466]  Ἐπεὶ δὲ εἶπεν καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, σὰρξ δὲ αἵματι ἄρδεται, τὸ δὲ αἷμα οἶνος ἀλληγορεῖται, ἰστέον οὖν, ὅτι ὡς ἄρτος εἰς κρᾶμα καταθρυβεὶς τὸν οἶνον ἁρπάζει, τὸ δὲ ὑδατῶδες ἀπολείπει, οὕτως καὶ ἡ σὰρξ τοῦ κυρίου, ὁ ἄρτος τῶν οὐρανῶν, ἀναπίνει τὸ αἷμα, τοὺς οὐρανίους τῶν ἀνθρώπων εἰς ἀφθαρσίαν ἐκτρέφων, ἀπολείπων δὲ μόνας ἐκείνας εἰς φθορὰν τὰς σαρκικὰς [1.6.47.2] ἐπιθυμίας.
 [01206]  [2.1.11.1] Καλὸν μὲν οὖν τὸ μὴ φαγεῖν κρέα μηδὲ οἶνον πιεῖν αὐτός τε ὁμολογεῖ καὶ οἱ ἀπὸ Πυθαγόρου·
 [01310]  Ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν.
 [01312]  οὐ γὰρ κατάλληλον ζεούσῃ ἡλικίᾳ τῶν ὑγρῶν τὸ θερμότατον ἐπεγχεῖν, τὸν οἶνον, οἱονεὶ πῦρ ἐποχετεύοντας πυρί, ἐξ οὗ ὁρμαί τε ἄγριαι καὶ φλεγμαίνουσαι ἐπιθυ μίαι καὶ διάπυρον ἦθος ἐκκαίεται, προπετεῖς τε οἱ νέοι ἔνδοθεν χλιαινόμενοι ἐπὶ τὰς ὀρέξεις γίνονται, ὡς δὴ προὖπτον αὐτῶν τὴν βλάβην ἐλέγχεσθαι διὰ τοῦ σώματος, πεπαινομένων θᾶττον ἢ [2.2.20.4] προσῆκεν τῶν τῆς ἐπιθυμίας μελῶν.
 [01332]  Ἁρμόδιον τοίνυν τὸν οἶνον τοὺς μὲν ἐν θεραπείας μέρει προσφέρεσθαι διὰ τὴν ὑγείαν μόνην, τοὺς δὲ ἐπ' ἀνέσει [2.2.23.2] καὶ διαχύσει.
 [01337]  Κίρνασθαι δὲ ἄριστον ὕδατι ὡς πλείστῳ τὸν οἶνον καὶ μὴ ὡς ὕδωρ ἐπιζητεῖσθαι καὶ ἀπαμβλύνεσθαι πρὸς τὴν μέθην καὶ μὴ ὡς ὕδωρ ἐπεγχεῖσθαι διὰ τὴν φιλοινίαν·
 [01380]  Μὴ πίνετε οἶνον ἐπὶ μέθῃ.
 [01390]  Εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου τὸν ἐργάτην ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηγγελμένου θεοσεβείᾳ παρασχών.
 [01391]  Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ [2.2.29.2] ὑβριστικὸν μέθη.
 [01397]  [2.2.30.1] Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Χῖον, ἂν ἀπῇ, οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ.
 [01405]  Οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ ἐπὶ κλίνης ἐλεφαντίνης, φησί, κατακείμενοι, καὶ ὅσα τούτοις ἀκόλουθα ἐν ὀνείδους ἐπήγαγεν μέρει.
 [01424]  καὶ εὐλόγησέν γε τὸν οἶνον, εἰπών·
 [02630]  Τούτων ἔμποροι τῶν φορτίων οἱ κακοδαίμονες πλέουσιν, ὡς σῖτον, [3.3.22.2] ὡς οἶνον, πορνείαν ἀγώγιμον φέροντες.
000-00-00 Serial Number=0438670695
Quis dives salvetur Ante [Go Back]  
 [00305]  ἀλλὰ ἄνωθεν κατα βαίνοντα ἀπὸ Ἱερουσαλὴμ ἄγει τῷ λόγῳ τινὰ εἰς Ἱεριχὼ καὶ τοῦτον δείκνυσιν ὑπὸ λῃστῶν συγκεκεντημένον, ἐρριμμένον ἡμιθνῆτα ἐπὶ τῆς ὁδοῦ, ὑπὸ ἱερέως παροδευόμενον, ὑπὸ Λευίτου παρορώμενον, ὑπὸ δὲ τοῦ Σαμαρείτου τοῦ ἐξωνειδισμένου καὶ ἀφωρισμένου κατελεούμενον, ὃς οὐχὶ κατὰ τύχην ὡς ἐκεῖνοι παρῆλθεν, ἀλλ' ἧκε συνεσκευασμένος ὧν ὁ κινδυνεύων ἐδεῖτο, οἶνον, ἔλαιον, ἐπιδέσμους, κτῆνος, μισθὸν τῷ πανδοχεῖ, τὸν μὲν ἤδη διδόμενον, τὸν δὲ προσυπισχνούμενον.
 [00313]  οὗτος ὁ τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς ∆αβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος ὁ τὸ ἔλαιον, τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος ὁ τοὺς τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος ὁ διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν [29.5] ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ.
000-00-00 Serial Number=0659615993
Stromata Ante [Go Back]  
 [03168]  Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν·
 [03379]  καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πίνειν οἶνον, ἐὰν διὰ προσκόμματος ἐσθίῃ·
 [04703]  Σαλὴμ γὰρ ἑρμηνεύεται εἰρήνη, ἧς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται βασιλεύς, ὅν φησι Μωυσῆς, Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ τὸν οἶνον καὶ τὸν ἄρτον τὴν ἡγιασμένην διδοὺς τροφὴν εἰς τύπον εὐχαριστίας.
 [05254]  [5.8.48.8] αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ' ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν [5.8.48.9] τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει.
 [07934]  ὡς γὰρ τὸν σίδηρον Ἄρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον ∆ιόνυσον κατά τινα ἀναφοράν, οὕτως ὁ γνωστικός, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἔμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφῆς ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»