[00252]
|
ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.
|
[00543]
|
ἔπειτα ἑξῆς τὸ πάντες ἄνθρωποι κακοὶ ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοὶ (διχῶς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι καὶ τὸ μελέτη πάντα καθαιρεῖ Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν γνῶθι καιρὸν παραίνεσιν Πιττακοῦ [1.14.61.4] καθεστάναι.
|
[00581]
|
ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἴ γε Τυρρηνὸς ἢ Τύριος ὁ Πυθαγόρας ἐδείκνυτο, Ἀντισθένης δὲ Φρὺξ ἦν καὶ ὈρφεὺςὈδρύσης ἢ Θρᾷξ;
|
[00582]
|
Ὅμηρον γὰρ οἱ πλεῖστοι Αἰγύπτιον φαίνουσιν.
|
[01650]
|
μαχητικοὶ δὲ καὶ ἐθελονταὶ ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασεῖς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτὸς δή τινων μάλα ὀλίγων.
|
[02627]
|
συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν, οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι.
|
[05424]
|
οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων τὸ θνητὸν ἐνδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ τὰς αὑτῶν ἀκρασίας ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου θεοῦ τοιαῦτα [5.11.68.2] οἷα καὶ περὶ αὑτῶν δοξάζουσιν.
|
[05609]
|
θεοῦ μὲν γὰρ ἔμφασις ἑνὸς ἦν τοῦ παντοκράτορος παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι πάντοτε φυσική, καὶ τῆς ἀιδίου κατὰ τὴν θείαν πρόνοιαν εὐεργεσίας ἀντελαμβάνοντο οἱ [5.13.87.3] πλεῖστοι, οἱ καὶ μὴ τέλεον ἀπηρυθριακότες πρὸς τὴν ἀλήθειαν.
|
[06879]
|
[6.11.89.1] Ἀλλ', ὡς ἔοικεν, οἱ πλεῖστοι τῶν τὸ ὄνομα ἐπιγραφομένων καθάπερ οἱ τοῦ Ὀδυσσέως ἑταῖροι ἀγροίκως μετίασι τὸν λόγον, οὐ τὰς Σειρῆνας, ἀλλὰ τὸν ῥυθμὸν καὶ τὸ μέλος παρερχόμενοι, ἀμαθίᾳ βύσαντες τὰ ὦτα, ἐπείπερ ἴσασιν οὐ δυνησόμενοι ἅπαξ ὑποσχόντες τὰς [6.11.89.2] ἀκοὰς Ἑλληνικοῖς μαθήμασι μετὰ ταῦτα τοῦ νόστου τυχεῖν.
|
[07317]
|
οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπὰς τοῖς ἄστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ' [6.16.148.2] αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων.
|