Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλοῦτον [28]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλοῦτον


000-00-00 Serial Number=0976764798
Paedagogus Ante [Go Back]  
 [01470]  Ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἀσκεῖν ἔχειν, ἀλλὰ μητὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ [2.3.36.4] ἡ πολυκτημοσύνη.
 [02224]  Αἰσχύνομαι γὰρ ὡς ἀληθῶς ὁρῶν τοσοῦτον ἐκχεόμενον πλοῦτον εἰς τὴν [2.10βις.111.3] αἰδοίων σκέπην.
 [02355]  ἐκχέουσιν ἑταιρικῶς τὸν πλοῦτον εἰς ὄνειδος, καὶ τοῦ θεοῦ τὰ δωρήματα ἀπειροκαλίᾳ παραχαράττουσι ζηλοῦσαι τοῦ πονηροῦ τὴν τέχνην.
 [02500]  τοῖς δὲ φιλοχρύσοις καὶ φιλοπορφύροις καὶ φιλολίθοις οὔτε ὁ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸς αὐτάρκης οὔτε ἡ Τυρίων θάλαττα οὔτε μὴν ὁ φόρτος ὁ ἀπ' Ἰνδῶν καὶ Αἰθιόπων, ἀλλ' οὐδὲ ὁ [3.2.10.2] Πακτωλὸς ὁ ῥέων τὸν πλοῦτον.
 [02501]  Οὐδ' ἂν Μίδας τις αὐτῶν γένηται, πεπλήρωται, ἀλλὰ ἔτι πένης ἐστὶ πλοῦτον ἄλλον ποθῶν, ἕτοιμοι δὲ οὗτοι συναποθανεῖν χρυσίῳ.
 [02709]  τάχα μέν που καὶ τὸν πλοῦτον δι' ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ' ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι συνεῖναι καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν δύνασθαι·
 [02737]  μακάριος οὗτος ὄντως, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς καὶ ἄδοξος ᾖ, καὶ πλοῦτον ὄντως πλουτεῖ τὸν μέγιστον·
 [02782]  μὴ βαστάζετε γάρ, εἶπεν ὁ κύριος, βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ μόνον θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες [3.7.38.3] ἀλληγορικῶς εἴρηνται.
 [02799]  Ὁ παιδαγωγικὸς ἡμῶν οὗτος λόγος τὸν πλοῦτον ἡμῖν δίδωσι, καὶ πλουτεῖν οὐ φθόνος τὸ ἀνενδεὲς κτωμένοις δι' αὐτοῦ·
 [02800]  ὁ τοῦτον ἔχων τὸν πλοῦτον βασιλείαν κληρονομήσει θεοῦ.
 [03169]  Ἢν δὲ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὁ παιδαγωγὸς πάλιν λέγει, γῆς ἀγαθὰ τὰ ἀνθρώπεια ὀνομάζων καλά, τὸ κάλλος, τὸν πλοῦτον, τὴν ὑγίειαν καὶ τὴν ἰσχύν, τὴν τροφήν·
000-00-00 Serial Number=0582015812
Protrepticus Ante [Go Back]  
 [01066]  καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, τὰ τῆς γῆς, ἔνθα που σὴς καὶ λῃστής που καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ' ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενο μένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ.
 [01156]  ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἐξὸν ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο·
000-00-00 Serial Number=0784512281
Quis dives salvetur Ante [Go Back]  
 [00111]  [11.3] οὔτε γὰρ μέγα καὶ ζηλωτὸν τὸ τηνάλλως ἀπορεῖν χρημάτων μὴ οὐκ ἐπὶ λόγῳ ζωῆς (οὕτω μέν γ' ἂν ἦσαν οἱ μηδὲν ἔχοντες μηδαμῇ, ἀλλὰ ἔρημοι καὶ μεταῖται τῶν ἐφ' ἡμέραν, οἱ κατὰ τὰς ὁδοὺς ἐρριμμένοι πτωχοί, ἀγνοοῦντες δὲ θεὸν καὶ δικαιοσύνην θεοῦ, κατ' αὐτὸ μόνον τὸ ἄκρως ἀπορεῖν καὶ ἀμηχανεῖν βίου καὶ τῶν ἐλαχίστων σπανίζειν μακαριώτατοι καὶ θεοφιλέστατοι καὶ μόνοι ζωὴν ἔχοντες [11.4] αἰώνιον) οὔτε καινὸν τὸ ἀπείπασθαι πλοῦτον καὶ χαρίσασθαι πτωχοῖς ἢ πατρίσιν, ὃ πολλοὶ πρὸ τῆς τοῦ σωτῆρος καθόδου πεποιήκασιν, οἳ μὲν τῆς εἰς λόγους σχολῆς καὶ νεκρᾶς σοφίας ἕνεκεν, οἳ δὲ φήμης κενῆς καὶ κενοδοξίας, Ἀναξαγόραι καὶ ∆ημόκριτοι καὶ Κράτητες.
 [00163]  [17.1] ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο;
 [00166]  ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ' αὐτῷ καθὸ καὶ παρ' ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς, ἀλλὰ καὶ δεύ τερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν [17.4] θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει.
 [00200]  ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισ αγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις, ἀνθ' ὧν σοι περιέσται μισθὸς [19.6] καὶ τιμή, διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία.
 [00202]  ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.
 [00278]  μετὰ διωγμοῦ τοιούτου πλοῦτον ἐὰν ἔχῃς τὸν αἰσθητὸν κἂν ἀδελφοὺς τοὺς πρὸς αἵματος καὶ τὰ ἄλλα ἐνέχυρα, κατάλιπε τὴν τούτων παγκτησίαν τὴν ἐπὶ κακῷ, εἰρήνην σεαυτῷ παράσχες, ἐλευθερώθητι διωγμοῦ μακροῦ, ἀποστράφηθι πρὸς τὸ εὐαγγέλιον ἀπ' ἐκείνων, ἑλοῦ τὸν σωτῆρα πρὸ πάντων, τὸν τῆς σῆς συνήγορον καὶ παράκλητον ψυχῆς, [25.8] τὸν τῆς ἀπείρου πρύτανιν ζωῆς.
 [00285]  τὸ δέ γε προκείμενον ἡμῖν οἶμαι μηδέν τι ἐνδεέστερον τῆς ἐπαγγελίας δεδεῖχθαι, ὅτι τοὺς πλουσίους οὐδένα τρόπον ὁ σωτὴρ κατ' αὐτόν γε τὸν πλοῦτον καὶ τὴν περιβολὴν τῆς κτήσεως ἀπο κέκλεικεν οὐδ' αὐτοῖς ἀποτετάφρευκεν τὴν σωτηρίαν, εἴ γε δύναιντο καὶ βούλοιντο ὑποκύπτειν τοῦ θεοῦ ταῖς ἐντολαῖς καὶ τῶν προσ καίρων προτιμῷεν τὴν ἑαυτῶν ζωὴν καὶ βλέποιεν πρὸς τὸν κύριον ἀτενεῖ τῷ βλέμματι, καθάπερ εἰς ἀγαθοῦ κυβερνήτου νεῦμα δεδορ κότες, τί βούλεται, τί προστάσσει, τί σημαίνει, τί δίδωσι τοῖς αὑτοῦ [26.3] ναύταις τὸ σύνθημα, ποῦ καὶ πόθεν τὸν ὅρμον ἐπαγγέλλεται.
 [00288]  εἰ γὰρ διὰ τὴν ἀκούσιον ἐν πλούτῳ γένεσιν ἀπελήλαται ζωῆς, ἀδικεῖται μᾶλλον ὑπὸ τοῦ γειναμένου θεοῦ, προσ καίρου μὲν ἡδυπαθείας κατηξιωμένος, ἀιδίου δὲ ζωῆς ἀπεστερημένος, [26.5] τί δ' ὅλως πλοῦτον ἐχρῆν ἐκ γῆς ἀνατεῖλαί ποτε, εἰ χορηγὸς καὶ [26.6] πρόξενός ἐστι θανάτου;
 [00293]  διδασκέτω τοὺς εὐποροῦντας ὡς οὐκ ἀμελητέον τῆς ἑαυτῶν σωτηρίας ὡς ἤδη προκατεγνωσμένους οὐδὲ καταποντι στέον αὖ πάλιν τὸν πλοῦτον οὐδὲ καταδικαστέον ὡς τῆς ζωῆς ἐπί βουλον καὶ πολέμιον, ἀλλὰ μαθητέον τίνα τρόπον καὶ πῶς πλούτῳ [27.2] χρηστέον καὶ τὴν ζωὴν κτητέον.
 [00518]  εἰ δέ τις αἱρεῖται μένειν ἐπεξαμαρτάνων ἑκάστοτε ἐπὶ ταῖς ἡδοναῖς καὶ τὴν ἐνταῦθα τρυφὴν τῆς αἰωνίου ζωῆς προτιμᾷ καὶ διδόντος τοῦ σωτῆρος ἄφεσιν ἀποστρέφεται, μήτε τὸν θεὸν ἔτι μήτε τὸν πλοῦτον μήτε τὸ προπεσεῖν αἰτιάσθω, τὴν [42.19] δὲ ἑαυτοῦ ψυχὴν ἑκουσίως ἀπολουμένην.
000-00-00 Serial Number=0809774339
Stromata Ante [Go Back]  
 [01608]  τούτοις ἀκόλουθα οἱ Στωϊκοὶ φιλόσοφοι δογματίζουσιν, βασιλείαν, ἱερωσύνην, προφητείαν, νομοθετικήν, πλοῦτον, κάλλος ἀληθινόν, εὐγένειαν, ἐλευθερίαν μόνῳ προσάπτοντες τῷ σοφῷ·
 [03704]  [4.6.25.1] Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν·
 [03737]  τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσ [4.6.31.3] εῖπεν.
 [04286]  μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ·
 [06116]  [5.14.140.5] ὄλβιος, ὡς ἔοικεν, ἄρα ἐστὶν κατὰ τὸν Ἐμπεδοκλέα, ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, δειλὸς δ' ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»