Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πνεύματι [86]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πνεύματι


000-00-00 Serial Number=0600024462
Eclogae propheticae Ante [Go Back]  
 [00132]  [25.1] Ὁ Ἰωάννης φησίν, ὅτι ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω, ἔρχεται δέ μου [ὁ] ὀπίσω ὁ βαπτίζων ὑμᾶς ἐν πνεύματι καὶ πυρί.
 [00208]  ὅταν δὲ ἕξις γένηται, οὐκέτι ἐγκρατής, ἐν μιᾷ ἕξει τῷ ἁγίῳ πνεύματι γενο μένου τοῦ ἀνθρώπου.
000-00-00 Serial Number=0580522954
Excerpta ex Theodoto Ante [Go Back]  
 [00145]  πνεῦμα γοῦν πνεύματι μίγνυται.
 [00150]  παράκειται δὲ τὸ Πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.
000-00-00 Serial Number=0309132457
Fragmenta Ante [Go Back]  
 [00053]  τοῦ Πέτρου δημοσίᾳ ἐν Ῥώμῃ κηρύ ξαντος τὸν λόγον καὶ πνεύματι τὸ εὐαγγέλιον ἐξειπόντος, τοὺς παρόν τας, πολλοὺς ὄντας, παρακαλέσαι τὸν Μᾶρκον ὡς ἂν ἀκολουθήσαντα αὐτῷ πόρρωθεν καὶ μεμνημένον τῶν λεχθέντων, ἀναγράψαι τὰ εἰρη μένα·
 [00056]  τὸν μέντοι Ἰωάννην ἔσχατον, συνιδόντα ὅτι τὰ σω ματικὰ ἐν τοῖς εὐαγγελίοις δεδήλωται, προτραπέντα ὑπὸ τῶν γνω ρίμων, πνεύματι θεοφορηθέντα πνευματικὸν ποιῆσαι εὐαγγέλιον.
000-00-00 Serial Number=0300489008
Hymnus Christi servatoris Ante [Go Back]  
 [00009]  Οἱ νηπίαχοι ἀταλοῖς στόμασιν ἀτιταλλόμενοι, θηλῆς λογικῆς πνεύματι δροσερῷ ἐμπιμπλάμενοι, αἴνους ἀφελεῖς, ὕμνους ἀτρεκεῖς βασιλεῖ Χριστῷ, μισθοὺς ὁσίους ζωῆς διδαχῆς, μέλπωμεν ὁμοῦ.
000-00-00 Serial Number=0232364178
Paedagogus Ante [Go Back]  
 [00130]  φέρει γὰρ οἶνον ἡ ἄμπελος, ὡς αἷμα ὁ λόγος, ἄμφω δὲ ἀνθρώποις ποτὸν εἰς σωτηρίαν, ὁ μὲν οἶνος τῷ σώματι, τὸ δὲ αἷμα τῷ πνεύματι.
 [00182]  ὡς γὰρ οἱ πατέρες καὶ αἱ μητέρες ἥδιον ὁρῶσιν τῶν μὲν ἵππων τοὺς πώλους, τῶν δὲ βοῶν τὰ μικρὰ μοσχάρια καὶ λέοντος σκύμνον καὶ ἐλάφου νεβρὸν καὶ ἀνθρώπου παιδίον, οὕτως καὶ τῶν ὅλων ὁ πατὴρ τοὺς εἰς αὐτὸν καταπεφευγότας προσίεται καὶ ἀναγεννήσας πνεύματι εἰς υἱοθεσίαν ἠπίους οἶδεν καὶ φιλεῖ τούτους μόνους καὶ βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ διὰ τοῦτο ὀνομάζει παιδίον.
 [00268]  Ὥσπερ οὖν οἱ τὸν ὕπνον ἀποσεισάμενοι εὐθέως ἔνδοθεν ἐγρηγόρασιν, μᾶλλον δὲ καθάπερ οἱ τὸ ὑπόχυμα τῶν ὀφθαλμῶν κατάγειν πειρώμενοι οὐ τὸ φῶς αὑτοῖς ἔξωθεν χορηγοῦσιν, ὃ οὐκ ἔχουσιν, τὸ δὲ ἐμπόδιον ταῖς ὄψεσι καταβιβάζοντες ἐλευθέραν ἀπολείπουσι τὴν κόρην, οὕτως καὶ οἱ βαπτιζόμενοι, τὰς ἐπισκοτούσας ἁμαρτίας τῷ θείῳ πνεύματι ἀχλύος δίκην ἀποτριψάμενοι, ἐλεύθερον καὶ ἀνεμπόδιστον καὶ φωτεινὸν ὄμμα τοῦ πνεύματος ἴσχομεν, ᾧ δὴ μόνῳ τὸ θεῖον ἐποπτεύομεν, [1.6.28.2] οὐρανόθεν ἐπεισρέοντος ἡμῖν τοῦ ἁγίου πνεύματος·
 [00302]  Ἡ μὲν γὰρ κατήχησις εἰς πίστιν περιάγει, πίστις δὲ ἅμα βαπτίσματι ἁγίῳ παιδεύεται πνεύματι·
 [00315]  καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε [1.6.32.1] ἐλεύθεροι·
 [00322]  [1.6.32.2] Ἀγαλλιασάμενος γοῦν ἐν τῷ πνεύματι Ἰησοῦς, ἐξομολογοῦμαί σοι, πάτερ, φησίν, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
 [00366]  Πνευματικοὺς μὲν γὰρ τοὺς πεπιστευκότας ἤδη τῷ ἁγίῳ πνεύματι προσεῖπεν, σαρκικοὺς δὲ τοὺς νεοκατηχήτους καὶ μηδέπω κεκαθαρμένους, οὓς ἔτι σαρκικοὺς εἰκότως λέγει ἐπ' ἴσης τοῖς ἐθνικοῖς τὰ σαρκὸς ἔτι [1.6.36.4] φρονοῦντας.
 [00379]  Πῶς δέ, εἰ ἐκείνη ὄντως ἐστὶν ἡ ἐπαγγελία μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβη, εἰδέναι φασὶν οὐ πνεύματι ἐννενοηκότες, ἀλλὰ ἐκ μαθήσεως παρειληφότες ὃ οὖς οὐκ ἤκουσέν ποτε ἢ μόνον ἐκεῖνο τὸ ἐν τρίτῳ ἁρπασθὲν οὐρανῷ;
 [00403]  Τούτῳ τῷ τρόπῳ καὶ οἱ ποταμοὶ ῥόθῳ φερόμενοι τῇ ἐμπεριλήψει τοῦ περικεχυμένου ἀέρος ξαινόμενοι ἀφρὸν μορμύρουσιν, καὶ τὸ ἐνστόμιον ἡμῶν ὑγρὸν τῷ πνεύματι ἐκλευκαίνεται.
 [00471]  ἐν τῷ αἵματι τῷ αὑτοῦ κοσμήσειν λέγει τὸ σῶμα τοῦ λόγου, ὥσπερ ἀμέλει τῷ αὑτοῦ πνεύματι ἐκθρέψει τοὺς πεινῶντας τὸν λόγον.
 [00534]  Ὅνπερ οὖν τρόπον ὁ κυβερνήτης οὐκ αἰεὶ τοῖς ἀνέμοις ὑπείκει, ἀντίπρῳρος δὲ ἔσθ' ὅτε ὅλαις ἀνθίσταται καταιγίσιν, οὕτως ὁ παιδαγωγὸς οὐχὶ τοῖς ἐν τῷ κόσμῳ τῷδε καταπνέουσιν ἀνέμοις ὑπείκει ποτὲ οὐδὲ ἐπιτρέπει αὐτοῖς τὸ παιδίον, ὥσπερ σκάφος, εἰς θηριώδη καὶ ἀσελγῆ προσρῆξαι δίαιταν, μόνῳ δὲ ἄρα τῷ ἀληθείας πνεύματι ἔπουρος ἀρθεὶς ἀντέχεται μάλα ἐρρωμένως τῶν οἰάκων τοῦ παιδός, τῶν ὤτων λέγω, ἕως ἂν ἀβλαβὲς καθορμίσῃ τὸ παιδίον εἰς τὸν λιμένα τῶν οὐρανῶν·
 [01053]  Καί μοι δοκεῖ αὐτὸς οὗτος πλάσαι μὲν τὸν ἄνθρωπον ἐκ χοός, ἀναγεννῆσαι δὲ ὕδατι, αὐξῆσαι δὲ πνεύματι, παιδαγωγῆσαι δὲ ῥήματι, εἰς υἱοθεσίαν καὶ σωτηρίαν ἁγίαις ἐντολαῖς κατευθύνων, ἵνα δὴ τὸν γηγενῆ εἰς ἅγιον καὶ ἐπουράνιον μεταπλάσας ἐκ προσβάσεως ἄνθρωπον, ἐκείνην τὴν θεϊκὴν μάλιστα πληρώσῃ φωνήν·
 [01152]  Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, φησὶν ὁ ἀπόστολος, ἵνα τὸ ἐφήμερον ἄριστον νοηθῇ, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
 [01308]  Ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς·
 [01407]  Καὶ γὰρ ὁ κελαρυσμὸς ῥαγδαίου τοῦ ποτοῦ φερομένου σὺν πολλῷ τῷ πνεύματι ἐπισπωμένῳ, ὥσπερ εἰς κεραμεοῦν ἄγγος ἐγχεομένου, ἠχοῦντος τοῦ λαιμοῦ διὰ τὸν ῥοώδη καταβροχθισμόν, αἰσχρόν, καὶ ἀπρεπὲς τὸ θέαμα τῆς ἀκρασίας, πρὸς δὲ καὶ ἐπιβλαβὲς τὸ ἐπιτήδευμα τῷ μεταλαμβάνοντι, ἡ φιλοποσία.
 [01523]  καὶ ἐν κιθάρᾳ αἰνεῖτε αὐτόν, κιθάρα νοείσθω τὸ στόμα, οἱονεὶ πλήκτρῳ κρουόμενον τῷ πνεύματι·
 [01525]  ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖτε αὐτόν, [2.4.41.5] ὄργανον τὸ σῶμα λέγει τὸ ἡμέτερον καὶ χορδὰς τὰ νεῦρα αὐτοῦ, δι' ὧν ἐναρμόνιον εἴληφε τὴν τάσιν, καὶ κρουόμενον τῷ πνεύματι τοὺς φθόγγους ἀποδίδωσι τοὺς ἀνθρωπίνους·
 [01666]  [2.7.56.2] Οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς ἐπιστέλλοντες ἔδοξεν ἔφασαν τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ [2.7.56.3] τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.
 [01772]  Χρὴ δὲ καὶ μάλα τοὺς μὲν ἄνδρας τοὺς παρ' ἡμῖν μὴ μύρων, ἀλλὰ καλοκαγαθίας ὄζειν, γυνὴ δὲ ἀποπνείτω Χριστοῦ, τοῦ ἀλείμματος τοῦ βασιλικοῦ, μὴ διαπασμάτων καὶ μύρων, ἀεὶ δὲ τῷ σωφροσύνης ἀμβροσίῳ χρίσματι συναλειφέσθω, ἁγίῳ [2.8.65.3] τερπομένη μύρῳ τῷ πνεύματι.
 [02576]  ἀνανεοῦσθαι δέ, μὴ βαφαῖς καὶ καλλωπίσμασιν, ἀλλὰ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς [3.3.17.3] ἀληθείας.
 [02662]  Μετέσχηκεν τοῦ λόγου τὸ αἷμα τὸ ἀνθρώπινον καὶ τῆς χάριτος κοινωνεῖ τῷ πνεύματι, κἂν ἀδικήσῃ τις αὐτό, οὐ λήσεται.
 [02668]  Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ' ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδιστέον.
 [02872]  ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.
 [02985]  κάλλος γὰρ ἄριστον πρῶτον μὲν τὸ ψυχικόν, ὡς πολλάκις ἐπεσημηνάμην, ὅταν ᾖ κεκοσμημένη ψυχὴ ἁγίῳ πνεύματι καὶ τοῖς ἐκ τούτου ἐμπνεομένη φαιδρύσμασιν, δικαιοσύνῃ, φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ φιλαγαθίᾳ τε καὶ αἰδοῖ, ἧς οὐδὲν εὐανθέστερον χρῶμα ἑώραται [3.11.64.2] πώποτε.
 [03292]  Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
 [03314]  τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, τὴν φιλοξενίαν διώκοντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες.
 [03349]  ∆ὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι [3.12.101.2] πνεύματι, σοφίᾳ τῇ ἀνεκφράστῳ·
 [03350]  νύκτωρ, καθ' ἡμέραν, εἰς τὴν τελείαν ἡμέραν, αἰνοῦντας εὐχάριστον αἶνον τῷ μόνῳ πατρὶ καὶ υἱῷ, υἱῷ καὶ πατρί, παιδαγωγῷ καὶ διδασκάλῳ υἱῷ, σὺν καὶ τῷ ἁγίῳ πνεύματι.
000-00-00 Serial Number=0406404197
Protrepticus Ante [Go Back]  
 [00050]  [1.5.3] Ὁ δὲ ἐκ ∆αβὶδ καὶ πρὸ αὐτοῦ, ὁ τοῦ θεοῦ λόγος, λύραν μὲν καὶ κιθάραν, τὰ ἄψυχα ὄργανα, ὑπεριδών, κόσμον δὲ τόνδε καὶ δὴ καὶ τὸν σμικρὸν κόσμον, τὸν ἄνθρωπον, ψυχήν τε καὶ σῶμα αὐτοῦ, ἁγίῳ πνεύματι ἁρμοσάμενος, ψάλλει τῷ θεῷ διὰ τοῦ πολυφώνου ὀργάνου καὶ προσᾴδει τῷ ὀργάνῳ τῷ ἀνθρώπῳ.
 [00721]  Τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ [4.63.2] στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.
 [01270]  καινὸς δὲ ἄνθρωπος θεοῦ πνεύματι ἁγίῳ μεταπε πλασμένος.
 [01328]  Τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γινομένη.
000-00-00 Serial Number=0912787557
Quis dives salvetur Ante [Go Back]  
 [00162]  ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
000-00-00 Serial Number=0495627224
Stromata Ante [Go Back]  
 [00016]  ψυχὴ γάρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔξει τὸ καταβληθὲν καὶ ζωογονεῖ·
 [00077]  ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
 [00289]  [1.6.34.1] Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας.
 [00743]  ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα [1.17.85.5] δυνήσεται ῥῆξαι τῶν δικαίων.
 [01062]  καὶ γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἑπτὰ ἑβδομάδων ἐν Ἱερουσαλήμ, καὶ ἐν ταῖς ἑξήκοντα δύο ἑβδομάσιν ἡσύχασεν ἅπασα ἡ [1.21.126.2] Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, ἅγιος τῶν ἁγίων, ἐλθὼν καὶ πληρώσας τὴν ὅρασιν καὶ τὸν προφήτην ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι ἐν ταύ [1.21.126.3] ταις ταῖς ἑξήκοντα δύο ἑβδομάσι, καθὼς εἶπεν ὁ προφήτης.
 [01368]  ὁ γὰρ πνεύματι ἁγίῳ γενόμενος πνευματικός.
 [01681]  πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι [2.6.26.3] οὐχ ὡς αἴτια, ἀλλ' ὡς συναίτια.
 [01984]  δεῖ γὰρ οὐ τὰ εἴδωλα μόνον καταλιπεῖν ἃ πρότερον ἐξεθείαζεν, ἀλλὰ καὶ τὰ ἔργα τοῦ προτέρου βίου τὸν οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἐν πνεύματι δὲ [2.13.58.3] ἀναγεννώμενον·
 [02498]  ὑμεῖς γὰρ οὐκέτι ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι.
 [02891]  ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς [3.4.28.4] ἀληθείας, κατὰ τὴν ἐξομοίωσιν τοῦ θείου.
 [03028]  [3.6.46.3] οἱ τοίνυν πολλοὶ τὴν ἐγκράτειαν οὐκ εἰδότες σώματι πολιτεύονται, ἀλλ' οὐ πνεύματι.
 [03111]  ἀλλὰ μὴν ὁ αὐτὸς οὗτος κέκραγεν ὡς οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, οὐδὲ μὴν ἀποχὴ οἴνου καὶ κρεῶν, ἀλλὰ δικαιοσύνη καὶ [3.6.53.5] εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ.
 [03305]  ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.
 [03310]  εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
 [03311]  ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ.
 [03402]  ἀλλὰ καθάπερ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι·
 [03506]  ἀλλὰ τὸ ῥῆμα τοῦ κυρίου [3.17.103.3] μένει, τὸ χρῖσαν τὴν ψυχὴν καὶ ἑνῶσαν τῷ πνεύματι.
 [03520]  ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖτε;
 [03710]  μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ [4.6.26.4] διὰ δικαιοσύνην δηλονότι.
 [03842]  [4.7.43.5] εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, λέγει.
 [03981]  πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή·
 [04495]  ἡ δὲ διασύστασις ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ, ἵνα ὦμεν ναοὶ θεοῦ καθαρισθέντες ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς [4.21.131.5] καὶ πνεύματος·
 [04508]  ᾧ μὲν γὰρ δίδοται διὰ τοῦ πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
 [04682]  πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος ἐστι σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ' ἢ οἱ Λευῖται.
 [04880]  ὕστερον δὲ ἀναβλέψας εἰς τὸν οὐρανόν, εἴτε τὸν υἱὸν ἐν τῷ πνεύματι ἰδών, ὡς ἐξηγοῦνταί τινες, εἴτε ἄγγελον ἔνδοξον εἴτε καὶ ἄλλως ἐπιγνοὺς θεὸν κρείττονα τῆς ποιήσεως καὶ πάσης τῆς ἐν αὐτῇ τάξεως, προσλαμβάνει τὸ ἄλφα, τὴν γνῶσιν τοῦ ἑνὸς καὶ μόνου θεοῦ, καὶ λέγεται Ἀβραάμ, ἀντὶ φυσιολόγου σοφὸς [5.1.8.7] καὶ φιλόθεος γενόμενος.
 [05123]  εἰ δὲ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
 [05509]  καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἀνήνεγκέν με εἰς οὐρανὸν πέμπτον καὶ ἐθεώρουν ἀγγέλους καλουμένους κυρίους, καὶ τὸ διάδημα αὐτῶν ἐπικείμενον ἐν πνεύματι ἁγίῳ καὶ ἦν ἑκάστου αὐτῶν ὁ θρόνος ἑπταπλασίων φωτὸς ἡλίου ἀνατέλλοντος, οἰκοῦντας ἐν ναοῖς σωτηρίας καὶ ὑμνοῦντας θεὸν ἄρρητον ὕψιστον.
 [06627]  ὃ δ' ἂν παχυμερὲς ἐκ τῆς ἁμαρτίας πεπαχυμμένον τύχῃ, τοῦτο ἀπορρίπτεται σὺν τῷ σαρκικῷ πνεύματι τῷ κατὰ τῆς ψυχῆς [6.6.52.3] ἐπιθυμοῦντι.
 [07187]  εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ' οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ' ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν [6.15.132.4] μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες.
 [07215]  τὸ οὖν οὐκ ἐπιθυμήσεις οὐ δουλεύσεις φησὶ τῷ σαρκικῷ πνεύματι, ἀλλὰ ἄρξεις αὐτοῦ, ἐπεὶ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος καὶ εἰς τὸ παρὰ φύσιν ἀτακτεῖν ἐπανίσταται, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκὸς εἰς τὴν [6.16.136.3] κατὰ φύσιν τοῦ ἀνθρώπου διεξαγωγὴν ἐπικρατεῖ·
 [07363]  οἱ τοίνυν φιλόσοφοι οἱ εἰς τὴν οἰκείαν συναίσθησιν πνεύματι αἰσθητικῷ συνασκηθέντες, ἐπὰν μὴ μέρος φιλοσοφίας, ἀλλὰ τὴν αὐτοτελῶς φιλοσοφίαν πολυπραγμονῶσι, φιλαλήθως τε καὶ ἀτύφως προσμαρτυροῦντες τῇ ἀληθείᾳ κἂν παρὰ τοῖς ἑτεροδόξοις ἐπὶ τῶν καλῶς εἰρημένων, προκόπτουσιν εἰς σύνεσιν, κατὰ τὴν θείαν διοίκησιν, τὴν ἄρρητον ἀγαθότητα, τὴν ἑκάστοτε εἰς τὸ ἄμεινον κατὰ τὸ ἐγχωροῦν [6.17.154.2] προσαγομένην τὴν τῶν ὄντων φύσιν·
 [07457]  καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ [6.18.166.4] ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος.
 [07550]  ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ' ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι' ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί.
 [07855]  ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς [7.7.44.6] ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι.
 [08185]  [7.12.79.6] τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ [7.12.79.7] ἀλόγῳ πνεύματι, ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.
 [08188]  αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς [7.12.80.3] τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.
 [08267]  ἐποιήθητε ὡς εἰπεῖν ὑπ' αὐτοῦ δίκαιοι εἶναι ὡς αὐτός, καὶ τῷ πνεύματι τῷ ἁγίῳ ὡς [7.14.87.2] ἔνι μάλιστα κατὰ δύναμιν ἀνεκράθητε.
 [08276]  υἱὸς οὗτος ἅπας, ἄνθρωπος ἅγιος, ἀπαθής, γνωστικός, τέλειος, μορφούμενος τῇ τοῦ κυρίου διδασκαλίᾳ, ἵνα δὴ καὶ ἔργῳ καὶ λόγῳ καὶ αὐτῷ τῷ πνεύματι προσεχὴς γενόμενος τῷ κυρίῳ τὴν μονὴν ἐκείνην τὴν ὀφειλομένην τῷ οὕτως ἀπηνδρωμένῳ ἀπολάβῃ.
 [08374]  ταύτῃ οὖν οὐκ εὐσεβεῖς, [7.16.99.5] δυσαρεστούμενοι ταῖς θείαις ἐντολαῖς, τουτέστι τῷ ἁγίῳ πνεύματι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»