Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πολὺ [32]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πολὺ


000-00-00 Serial Number=0504777193
Paedagogus Ante [Go Back]  
 [00743]  κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ·
 [00876]  Κατὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ ὁ ἔλεγχος αὐτοῦ.
 [01608]  [2.6.51.1] Πάντῃ οὖν ἀφεκτέον τῶν αἰσχρῶν ἀκουσμάτων καὶ ῥημάτων καὶ θεαμάτων, πολὺ δὲ μᾶλλον ἔργων αἰσχρῶν καθαρευτέον, τοῦτο μὲν ἐν ἐπιδείξεσι καὶ παραγυμνώσεσι μερῶν τινων τοῦ σώματος, ὧν οὐ χρή, τοῦτο δὲ ἐν ταῖς ἐπιθεωρήσεσι τῶν ἀπορρητοτέρων μερῶν·
 [02020]  Εἰ γὰρ οὐδὲ τὸν δάκτυλον ὡς ἔτυχε σαλεύειν τῷ σοφῷ ὁ λόγος ἐπιτρέπει, ὡς ὁμολογοῦσιν οἱ Στωϊκοί, πῶς οὐχὶ πολὺ πλέον τοῦ συνουσιαστικοῦ ἐπικρατητέον μορίου τοῖς σοφίαν διώκουσιν;
 [02045]  ὕβρις δέ, ἡ πολυώνυμος καὶ πολυειδής, ἐπειδὰν ἐκτραπῇ κατὰ τοῦτο τῆς ἀταξίας τὸ μέρος τὸ κατὰ τὴν ἀφροδίτην, λαγνεία κέκληται, τὸ λαϊκὸν καὶ δημῶδες καὶ ἄναγνον, τὸ περὶ τὰς ὀχείας τὸ καταφερές, ἐμφαίνοντος τοῦ ὀνόματος, ἐξ ὧν αὐξηθέντων τὸ πολὺ τῶν νοσημάτων πλῆθος ἐπισυμβαίνει, φιλοψία, φιλοινία, φιλογυνία, καὶ δὴ καὶ ἀσωτία καὶ φιληδονία πᾶσα, ὧν [2.10.93.3] τυραννεύει ἐπιθυμία.
 [02083]  εἰ γὰρ σεμνότητα ἀσκητέον, ὥσπερ οὖν, πολὺ πλέον τῇ γυναικὶ τῇ ἑαυτοῦ τὴν σεμνότητα ἐπιδεικτέον τὰς ἀσχήμονας συμπλοκὰς παραιτούμενον καὶ τῆς πρὸς τοὺς πλησίον ἁγνείας ἡ ἐχέγγυος [2.10.97.3] πίστις οἴκοθεν παραγινέσθω.
000-00-00 Serial Number=0176811635
Protrepticus Ante [Go Back]  
 [01190]  πολὺ δὲ τοὐναντίον ἱεροὺς μὲν ὄντως τοὺς ἀνθρώπους ὑπολαμβάνετε, τὰ δὲ θηρία καὶ τοὺς [10.104.2] λίθους ὅπερ εἰσίν.
000-00-00 Serial Number=0588625789
Quis dives salvetur Ante [Go Back]  
 [00240]  ἢ εἰ μισητέον τοὺς πρὸς αἵματος, πολὺ μᾶλλον τοὺς ἐχθροὺς προβάλ λεσθαι κατιὼν ὁ λόγος διδάσκει, ὥστε ἀλλήλους ἀναιροῦντες ἐλέγχοιντ' [22.5] ἂν οἱ λόγοι.
000-00-00 Serial Number=0256930888
Stromata Ante [Go Back]  
 [00499]  ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν.
 [00670]  Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα [1.16.76.9] εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν.
 [01170]  ἐλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρών τις ἄλλος καὶ τὸ συμβὰν θεωρήσας ὑποστρέψας μετ' οὐ πολὺ ἄγει μεθ' ἑαυτοῦ ἀγέλην ἐλεφάντων καὶ σῴζει τὸν [1.21.143.4] ἐμπεπτωκότα.
 [02260]  εἰ γὰρ τῶν ἀλόγων τὰ ἔκγονα διαζεύγνυσθαι τῆς τεκούσης πρὸ τῆς γαλακτουχίας ἀπαγορεύει, πολὺ πλέον ἐπ' ἀνθρώπων τὴν ὠμὴν καὶ ἀτιθάσευτον προθεραπεύει γνώμην, [2.18.93.1] ἵν' εἰ καὶ τῆς φύσεως, μαθήσεως γοῦν μὴ καταφρονῶσιν.
 [02980]  εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετ' ἐγκρατείας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι <ὁ> μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνος·
 [02984]  ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατ' ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ [3.5.41.2] ἀνάγκην τὰς αἱρέσεις καὶ τὰς φυγάς.
 [03361]  οὐ γὰρ ἂν ὃ συνέζευξεν ὁ θεός, διαλύσειέν ποτε ἄνθρωπος εὐλόγως, πολὺ δὲ πλέον ἅπερ ὁ πατὴρ προσέταξεν, τηρήσει ταῦτα καὶ ὁ υἱός.
 [03450]  οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ δι' ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν [3.15.96.3] εἰς ἀλλοτρίας ἡδονάς.
 [03576]  χρυσὸν γὰρ οἱ διζήμενοι, φησὶν Ἡράκλειτος, γῆν [4.2.4.2] πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον, οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ·
 [03583]  εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρμα<τι> τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ [4.2.6.2] γραφή.
 [03614]  ὅταν γὰρ ἀφέλῃς τὸ αἴτιον τοῦ φόβου, τὴν ἁμαρτίαν, ἀφεῖλες τὸν φόβον, πολὺ δὲ ἔτι <μᾶλλον τὴν> κόλασιν, ὅταν ἀπῇ τὸ πεφυκὸς ἐπιθυμεῖν·
 [04035]  οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἴργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων [4.8.68.4] βουλευμάτων.
 [04039]  εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι [4.8.69.2] δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή.
 [04417]  ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ [4.19.118.3] μᾶλλον ἢ τοῦτο ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν·
 [04477]  ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένον εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
 [05125]  ἔνδον μὲν οὖν τοῦ καλύμματος ἱερατικὴ κέκρυπται διακονία καὶ τοὺς ἐν αὐτῇ πονουμένους πολὺ τῶν ἔξω [5.6.34.4] εἴργει.
 [05432]  πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ [5.11.69.2] στοχάζεσθαι τοῦ συμφέροντος·
 [06062]  [5.14.134.1] πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες, οἱ φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας <τῷ> ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ', ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.
 [06133]  οὐ γὰρ μόνον τῶν σιτίων τὸν πόνον, πολὺ δὲ πλέον καὶ τῆς γνώσεως ἡγεῖσθαι δίκαιον, τοῖς διὰ στενῆς καὶ τεθλιμμένης τῆς κυριακῆς ὄντως [6.1.2.4] ὁδοῦ εἰς τὴν ἀίδιον καὶ μακαρίαν παραπεμπομένοις σωτηρίαν·
 [06942]  πολὺ δὲ μᾶλλον ἡ μεγέθει πασῶν μαθήσεων καὶ ἀληθείᾳ διαφέρουσα γνῶσις χαλεπωτάτη κτήσασθαι καὶ ἐν [6.12.97.1] πολλῷ καμάτῳ περιγίνεται.
 [07088]  οἷον δὲ ἥδε πέττειν ἐθίζεται τὴν τροφήν, συνεξομοιουμένη τῇ πιότητι τῆς ἡμέρου, ὣς δὲ καὶ ὁ φιλόσοφος, ἀγρίᾳ εἰκαζόμενος ἐλαίᾳ, πολὺ τὸ ἄπεπτον ἔχων, διὰ τὸ εἶναι ζητητικὸς καὶ εὐπαρακολούθητος καὶ ὀρεκτικὸς τῆς πιότητος τῆς ἀληθείας, ἐὰν προσλάβῃ τὴν θείαν διὰ πίστεως δύναμιν, τῇ χρηστῇ καὶ ἡμέρῳ <ἐγ>καταφυτευθεὶς γνώσει, καθάπερ ἡ ἀγριέλαιος ἐγκεντρισθεῖσα τῷ ὄντως καλῷ καὶ ἐλεήμονι λόγῳ πέττει τε τὴν παραδιδομένην [6.15.118.2] τροφὴν καὶ καλλιέλαιος γίνεται.
 [07187]  εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ' οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ' ὃ μὲν καὶ θᾶττον κατῆλθεν, πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυσέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα διορῶσι, τὸν [6.15.132.4] μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες.
 [07410]  καὶ ἴδιον αὐτῆς γνωρίζειν τά τε ἄλλα καὶ πολὺ πρότερον τὰ καθ' ἑαυτήν·
 [08185]  [7.12.79.6] τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ [7.12.79.7] ἀλόγῳ πνεύματι, ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»