Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum που [88]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum που


000-00-00 Serial Number=0126866400
Eclogae propheticae Ante [Go Back]  
 [00153]  τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνά μενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκρι βοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψι [27.4] γόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς.
000-00-00 Serial Number=0924618721
Paedagogus Ante [Go Back]  
 [00068]  [1.3.8.3] Τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον.
 [00543]  Λέγει δέ που διὰ τῆς ᾠδῆς τὸ πνεῦμα τὸ ἅγιον εἰς αὐτόν·
 [00630]  Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρωπίας, ὅτι δι' ἡμᾶς [1.8.62.2] ἄνθρωπος ἐγένετο.
 [00642]  Ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν·
 [00758]  Τὸ δὲ δίκαιον ἀγαθὸν εἰδὼς φαίνεταί που λέγων ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή, καὶ κατὰ τῆς αὐτῆς δυνάμεως ἄμφω τάσσων τὰ [1.8.74.1] ὀνόματα.
 [01137]  Οὐ γάρ που μεμαθήκασι τὸν θεὸν παρασκευάσαι τῷ δημιουργήματι, τῷ ἀνθρώπῳ λέγω, σῖτα καὶ ποτὰ τοῦ σῴζεσθαι [2.1.5.2] χάριν, οὐχὶ δὲ τοῦ ἥδεσθαι·
 [01188]  κομιδῇ δὲ ἄλογον καὶ ἀχρεῖον καὶ οὐκ ἀνθρώπειον βοσκημάτων δίκην πιαινομένων θανάτῳ τρέφεσθαι, κάτω βλέποντας εἰς γῆν τοὺς ἐκ γῆς ἀεὶ καὶ κεκυφότας εἰς τραπέζας, τὴν λίχνον διωκάθοντας ζωήν, τὸ ἀγαθὸν ἐνταῦθά που κατορύξαντας περὶ τὴν οὐκ ἐσομένην ζωήν, μόνην κολακεύοντας τὴν κατάποσιν, δι' ἣν πολυτιμότεροι γεγόνασιν μάγειροι γεωργῶν.
 [01471]  Παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη·
 [01672]  [2.7.57.1] Πρεσβῦται δὲ ὡς τέκνα ἀφορῶντες τοὺς νέους σπανιαίτατα μέν, ἴσως δ' ἄν που καὶ παίξαιεν πρὸς αὐτούς, εἰς τοῦτο ἐπισκώπτοντες, ὃ παιδαγωγήσει τὸ εὔσχημον αὐτῶν.
 [01791]  οὐ γὰρ κατὰ πάντα ἀποσκορακιστέον τὴν χρῆσιν αὐτῶν, ἀλλ' ὥσπερ φαρμάκῳ καὶ βοηθήματι χρηστέον τῷ μύρῳ πρός τε τὸ ἐπεγεῖραι τὴν ἀπαυδῶσαν δύναμιν καὶ πρὸς τοὺς κατάρρους καὶ πρὸς τὰς καταψύξεις δυσαρέστησίν τε, καθὰ καὶ ὁ κωμικός φησί που·
 [02119]  πάντως δὲ ἤδη που καὶ ἀκολασία πρόσεστι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς·
 [02228]  Ἦ που γὰρ ἂν ἁλουργὴν χλανίδα περιεβάλετο ὁ τὴν ἀλαζονείαν τὴν πολιτικὴν ἐκτραπείς, εἰς δὲ τὴν ἔρημον *** τῆς ἐρημίας γαλήνην θεῷ πεπολιτευμένος ἐκτὸς πάσης κενοσπουδίας, ἀπειραγαθίας, μικροπρεπείας.
 [02255]  Νυνὶ δὲ πᾶν τοὐναντίον, τὸ μὲν σῶμα αὐταῖς εἰ πιπράσκοιτο, οὐκ ἄν ποτε χιλίας εὕροι Ἀττικάς, μίαν δέ που ἐσθῆτα μυρίων ταλάντων ὠνούμεναι σφᾶς αὐτὰς ἀχρειοτέρας καὶ ἀτιμοτέρας τῶν [2.10βις.115.5] ὑφασμάτων ἐλέγχουσιν.
 [02284]  Καὶ οὐκ αἰσχύνονται αἱ κακοδαίμονες περὶ ὄστρειον ὀλίγον τοῦτο τὴν πᾶσαν σπουδὴν πεποιημέναι, ἐξὸν ἁγίῳ κοσμεῖσθαι λίθῳ, τῷ λόγῳ τοῦ θεοῦ, ὃν μαργαρίτην ἡ γραφὴ κέκληκέν που, τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν, τὸν ἐν σαρκὶ ἐπόπτην ὀφθαλμόν, τὸν λόγον τὸν διαφανῆ, δι' ὃν ἡ σὰρξ τιμία ὕδατι ἀναγεννωμένη.
 [02709]  τάχα μέν που καὶ τὸν πλοῦτον δι' ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ' ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι συνεῖναι καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν δύνασθαι·
 [03029]  Τοιοῦτόν που τὸν θηλυδρίαν Σαρδανάπαλλον, τῶν Ἀσσυρίων τὸν βασιλέα, ἐπὶ κλίνῃ ἀναβάδην ἑζόμενον εἰσάγουσι πορφύραν ξαίνοντα καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν ἐπαναβάλλοντα.
000-00-00 Serial Number=0315480411
Protrepticus Ante [Go Back]  
 [00022]  Ἀλλὰ γὰρ τὰ μὲν δράματα καὶ τοὺς ληναΐζοντας ποιητάς, τέλεον ἤδη παροινοῦντας, κιττῷ που ἀναδήσαντες, ἀφραίνοντας ἐκτόπως τελετῇ βακχικῇ, αὐτοῖς σατύροις καὶ θιάσῳ μαινόλῃ, σὺν καὶ τῷ ἄλλῳ δαιμόνων χορῷ, Ἑλικῶνι καὶ Κιθαιρῶνι κατακλείσωμεν γεγηρακόσιν, κατάγωμεν δὲ ἄνωθεν ἐξ οὐρανῶν ἀλήθειαν ἅμα φανοτάτῃ φρονήσει εἰς ὄρος ἅγιον [1.2.3] θεοῦ καὶ χορὸν τὸν ἅγιον τὸν προφητικόν.
 [00036]  Αὖθις οὖν ἰοβόλους τινὰς καὶ παλιμβόλους ὑποκριτὰς ἐφοδεύοντας δικαιοσύνῃ γεννήματα ἐχιδνῶν κέκληκέ που·
 [00120]  ἐγὼ γάρ εἰμι ἡ θύρα, φησί που·
 [00179]  Ζεὺς δὲ ὕστερον ἐπιφανείς (εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοί) κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ ∆ιονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται κατα θάψαι.
 [00234]  Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ ∆ιαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν [2.24.3] φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα·
 [00242]  [2.25.3] Ἦν δέ τις ἔμφυτος ἀρχαία πρὸς οὐρανὸν ἀνθρώποις κοινωνία, ἀγνοίᾳ μὲν ἐσκοτισμένη, ἄφνω δέ που διεκθρῴσκουσα τοῦ σκότους καὶ ἀναλάμπουσα, οἷον δὴ ἐκεῖνο λέλεκταί τινι τὸ ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις;
 [00257]  Ἦμεν γάρ που καὶ ἡμεῖς τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί·
 [00426]  Οὐχὶ δὲ Ἀφροδίτῃ περιβασοῖ μὲν Ἀργεῖοι, ἑταίρᾳ δὲ Ἀθηναῖοι καὶ καλλιπύγῳ θύουσιν Συρακούσσιοι, ἣν Νίκανδρος ὁ ποιητὴς καλλίγλου [2.39.3] τόν που κέκληκεν;
 [00456]  Αὐτοί που ἐξομολογοῦνται οἱ δαίμονες τὴν γαστριμαργίαν τὴν αὑτῶν, λοιβῆς τε κνίσης τε·
 [00478]  [3.43.1] Τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύ χωμεν ἄρκῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ' ἀνεχώρησεν·
 [00525]  Τὸν μὲν οὖν Ὀλυμ πίασι ∆ία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές·
 [00535]  Πολλοὶ δ' ἂν τάχα που θαυμάσειαν, εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου.
 [00595]  [4.52.1] Καὶ δὴ ἔμπαλιν ἐν αὐταῖς που ταῖς περιστάσεσιν οἱ δεισιδαίμονες, οἱ τῶν λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας·
 [00786]  Οὗ δὴ χάριν καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα τε εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον τοῦτον, ἄνω που περὶ τὰ νῶτα τοῦ οὐρανοῦ ἐν τῇ ἰδίᾳ καὶ οἰκείᾳ περιωπῇ ὄντως ὄντα ἀεί·
 [00807]  [6.71.1] Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν [6.71.2] αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο.
 [00976]  Λέγει γάρ που ἡ γραφή·
 [01049]  εἰ δέ που καὶ θηρίον ἑρπηστικὸν περιχάνοι τῷ νεοττῷ, μήτηρ δ' ἀμφιποτᾶται ὀδυρομένη φίλα τέκνα·
 [01051]  [10.92.1] Εἶτα κύνες μὲν ἤδη πεπλανημένοι ὀδμαῖς ῥινηλα τοῦντες ἐξίχνευσαν τὸν δεσπότην καὶ ἵπποι τὸν ἀναβάτην ἀποσεισάμενοι ἑνί που συρίγματι ὑπήκουσαν τῷ δεσπότῃ·
 [01066]  καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, τὰ τῆς γῆς, ἔνθα που σὴς καὶ λῃστής που καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ' ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενο μένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ.
 [01122]  Οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούρ γηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα.
 [01213]  τάχα που ὁ κύριος ἁπλότητος ὑμῖν δωρήσεται πτερόν (πτερῶσαι προῄρηται τοὺς γηγενεῖς), ἵνα δὴ τοὺς χηραμοὺς καταλίποντες οἰκήσητε τοὺς οὐρανούς.
 [01326]  Ὅ γέ τοι οὐράνιος καὶ θεῖος ὄντως ἔρως ταύτῃ προσγίνεται τοῖς ἀνθρώποις, ὅταν ἐν αὐτῇ που τῇ ψυχῇ τὸ ὄντως καλὸν ὑπὸ τοῦ θείου λόγου ἀναζωπυρούμενον ἐκλάμπειν δυνηθῇ·
000-00-00 Serial Number=0728039384
Quis dives salvetur Ante [Go Back]  
 [00482]  καὶ πρῶτον μὲν δι' ἑστιάσεων πολυτελῶν αὐτὸν ὑπάγονται, εἶτά που καὶ νύκτωρ ἐπὶ λωποδυσίαν ἐξιόντες συνεπάγονται, εἶτά τι [42.6] καὶ μεῖζον συμπράττειν ἠξίουν.
000-00-00 Serial Number=0922430336
Stromata Ante [Go Back]  
 [00128]  ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθονῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέρως σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ [1.1.14.4] φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν.
 [00182]  [1.3.23.2] τοῦτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνή·
 [00185]  κύριος γὰρ μόνος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι, σοφοὺς δή που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς.
 [00337]  αἱ τοίνυν τέχναι <αὗται> ἐὰν μὴ μετὰ φιλοσοφίας [1.8.39.2] γένωνται, βλαβερώτεραι παντί που εἶεν ἄν.
 [00530]  [1.14.60.1] ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ' Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται·
 [00604]  ναὶ μὴν καὶ περὶ αὑτοῦ ᾑ σεμνυνόμενός φησί που ἐπὶ τῇ πολυμαθία·
 [00923]  ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις.
 [00938]  Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶνἸλιακῶν, μεθ' οὓς μακρῷ νεώτεροι οἱ παρ' Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας [1.21.107.6] γενόμενοι, ὡς παρεστήσαμεν.
 [01011]  ὡς εἶναι ἐνενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον.
 [01171]  φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνῆται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἁλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ', οἶμαι, τῇ [1.21.143.5] οἰκείᾳ διαλέκτῳ.
 [01381]  ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν [1.27.172.1] οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.
 [01649]  πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς·
 [01738]  [2.7.32.1] Οἱ δὲ τοῦ φόβου κατηγοροῦντες κατατρέχουσι τοῦ νόμου, εἰ δὲ τοῦ νόμου, δῆλόν που ὡς καὶ τοῦ δεδωκότος τὸν νόμον θεοῦ.
 [01866]  [2.9.45.3] κἀνταῦθά που εἴληπται ἡ τελείωσις τῆς γνώσεως.
 [01907]  εἰ γὰρ τὰ παραλαμβανόμενα πρὸς τὸ ζητούμενον ἀληθῆ λαμβάνεται, ὡς ἂν θεῖα ὄντα καὶ προφητικά, δῆλόν που ὡς καὶ τὸ συμπέρασμα τὸ ἐπιφερόμενον αὐτοῖς ἀκολούθως ἀληθὲς ἐπενεχθήσεται·
 [02093]  ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν·
 [02149]  ἀλλ' ἡ μὲν εὐσέβεια παντί που δήλη τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβειν καὶ τιμᾶν καὶ [2.18.78.3] διδάσκουσα.
 [02178]  ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν τῷ βίῳ κἀν τῷ τρόπῳ κἀν τῷ λόγῳ κἀν τῇ ἀσκήσει νύκτωρ τε καὶ μεθ' ἡμέραν καί, εἴ που μαρτυρίου δι' αἵματος χωροῦντος ἐπικαταλάβοι χρεία, βούλεται.
 [02557]  αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει·
 [03440]  ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε [3.14.94.3] ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ' εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν [3.14.95.1] καιρὸν τοῦ θελήματος.
 [03575]  [4.2.4.1] Ἔστω δὲ ἡμῖν τὰ ὑπομνήματα, ὡς πολλάκις εἴπομεν, διὰ τοὺς ἀνέδην ἀπείρως ἐντυγχάνοντας ποικίλως, ὡς αὐτό που τοὔνομά φησι, διεστρωμένα, ἀπ' ἄλλου εἰς ἄλλο συνεχὲς μετιόντα, καὶ ἕτερον μέν τι κατὰ τὸν εἱρμὸν τῶν λόγων μηνύοντα, [4.2.4.2] ἐνδεικνύμενα δὲ ἄλλο τι.
 [03620]  [7] ταύτῃ που ἀγα πήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
 [04331]  [7] λέγει γάρ που ἡ γραφή·
 [04454]  [4.20.125.2] καὶ αὖθίς που τούτοις τὰ ὅμοια·
 [04935]  κυεῖν γὰρ τοὺς μὲν κατὰ σῶμα, τοὺς δὲ κατὰ ψυχήν, ἐπεὶ καὶ παρὰ τοῖς βαρβάροις φιλοσόφοις τὸ κατηχῆσαί τε καὶ φωτίσαι ἀναγεννῆσαι λέγεται, καὶ ἐγὼ ὑμᾶς ἐγέννησα ἐν Χριστῷ Ἰησοῦ ὁ καλός που λέγει ἀπόστολος.
 [05024]  ταύτῃ τοι Σοφοκλῆς, ὁ τῆς τραγῳδίας ποιητής, φησί που·
 [05552]  ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που ἡ πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ [5.12.81.5] γενομένους εἶναι.
 [05660]  δυοῖν <μέν> που ἔλαττον μηδὲν τιθῶμεν, τῆς [5.14.93.1] τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.
 [05719]  ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ <ὄντας> καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων [5.14.98.2] καλῶν ὧδέ πως·
 [05728]  οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα [5.14.98.7] γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν.
 [06051]  πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασιν δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις.
 [06125]  ἐργάζεσθαι γὰρ τὴν βρῶσιν τὴν εἰς αἰῶνα παραμένουσαν ὁ κύριος ἐνετείλατο, καί που ὁ προφήτης λέγει·
 [06562]  οὐχ ὁ τόπος δή που φωνὴν λαβὼν εἶπεν τὰ προειρημένα, ἀλλ' οἱ ἐν Ἅιδου καταταγέντες καὶ εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδωκότες καθάπερ ἔκ τινος νεὼς εἰς θάλασσαν ἑκόντες ἀπορρίψαντες, οὗτοι τοίνυν εἰσὶν οἱ ἐπακούσαντες τῆς θείας δυνάμεώς τε καὶ [6.6.45.3] φωνῆς·
 [06573]  εἰ δὲ Ἰουδαίους μόνον εὐηγγελίσατο, οἷς ἔλειπεν ἡ διὰ τοῦ σωτῆρος ἐπίγνωσίς τε καὶ πίστις, δῆλόν που ὡς ἄρα ἀπροσωπολήπτου ὄντος τοῦ θεοῦ καὶ οἱ ἀπόστολοι, καθάπερ ἐνταῦθα, οὕτως κἀκεῖ τοὺς ἐξ ἐθνῶν ἐπιτηδείους εἰς ἐπιστροφὴν [6.6.46.5] εὐηγγελίσαντο, καὶ καλῶς εἴρηται τῷ Ποιμένι·
 [06580]  [6.6.47.3] εἰ γὰρ τὸ καλῶς βιοῦν καὶ νομίμως ἐστὶ βιοῦν καὶ τὸ εὐλόγως βιοῦν κατὰ νόμον ἐστὶ βιοῦν, ὀρθῶς δὲ βεβιωκότες οἱ πρὸ νόμου εἰς πίστιν ἐλογίσθησαν καὶ δίκαιοι εἶναι ἐκρίθησαν, δῆλόν που καὶ τοὺς ἐκτὸς νόμου γενομένους διὰ τὴν τῆς ψυχῆς ἰδιότητα, ὀρθῶς βεβιωκότας, εἰ καὶ ἐν Ἅιδου ἔτυχον ὄντες καὶ ἐν φρουρᾷ, ἐπακούσαντας τῆς τοῦ κυρίου φωνῆς, εἴτε τῆς αὐθεντικῆς εἴτε καὶ τῆς διὰ τῶν ἀποστόλων ἐνεργούσης, ᾗ τάχος ἐπιστραφῆναί τε καὶ πιστεῦσαι.
 [06592]  οὐ γάρ που θέμις τοὺς μὲν ἀκρίτως καταδεδικάσθαι, μόνους δὲ τοὺς μετὰ τὴν παρουσίαν τῆς θείας [6.6.48.6] ἀπολελαυκέναι δικαιοσύνης.
 [06915]  τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς εʹ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου [6.11.94.3] πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς·
 [06920]  χορὸς δὲ ἀναύδων ἰχθύων ἐπερρόθει, [6.11.94.6] ἡ μοῦσα ἡ τραγικὴ εἴρηκέν που.
 [06936]  διαφέρει γὰρ δή που ἐπὶ τὴν ἀρετὴν γεγονέναι ἐπιτήδειον πρὸς τὴν κτῆσιν αὐτῆς·
 [07023]  κἂν παύσωνται ἄρα που αἱ τιμωρίαι κατὰ τὴν ἀποπλήρωσιν τῆς ἐκτίσεως καὶ τῆς ἑκάστου ἀποκαθάρσεως, μεγίστην ἔχουσι παραμένουσαν λύπην οἱ τῆς ἄλλης ἄξιοι εὑρεθέντες αὐλῆς τὴν ἐπὶ τῷ μὴ συνεῖναι τοῖς διὰ δικαιοσύνην δοξασθεῖσιν.
 [07327]  [6.17.149.2] ὡς γάρ που τὸ ἀπὸ τοῦ ἡλίου φῶς δι' ὑελοῦ σκεύους πλήρους ὕδατος μεθοδεύει ἡ τέχνη εἰς πῦρ, οὕτω καὶ ἡ φιλοσοφία ἐκ τῆς [6.17.149.3] θείας γραφῆς τὸ ἐμπύρευμα λαβοῦσα ἐν ὀλίγοις φαντάζεται.
 [07425]  εἰ δέ που σχολὴ καὶ ἀνέσεως καιρὸς ἀπὸ τῶν προηγουμένων, ἀντὶ τῆς ἄλλης ῥᾳθυμίας καὶ τῆς Ἑλληνικῆς ἐφάπτεται φιλοσοφίας, οἷον τρωγάλιόν τι ἐπὶ τῷ δείπνῳ παροψώμενος, οὐ τῶν κρειττόνων ἀμελήσας, προσλαβὼν δέ, ἐφ' ὅσον πρέπει, καὶ ταῦτα δι' ἃς [6.18.162.2] προεῖπον αἰτίας.
 [07577]  εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν, κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων, μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ [7.3.15.1] φθάνει.
 [07620]  αὕτη που ἡ Ἀδράστεια, καθ' ἣν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.
 [07728]  καί που Ἡσίοδος κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν ∆ία λαβεῖν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ κεκαλυμμένα ἀργέτι δημῷ·
 [07968]  [7.10.57.2] ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου [7.10.57.3] ἐστὶν προσεχῶς ὑποτεταγμένη.
 [08013]  οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ' οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ, ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ καὶ [7.11.62.7] ἐνεργῷ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»