Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πράγματος [20]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πράγματος


000-00-00 Serial Number=0979647994
Stromata Ante [Go Back]  
 [01514]  ἄλλοι δ' ἀφανοῦς πράγματος ἐννοητικὴν συγκατάθεσιν ἀπέδωκαν εἶναι τὴν πίστιν, ὥσπερ ἀμέλει τὴν ἀπόδειξιν ἀγνοουμένου πράγματος φανερὰν [2.2.9.2] συγκατάθεσιν.
 [01575]  πρόληψιν δὲ ἀποδίδωσιν ἐπιβολὴν ἐπί τι ἐναργὲς καὶ ἐπὶ τὴν ἐναργῆ τοῦ πράγματος ἐπίνοιαν·
 [01952]  πρότερον γὰρ ἐνεστὸς ἦν, εἶτα ἡμῖν παρῴχηκεν, ὡς εἶναι καὶ τὴν τῶν παρῳχηκότων πίστιν κατάληψιν παρῳχηκότος, καὶ τὴν τῶν ἐσομένων ἐλπίδα κατάληψιν ἐσομένου πράγματος.
 [04607]  [4.23.147.1] Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον <τὸ διὰ> τὴν πρὸς τὸ [4.23.147.2] θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι.
 [05015]  [5.4.22.1] Ναὶ μὴν καὶ τῶν παρ' Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἢ κατ' ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.
 [05552]  ἐπεὶ γὰρ ἀρχὴ παντὸς πράγματος δυσεύρετος, πάντως που ἡ πρώτη καὶ πρεσβυτάτη ἀρχὴ δύσδεικτος, ἥτις καὶ τοῖς ἄλλοις ἅπασιν αἰτία τοῦ γενέσθαι καὶ [5.12.81.5] γενομένους εἶναι.
 [07335]  ὅταν δέ τις ἔναυσμα λαβὼν τοῦ πράγματος ἐξάψῃ τοῦτο ἔνδον ἐν τῇ ψυχῇ πόθῳ καὶ μαθήσει, πάντα ἐπὶ [6.17.150.2] τούτοις κινεῖ πρὸς τὸ ἐπιγνῶναι.
 [07345]  καθόλου δὲ εἰπεῖν περὶ ἑκάστου πράγματος τῆς οὐσίας τὰ συμβεβηκότα διακριτέον.
 [07351]  τοῖς μὲν οὖν <τῆς λέξεως> ἀντιληπτικοῖς καὶ μὴ κινηθεῖσι πρὸς γνῶσιν οὐ πιστεύεται ὁ λόγος, ἐπεὶ καὶ οἱ κόρακες ἀνθρωπείας ἀπομιμοῦνται φωνὰς ἔννοιαν οὐκ ἔχοντες οὗ λέγουσι πράγματος, ἀντίληψις δὲ νοερὰ [6.17.151.5] πίστεως ἔχεται.
 [07394]  πῶς οὖν οὐκ ἄτοπον τὴν ἀταξίαν καὶ τὴν ἀδικίαν προσνέμοντας τῷ διαβόλῳ ἐναρέτου πράγματος τοῦτον, [6.17.159.2] τῆς φιλοσοφίας, δοτῆρα ποιεῖν;
 [08153]  κἂν κατὰ τὸ ἀναγκαῖον τοῦ βίου ὀλίγον τι τῆς ὥρας περὶ τὴν τροφὴν ἀσχοληθῇ, [7.12.77.3] χρεωκοπεῖσθαι οἴεται περισπώμενος ὑπὸ τοῦ πράγματος.
 [08572]  ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος, οὐ μενούσης ἔτι τῆς περὶ [8.4.11.3] τοὔνομα ἀπάτης·
 [08573]  μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρότασιν ἐποιήσατο, κελεύων δ' [8.4.11.4] ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων γνωρισθείη.
 [08591]  ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου, λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν.
 [08641]  τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν, τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ μὴ ζητούμενον καὶ [8.6.18.6] μηκέτι τομὴν ἐπιδεχόμενον παραγινόμεθα.
 [08666]  καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον [8.6.21.4] γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν δεῖ παραλαμβάνειν.
 [08667]  ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν [8.6.21.5] τῶν ἀναγκαιοτάτων εἰδῶν.
 [08671]  ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»