Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πραγμάτων [39]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πραγμάτων


000-00-00 Serial Number=0426996410
Eclogae propheticae Ante [Go Back]  
 [00160]  ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ' ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως [28.2] τῶν πραγμάτων·
 [00162]  ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς.
 [00173]  δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται, ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον, εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει, ἵνα ἡμῖν ἀκρι βῶς ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ' ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ [32.3] καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ.
000-00-00 Serial Number=0726499200
Excerpta ex Theodoto Ante [Go Back]  
 [00090]  οἱ δὲ Πρωτόκτιστοι, εἰ καὶ ἀριθμῷ διάφοροι καὶ ὁ καθ' ἕκαστον περιώρισται καὶ περιγέγραπται, ἀλλ' ἡ ὁμοιότης τῶν πραγμάτων ἑνότητα καὶ [1.10.4] ἰσότητα καὶ ὁμοιότητα ἐνδείκνυται.
 [00226]  Τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ Ὄνομα τὸ διδασκόμενον ἐγγράφως, ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται, οὐκέτι νύμφη, ἀλλ' ἤδη Λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν Πρωτοκλήτων καὶ Πρωτοκτίστων, φίλων μὲν δι' ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν.
 [00252]  Υἱόθετος μέντοι γέγονεν ὁ Χριστός, ὡς πρὸς τὰ πληρώματα Ἐκλεκτὸς γενόμενος καὶ Πρωτότοκος τῶν ἐνθάδε πραγμάτων.
000-00-00 Serial Number=0928027451
Fragmenta Ante [Go Back]  
 [00209]  φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια ἢ τούτων τὸ ἐνούσιον, κατὰ δὲ τοὺς ἄλλους ἡ τῶν εἰς τὸ εἶναι παραγομένων γένεσις, καθ' ἑτέρους δὲ ἡ τοῦ θεοῦ πρόνοια ἐμποιοῦσα τοῖς γινομένοις τὸ εἶναι καὶ τὸ πῶς εἶναι.
000-00-00 Serial Number=0460832834
Paedagogus Ante [Go Back]  
 [00141]  Τοῖς γοῦν προβεβηκόσιν ἐν τῷ λόγῳ ταύτην ἐπεκήρυξεν τὴν φωνήν, ἀφροντιστεῖν κελεύων τῶν τῇδε πραγμάτων καὶ μόνῳ προσέχειν τῷ πατρὶ παραινῶν μιμουμένους τὰ [1.5.17.2] παιδία.
 [01354]  Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν [2.2.25.4] ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν.
000-00-00 Serial Number=0137746274
Protrepticus Ante [Go Back]  
 [00250]  οἳδὲ ἐξ αὐτῶν ὁρμώμενοι τῶν πραγμάτων ἐκθεοῦνται τοῖς ἀνθρώποις καὶ σωματικῶς ἀναπλάττονται, ∆ίκη τις καὶ Κλωθὼ καὶ Λάχεσις καὶ Ἄτροπος καὶ Εἱμαρμένη, Αὐξώ [2.26.6] τε καὶ Θαλλώ, αἱ Ἀττικαί.
000-00-00 Serial Number=0218517184
Quis dives salvetur Ante [Go Back]  
 [00006]  ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ' αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι' ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι' ὃν θαυμάζονται, παρα σκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου·
000-00-00 Serial Number=0829170763
Stromata Ante [Go Back]  
 [00161]  ἀξιόπιστος δὲ ἡ τοιαύτη ψυχαγωγία, δι' ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐ<τοὺς δοκεῖν> τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας [1.2.20.2] οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀπο σπᾶσθαι τῆς πίστεως, οἷον ἀπό τινος ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ' ὡς ἔπος εἰπεῖν, περιβολῇ πλείονι χρωμένους, ἁμῇ γέ πῃ [1.2.20.3] συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι.
 [01416]  αὕτη γὰρ τῷ ὄντι ἡ διαλεκτικὴ φρόνησίς ἐστι περὶ τὰ νοητὰ διαιρετική, ἑκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινῶς τοῦ ὑποκειμένου δεικτική, ἢ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ἰδικωτάτων καταβαίνουσα, παρεχομένη ἕκαστον τῶν ὄντων καθαρὸν οἷον [1.28.178.1] ἔστι φαίνεσθαι.
 [01511]  πίστις δέ, ἣν διαβάλλουσι κενὴν καὶ βάρβαρον νομίζοντες Ἕλληνες, πρόληψις ἑκούσιός ἐστι, θεοσεβείας συγκατάθεσις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων, κατὰ τὸν θεῖον ἀπόστολον·
 [02550]  ὅ τε Μητρόδωρος ἐν τῷ Περὶ τοῦ μείζονα εἶναι τὴν παρ' ἡμᾶς αἰτίαν πρὸς εὐδαιμονίαν τῆς ἐκ τῶν πραγμάτων ἀγαθὸν φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα;
 [03567]  μεθ' ἣν ὑποτύπωσιν ἥ τε πρὸς τοὺς Ἕλληνας καὶ ἡ πρὸς τοὺς Ἰουδαίους κατ' ἐπιτομὴν τῶν γραφῶν ἔκθεσις παραδοθήσεται καὶ ὅσα ἐν τοῖς πρὸ τούτου Στρωματεῦσι κατὰ τὴν τοῦ προοιμίου εἰσβολὴν ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι [4.1.2.1] περιλαβεῖν οὐκ ἐξεγένετο.
 [03816]  εἴη δ' ἂν ἡ τελεία εἰρηνοποίησις ἡ ἐπὶ παντὶ τῷ συμβαίνοντι ἄτρεπτον φυλάσσουσα τὸ εἰρηνικόν, ἁγίαν τε καὶ καλὴν τὴν διοίκησιν λέγουσα, ἐν ἐπιστήμῃ θείων καὶ ἀνθρωπίνων πραγμάτων καθεστῶσα, δι' ἧς τὰς ἐν τῷ κόσμῳ ἐναντιότητας [4.6.40.4] ἁρμονίαν κτίσεως καλλίστην λογίζεται.
 [05014]  [5.4.21.4] Πάντες οὖν, ὡς ἔπος εἰπεῖν, οἱ θεολογήσαντες βάρβαροί τε καὶ Ἕλληνες τὰς μὲν ἀρχὰς τῶν πραγμάτων ἀπεκρύψαντο, τὴν δὲ ἀλήθειαν αἰνίγμασι καὶ συμβόλοις ἀλληγορίαις τε αὖ καὶ μεταφοραῖς καὶ τοιούτοις τισὶ τρόποις παραδεδώκασιν, ὁποῖα καὶ παρ' Ἕλλησι τὰ μαντεῖα, καὶ ὅ γε Ἀπόλλων ὁ Πύθιος Λοξίας λέγεται.
 [05084]  καὶ κατά τινα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλή θειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν, [5.5.29.5] τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες.
 [06106]  μέμνησο, Μενέστρατε, διότι, θνητὸς φὺς καὶ λαβὼν βίον ὡρισμένον, ἀναβὰς τῇ ψυχῇ ἕως ἐπὶ τὸν αἰῶνα καὶ τὴν ἀπειρίαν [5.14.138.3] τῶν πραγμάτων κατεῖδες καὶ [7τὰ] ἐσσόμενα πρό τ' ἐόντα7.
 [06640]  [6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
 [06835]  ἡ διαστολὴ δὲ τῶν τε ὀνομάτων τῶν τε πραγμάτων κἀν ταῖς γραφαῖς αὐταῖς μέγα φῶς ἐντίκτει ταῖς ψυχαῖς·
 [07039]  καθάπερ οὖν τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον οὐδὲ μὴν τοῖς ἀπείροις τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσι καὶ [6.14.112.2] εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον.
 [07321]  καθάπερ οὖν ὁ τῶν μὴ καθηκόντων ἐπιθυμῶν εὐθύνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐκ ἐφεῖται ψευδῶν πραγμάτων ἐπιθυμεῖν οὐδὲ ὑπολαμβάνειν τῶν ἐν γενέσει τὰ μὲν ἔμψυχα ἐξ ἑαυτῶν δύνασθαι, τὰ δὲ ἄψυχα καθάπαξ μὴ δύνασθαι σῴζειν ἢ βλάπτειν·
 [07355]  οὐδὲ μέλλειν, ἀλλ' εἶναι βασιλικόν τε καὶ φωτεινὸν καὶ γνωστικὸν καθῆκεν, οὐδὲ ὀνόματι, ἀλλ' ἔργῳ ἐθέλειν ἅπτεσθαι τῶν πραγμάτων [6.17.152.3] προσῆκεν.
 [08080]  ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις, ἐπιστήμη θείων καὶ [7.12.70.6] ἀνθρωπείων πραγμάτων ὑπάρχουσα.
 [08107]  παρθένοι μὲν γὰρ ὡς κακῶν ἀπεσχημέναι, προσδεχόμεναι δὲ διὰ τὴν ἀγάπην τὸν κύριον, καὶ τὸ οἰκεῖον ἀνάπτουσαι φῶς εἰς τὴν [7.12.72.6] τῶν πραγμάτων θεωρίαν, φρόνιμοι ψυχαὶ [7ποθοῦμέν] σε, ὦ κύριε,7 λέγουσαι, [7ἤδη] ποτὲ ἀπολαβεῖν, ἀκολούθως οἷς ἐνετείλω ἐζήσαμεν, μηδὲν τῶν παρηγγελμένων παραβεβηκυῖαι·
 [08161]  [7.12.78.2] ἔχει γὰρ ἄκρατον πίστιν τὴν περὶ τῶν πραγμάτων, τὸ εὐαγγέλιον δι' ἔργων καὶ θεωρίας ἐπαινῶν.
 [08347]  [7.16.95.5] ἀμέλει πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν αὐτῇ χρώμεθα κριτηρίῳ·
 [08364]  μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες [7.16.98.1] παρεπέμψαντο τὰς γραφάς.
 [08366]  αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι, ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα, φασί, κάλον κινοῦσι, κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται, ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι' ἣν κἀκείνην τὴν συμποτικὴν διὰ τῆς [7.16.98.3] ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται.
 [08580]  ἐπεὶ σὺ μὴ βούλει λέγειν καθ' ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλ' ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι [8.4.12.5] ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων.
 [08597]  αἰσθήσει δὴ καὶ κινήσει τῇ καθ' ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου, πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον, ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον, ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ' ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον, τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν, τὸ δὲ ἐνεργεῖν μὲν [8.4.13.8] δυνάμενον, ἡσυχάζον δὲ ἢ κοιμώμενον.
 [08623]  [8.5.16.3] Οὐ μόνον οἱ ἐφεκτικοί, ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν.
 [08646]  [8.6.19.2] οὔτ' αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων ὧν ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους <ὅρους> εἶναί φαμεν·
 [08664]  [8.6.21.2] σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται.
 [08674]  τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως <καὶ φυγῆς>, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοσθένειαν μετοκλαζούσης τεκμήρια.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»