Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τάχα [35]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τάχα


000-00-00 Serial Number=0589477301
Eclogae propheticae Ante [Go Back]  
 [00152]  τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρ θωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς [27.3] εἰς τοῦτο πεφυκόσι συνεχώρουν.
 [00153]  τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνά μενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκρι βοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψι [27.4] γόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς.
000-00-00 Serial Number=0663433969
Excerpta ex Theodoto Ante [Go Back]  
 [00122]  τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.
000-00-00 Serial Number=0406590819
Paedagogus Ante [Go Back]  
 [00051]  Ναὶ μὴν καὶ καθ' αὑτὴν ἰᾶται τὴν ψυχὴν ἐντολαῖς καὶ χαρίσμασιν, ἀλλὰ ταῖς μὲν ὑποθήκαις τάχα δὴ μέλλει·
 [02709]  τάχα μέν που καὶ τὸν πλοῦτον δι' ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ' ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι συνεῖναι καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν δύνασθαι·
000-00-00 Serial Number=0469539702
Protrepticus Ante [Go Back]  
 [00179]  Ζεὺς δὲ ὕστερον ἐπιφανείς (εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοί) κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ ∆ιονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται κατα θάψαι.
 [00535]  Πολλοὶ δ' ἂν τάχα που θαυμάσειαν, εἰ μάθοιεν τὸ Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου.
 [01213]  τάχα που ὁ κύριος ἁπλότητος ὑμῖν δωρήσεται πτερόν (πτερῶσαι προῄρηται τοὺς γηγενεῖς), ἵνα δὴ τοὺς χηραμοὺς καταλίποντες οἰκήσητε τοὺς οὐρανούς.
000-00-00 Serial Number=0840934753
Stromata Ante [Go Back]  
 [00095]  συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, [1.1.10.5] οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα.
 [00218]  τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἢ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας·
 [00751]  τάχα δ' ἂν εἶεν κλέπται καὶ λῃσταὶ οἱ παρ' Ἕλλησι φιλόσοφοι καὶ οἱ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ' ἐπίγνωσιν λαβόντες, ἀλλ' ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ [1.17.87.3] ἐξευρόντες·
 [00858]  τάχα δὲ καὶ τὸ συναίτιον αἴτιον.
 [02272]  ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ' ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας [2.18.94.5] ὁρμώμενον.
 [03240]  τάχα δὲ καὶ τὴν κλῆσιν τήν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρώτην τιμὴν κατατασσόμενον γένος αἰνίσσεται ἡ προειρημένη τριάς·
 [03386]  τάχα δ' ἂν καὶ οἷς διελέγετο ὡς ἁμαρτωλοῖς προφητεύοι φθοράν.
 [03418]  τάχα δὲ καὶ ἐπιθυμίαις δεδουλωμένους ἀλλοκότοις οἶδεν αὐτούς, δι' ἃς καὶ συνεχῶς δουλούμενοι ταῖς ἁμαρτίαις ἐπιπράσκοντο τοῖς ἀλλοφύλοις, ἐπεὶ παρά γε τοῖς Ἰουδαίοις οὐκ ἦσαν [3.12.90.4] ἀποδεδειγμέναι γυναῖκες κοιναί, ἀλλὰ καὶ ἡ μοιχεία ἀπηγόρευτο.
 [03440]  ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε [3.14.94.3] ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ' εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν [3.14.95.1] καιρὸν τοῦ θελήματος.
 [03451]  τάχα δὲ ἐπεὶ τοῖς δικαίως βιοῦσιν ἀνθίσταται διὰ ζῆλον καὶ ἀντιφιλονικεῖ, ὑπάγεσθαι τούτους τῷ ἑαυτοῦ τάγματι βουλόμενος, ἀφορμὰς δι' ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις [3.15.97.1] βούλεται.
 [03759]  μὴ θησαυρίζετε τοίνυν ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσι, τάχα μὲν τοὺς φιλοκτή μονας ὀνειδίζων λέγει ὁ κύριος, τάχα δὲ καὶ τοὺς ἁπλῶς [4.6.33.5] μεριμνητάς τε καὶ φροντιστάς, ἤδη δὲ καὶ τοὺς φιλοσωμάτους·
 [05073]  τάχα δὲ καὶ φαντασίαν τὴν ζοφερὰν συγχεῖν τῷ τῆς ἀληθείας φωτὶ δεῖν ᾐνίσσετο·
 [05104]  [5.5.31.5] ∆ιὰ τοῦτό τοι καὶ Αἰγύπτιοι πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἱδρύονται, ὡς αἰνιγματώδους τοῦ περὶ θεοῦ λόγου καὶ ἀσαφοῦς ὄντος, τάχα δὲ καὶ ὅτι φιλεῖν τε δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις.
 [05239]  [20σφὶγξ] δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ [5.8.48.3] διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν·
 [05308]  [5.8.55.3] τάχα δὲ καὶ τὴν τελευταίαν τοῦ σωτῆρος εἰς ἡμᾶς ἐνέργειαν, τὴν προσεχῆ, λέγει, τὴν διὰ τῆς παρουσίας, ἐπικρυπτομένην τῷ τῆς προφητείας αἰνίγματι·
 [05647]  [5.14.91.5] τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιουτό τι ᾐνίσσετο.
 [05776]  τάχα μὲν οὖν τὴν ἀνάστασιν, τάχα δὲ ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνά ληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίγνεσθαι [5.14.103.5] κάθοδον.
 [05992]  [5.14.126.2] διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ [5.14.126.3] σύζυγον νοῆσαι τοῦ θεοῦ·
 [06871]  διὸ καὶ κυμάτια στρεπτά φησιν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιρρεομένην ἐδήλου γῆν.
 [06915]  τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς εʹ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου [6.11.94.3] πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς·
 [07200]  τάχα δ' ἂν εἶεν αἱ δύο [6.16.134.1] πλάκες αὗται δισσῶν προφητεία διαθηκῶν.
 [07387]  [6.17.157.5] κατά τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἱ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους ὧν ἐνίοις ἀποτετάχαταί τινες.
 [07972]  καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ ἰσάγγελος εἶναι.
 [08042]  τάχα δ' οὕτως καὶ τοὺς θαυματοποιοὺς ἀνδρείους φήσουσιν εἰς τὰς μαχαίρας κυβιστῶντας ἐξ ἐμπειρίας τινὸς κακοτεχνοῦντας ἐπὶ λυπρῷ [7.11.66.4] τῳ μισθῷ.
 [08424]  τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυ [7.16.104.6] σιοῦν λέγεται, εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπολάβοι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»