Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινὲς [25]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινὲς


000-00-00 Serial Number=0730855644
Paedagogus Ante [Go Back]  
 [00514]  [1.6.52.2] Ἐμοὶ δὲ καὶ θαυμάζειν ἔπεισιν ὅπως σφᾶς τελείους τινὲς τολμῶσι καλεῖν καὶ γνωστικούς, ὑπὲρ τὸν ἀπόστολον φρονοῦντες, φυσιούμενοί τε καὶ φρυαττόμενοι, αὐτοῦ ὁμολογοῦντος τοῦ Παύλου περὶ ἑαυτοῦ·
 [01128]  εἰ δ' ἀγάπην τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι [2.1.4.4] προσδοκήσαντες.
000-00-00 Serial Number=0240214467
Protrepticus Ante [Go Back]  
 [00028]  [1.3.1] Ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες.
 [00249]  Φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλο ποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης ὁ παλαιὸς [2.26.5] Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς·
 [00706]  Οἷαι δὲ αὖ καὶ ἄλλαι ὑμῶν εἰκόνες, πανίσκοι τινὲς καὶ γυμναὶ κόραι καὶ σάτυροι μεθύον τες καὶ μορίων ἐντάσεις, ταῖς γραφαῖς ἀπογυμνούμεναι, [4.61.2] ἀπὸ τῆς ἀκρασίας ἐλεγχόμεναι.
 [01060]  Οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους, τὰ ἡδονῆς ῥεύματα, καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι.
000-00-00 Serial Number=0611002743
Quis dives salvetur Ante [Go Back]  
 [00397]  οὐ μὴν ἀλλ' εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ' ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι, κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια, καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος φῶς τοῦ κόσμου καὶ ἅλας τῆς [36.2] γῆς καλεῖ.
000-00-00 Serial Number=0239543676
Stromata Ante [Go Back]  
 [00042]  ᾗ καὶ τὴν εὐχαριστίαν τινὲς διανείμαντες, ὡς ἔθος, αὐτὸν δὴ ἕκαστον τοῦ λαοῦ λαβεῖν τὴν μοῖραν [1.1.5.2] ἐπιτρέπουσιν.
 [00633]  τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφούς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὓς ἥ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μου σικὴν εὕρεσις ῥυθμῶν ἀναφέρεται·
 [01180]  τινὲς μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσι·
 [01198]  φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ [1.21.146.3] Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἑνδεκάτην τοῦ αὐτοῦ μηνός.
 [01372]  ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ τε γνῶσιν ἔχειν τινὰ αὐτοῦ οὔτ' ἀπιστεῖν οὔτ' ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ἥκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ [1.26.170.2] τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν.
 [02531]  [2.21.129.5] τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ [2.21.129.6] ζῆν ἀκολούθως τῇ τοῦ ἀνθρώπου κατασκευῇ.
 [02556]  ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν κατ' εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθ' ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν [2.22.132.1] ἐκδέχονται;
 [02931]  [3.4.34.1] Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, [3.4.34.2] οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας.
 [03495]  ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.
 [03659]  τινὲς δὲ τῶν αἱρετικῶν τοῦ κυρίου παρακηκοότες ἀσεβῶς ἅμα καὶ δειλῶς φιλοζωοῦσι, μαρτυρίαν λέγοντες ἀληθῆ εἶναι τὴν τοῦ ὄντως ὄντος γνῶσιν θεοῦ, ὅπερ καὶ ἡμεῖς ὁμολογοῦμεν, φονέα δὲ εἶναι αὐτὸν ἑαυτοῦ καὶ αὐθέντην τὸν διὰ θανάτου ὁμολογήσαντα, καὶ ἄλλα τοιαῦτα δειλίας σοφίσματα εἰς μέσον κομίζοντες.
 [04071]  καὶ τὰ μὲν ἄλλα φαίνεται ὁμοδοξεῖν ἡμῖν κατὰ τὴν περικοπὴν ταύτην, ἐκεῖνο δὲ οὐκ ἐπέστησεν ὅτι εἰ καὶ μὴ πράξει τινὲς καὶ τῷ βίῳ ὡμολόγησαν τὸν Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, τῷ μέντοι κατὰ φωνὴν ὁμολογεῖν ἐν δικαστηρίοις καὶ μέχρι θανάτου βασανιζομένους μὴ ἀρνεῖσθαι ἀπὸ διαθέσεως [4.9.73.2] πεπιστευκέναι φαίνονται·
 [05550]  βυθὸν <δ'> αὐτὸν κεκλήκασιν ἐντεῦθεν τινὲς ὡς ἂν περιειληφότα καὶ [5.12.81.4] ἐγκολπισάμενον τὰ πάντα ἀνέφικτόν τε καὶ ἀπέραντον.
 [06436]  εἰ γὰρ καὶ δυνάμεις τινὲς τούς τε ἀνέμους κινοῦσι καὶ τοὺς ὄμβρους διανέμουσιν, ἀλλ' ἀκουσάτωσαν τοῦ ψαλμῳδοῦ·
 [06763]  ἔφαγεν γὰρ οὐ διὰ τὸ σῶμα, δυνάμει συνεχόμενον ἁγίᾳ, ἀλλ' ὡς μὴ τοὺς συνόντας ἄλλως περὶ αὐτοῦ φρονεῖν ὑπεισέλθοι, ὥσπερ ἀμέλει ὕστερον δοκήσει τινὲς αὐτὸν πεφανερῶσθαι ὑπέλαβον·
 [07257]  οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεός·
 [07451]  καὶ εἰ τοῦτο, ἤτοι γε παρ' ἑαυτῶν ὀψὲ ἐκμαθόντες, ὥσπερ ἀμέλει καὶ τετυφωμένοι τινὲς αὐτῶν αὐχοῦσιν, ἢ [6.18.165.5] παρ' ἑτέρων τῶν ὁμοίων.
 [08294]  ἀλλ' ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν, κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας, οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα·
 [08540]  δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δ' αὐτοῖς ἐπιφέρειν <τὸ> συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν, τὸ ἐπιφερόμενον τοῖς λήμμασιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»