Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τινα [120]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τινα


000-00-00 Serial Number=0810276568
Eclogae propheticae Ante [Go Back]  
 [00270]  μετὰ τῶν μεθ' ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδ<ον> καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ.
000-00-00 Serial Number=0772337437
Paedagogus Ante [Go Back]  
 [00179]  ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ ὑμᾶς παρακαλέσω.
 [00499]  [1.6.50.3] Ναὶ μὴν καὶ συγγένειάν τινα πρὸς τὸ ὕδωρ φυσικωτάτην ἔχει τὸ γάλα, καθάπερ ἀμέλει πρὸς τὴν πνευματικὴν τροφὴν τὸ λου τρὸν τὸ πνευματικόν·
 [00896]  Φησὶν γοῦν διὰ Ἰεζεκιὴλ πρὸς τοὺς πρεσβυτέρους ἀποταθεὶς καί τινα αὐτοῖς σωτήριον παρατιθέμενος εὐλόγου φροντίδος ὑπογραμμόν·
 [01104]  [2.1.1.1] Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ' ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον.
 [01106]  [2.1.1.2] Στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον·
 [01128]  εἰ δ' ἀγάπην τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι [2.1.4.4] προσδοκήσαντες.
 [01758]  σοφιστικὸν οὗτος ἐρωτᾷ τινα τοιοῦτον λόγον·
 [01784]  [2.8.67.2] Αὔταρκες μὲν οὖν τὸ ἔλαιον αὐτὸ λιπᾶναί τε τὴν ἐπιφάνειαν καὶ ἀνεῖναι τὸ νευρῶδες καί τινα τοῦ σώματος ὀσμὴν ἀναστεῖλαι βαρυτέραν, εἰ καὶ πρὸς τοῦτο τοῦ ἐλαίου δεοίμεθα·
 [01794]  [2.8.68.3] καὶ ἡ τῶν ποδῶν διὰ τοῦ λίπους τῶν ἀναθερμαινόντων ἢ ἐμψυχόντων μύρων ἀνάτριψις ὠφελείας ἕνεκεν ἐπιτηδεύεται, ὡς δὴ ἀπὸ τῆς κεφαλῆς τοῖς πεπληρωμένοις ὁλκήν τινα καὶ ὑποχώρησιν [2.8.68.4] ἐπὶ τὰ μὴ κύρια τῶν μερῶν γίνεσθαι.
 [01974]  ἀλλ' ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ' ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας·
 [02037]  [2.10.92.2] Οὐδέ τινα τῶν παλαιῶν Ἑβραίων ἐγκύμονι τῇ αὑτοῦ γυναικὶ συνιόντα παρήγαγεν·
 [02360]  Ἀπελλῆς ὁ ζωγράφος θεασάμενός τινα τῶν μαθητῶν Ἑλένην ὀνόματι πολύχρυσον γράψαντα·
 [02579]  Εἰ γὰρ καὶ μὴ χρυσοφορεῖν αὐτοῖς ἐφεῖται, ἀλλ' οὖν γε διὰ τὴν θηλυδριώδη ἐπιθυμίαν ἱμάντας καὶ λώματα χρυσίου περιπτύξαντες πετάλοις ἤ τινα σφαιρικὰ τῆς αὐτῆς ὕλης ποιησάμενοι σχήματα σφυρῶν ἀπαρτῶνται καὶ τραχήλων ἀπαιωροῦσι.
 [02674]  [3.4.27.1] ∆ιαμαρτυρόμενος γοῦν ὁ λόγος διὰ τοῦ προφήτου Σαμουὴλ πρὸς τοὺς παραβεβηκότας τῶν Ἰουδαίων αἰτοῦντι τῷ λαῷ βασιλέα οὐ τὸν φιλάνθρωπον ὑπισχνεῖται κύριον, ἀλλά τινα αὐτοῖς αὐθάδη τύραννον ἀπειλεῖ τρυφητικόν, ὃς λήψεται, φησί, τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας, νόμῳ πολέμου κρατήσας, οὐκ εἰρηνικὴν οἰκονομίαν [3.4.27.2] ζηλώσας.
 [02851]  Τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι' ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ.
 [02904]  Ἤδη δέ, ὡς καὶ πρόσθεν εἰρήκαμεν, [3.10.52.1] ἄτυφον ἡ αὐτουργία γυμνάσιον καὶ τὸ ὑποδήσασθαί τινα αὐτὸν αὑτῷ καὶ τὸ ἀπονίψασθαι τὼ πόδε, πρὸς δὲ καὶ τὸ ἀληλιμμένον λίπα ἀνατρῖψαι αὑτόν·
 [02951]  Εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ' ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ κόσμος [3.11.58.3] κατὰ τὴν γραφὴν χρυσοῦς φρονίμῳ παιδεία.
 [03035]  ἄλλαι δὲ καθάπερ ἐξανθήματά τινα ἔχουσαι πρὸς εὐπρέπειαν τῶν ὁρώντων εὐανθέσι περιχρίστοις κοσμούμεναι σπιλοῦσι τὰ πρόσωπα τὰ [3.11.71.4] αὑτῶν.
 [03050]  [3.11.73.2] Ἐξιὼν γυναικὸς ἐξόπισθ' ἐλευθέρας βλέπω μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν ἐκ τοῦ Πλαταιικοῦ τε παρακολουθοῦντά τινα ταύτῃ κατιλλώπτειν.
 [03061]  Καλήν τινα καὶ ἀξιέραστον ὑπογράφειν ὁ Κιτιεὺς ἔοικεν Ζήνων εἰκόνα νεανίᾳ καὶ οὕτως αὐτὸν ἀνδριαντουργεῖ·
 [03068]  Τοιαῦτά τινα τῆς τρυφῆς τὸ ἀταμίευτον αὐτοῖς κακοσχολοῦσιν ἐξευρίσκει·
000-00-00 Serial Number=0578476608
Protrepticus Ante [Go Back]  
 [00177]  οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπά σαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ ∆ιονύσου ἐμβαλόντες τὰ μέλη, καθήψουν πρότερον·
 [00413]  Ἀγαμέμνονα γοῦν τινα ∆ία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ·
 [00584]  εἰ γὰρ καί τινα τῶν ζῴων οὐχὶ πάσας ἔχει τὰς αἰσθήσεις, ὥσπερ εὐλαὶ καὶ κάμπαι καὶ ὅσα διὰ τῆς πρώτης γενέσεως εὐθὺς ἀνάπηρα φαίνεται, καθάπερ οἱ σπάλακες καὶ ἡ μυγαλῆ, ἥν φησιν ὁ Νίκανδρος τυφλήν τε σμερδνήν [4.51.4] τε·
 [00586]  ἔχουσιν γὰρ αἴσθησιν μίαν γέ τινα, φέρε εἰπεῖν ἀκουστικὴν ἢ ἁπτικὴν ἢ τὴν ἀναλογοῦσαν τῇ ὀσφρήσει ἢ τῇ γεύσει·
 [00686]  Τοσούτων ὑμῖν οἱ δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ' ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν [4.58.3] τὰς Νηρεΐδας.
 [00769]  [6.67.1] Καὶ πολύς μοι ἐπιρρεῖ τοιοῦτος ὄχλος, οἱονεὶ μορμώ τινα δαιμονίων παρεισάγων ξένων ἄτοπον σκιαγραφίαν, μυθολογῶν ὕθλῳ γραϊκῷ·
 [00851]  [7.74.7] Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους.
000-00-00 Serial Number=0020593762
Quis dives salvetur Ante [Go Back]  
 [00347]  φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφ' ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαί νων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον·
 [00380]  ἐκ δὲ τοῦ προΐεσθαι πᾶσιν ἑξῆς τοῖς χρῄζουσιν ἀνάγκη πάντως εὑρεῖν τινα καὶ τῶν σῶσαι παρὰ θεῷ [33.4] δυναμένων.
 [00398]  τοῦτ' ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ [36.3] πατρός·
 [00462]  [41.1] ∆ιὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην.
 [00475]  ἐπειδὴ γὰρ τοῦ τυράννου τελευτήσαντος ἀπὸ τῆς Πάτμου τῆς νήσου μετῆλθεν ἐπὶ τὴν Ἔφεσον, ἀπῄει παρακαλούμενος καὶ ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν, ὅπου μὲν ἐπισκόπους καταστήσων, ὅπου δὲ ὅλας ἐκκλησίας ἁρμόσων, ὅπου δὲ κλῆρον ἕνα γέ τινα κληρώσων [42.3] τῶν ὑπὸ τοῦ πνεύματος σημαινομένων.
 [00476]  ἐλθὼν οὖν καὶ ἐπί τινα τῶν οὐ μακρὰν πόλεων, ἧς καὶ τοὔνομα λέγουσιν ἔνιοι.
000-00-00 Serial Number=0300138295
Stromata Ante [Go Back]  
 [00127]  [1.1.14.3] ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ ἃ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις.
 [00146]  οὐκ οἶμαι γάρ τινα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ᾗ μηδεὶς ἀντερεῖ, ἀλλ' ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ.
 [00292]  τὸ δ' ἄλλους παρ' ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων [1.6.34.4] παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ' ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλο κἀγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί.
 [00299]  [1.6.35.4] ἀλλ' ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν, πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ τὰ αἰσθητήρια [1.6.35.5] συγγεγυμνασμένοις.
 [00338]  ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἑπόμενος κλεπτικήν τινα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν.
 [00504]  οὕτως οὖν ἥ τε βάρβαρος ἥ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμόν τινα, οὐ τῆς ∆ιονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται.
 [00609]  Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί [1.15.70.3] τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.
 [00710]  εἶχεν γάρ τινα ὠφέλειαν τότε ἡ εἰς ἀνθρώπους ἐρχομένη κλοπή, οὐ τοῦ ὑφελομένου τὸ συμφέρον σκοπουμένου, κατευθυνούσης δὲ εἰς τὸ συμφέρον τῆς προνοίας τὴν ἔκβασιν τοῦ τολμήματος.
 [00740]  ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τινα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν [1.17.85.4] ἀποστάτου διάκονοι.
 [00743]  ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἑαυτοῦ πνεύματι, εἴ τινα [1.17.85.5] δυνήσεται ῥῆξαι τῶν δικαίων.
 [00799]  [1.19.91.1] Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τινα δογματίζειν καὶ Ἕλληνες, ἔξεστι κἀντεῦθεν σκοπεῖν.
 [00826]  [1.19.94.1] Εἴτ' οὖν κατὰ περίπτωσίν φασιν ἀποφθέγξασθαί τινα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περίπτωσις (οὐ γὰρ ταὐτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε [1.19.94.2] κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχία·
 [00829]  ναὶ μὴν κατ' ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς [1.19.94.4] φιλοσόφοις.
 [01086]  Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς [1.21.131.5] Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ.
 [01240]  τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς [1.23.152.3] τροφὸν ἐσομένην ὥς τινα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ.
 [01381]  ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὲν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθεὶς τοῖς μετρίοις αὐτῶν, ὅταν δέ τινα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἔσχατον ἀδικίας ἐλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν [1.27.172.1] οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι.
 [01429]  ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ.
 [01494]  διὸ οὐδ' ἐν μέρει καταγίνεταί ποτε ἅτε περιέχων οὐ [2.2.6.3] περιεχόμενος ἢ κατὰ ὁρισμόν τινα ἢ κατὰ ἀποτομήν.
 [01560]  τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτ' εἶναι μόνον, ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι.
 [01570]  ἐπειδὴ δὲ ὁρῶμεν <ὅτι> ὁ τέκτων ὅτι μαθών τινα τεχνίτης γίνεται καὶ ὁ κυβερνήτης παιδευθεὶς τὴν τέχνην κυβερνᾶν δυνήσεται, οὐκ ἀπαρκεῖν λογιζόμενος τὸ βούλεσθαι καλὸν γενέσθαι κἀγαθόν, ἀνάγκη δὲ ἄρα πειθόμενον [2.4.16.2] μαθεῖν·
 [01781]  ἔοικε δὲ καὶ Οὐαλεντῖνος ἔν τινι ἐπιστολῇ τοιαῦτά τινα ἐν νῷ λαβὼν αὐταῖς γράφειν ταῖς λέξεσι·
 [02212]  πάλιν τε αὖ τῷ πεντηκοστῷ ἔτει τὰ αὐτὰ ἐπιτελεῖν κελεύει, ἃ καὶ τῷ ἑβδόμῳ, προσαποδιδοὺς ἑκάστῳ τὸ ἴδιον εἴ τις ἐν τῷ μεταξὺ διά τινα περίστασιν ἀφῃρέθη χωρίον, τήν τε ἐπιθυμίαν τῶν κτᾶσθαι ποθούντων περιορίζων χρόνῳ μεμετρημένῳ καρπώσεως τούς τε πενίᾳ μακρᾷ [2.18.86.7] ὑποσχόντας δίκην μὴ διὰ βίου κολάζεσθαι ἐθέλων.
 [02239]  κἄν τινα ἐξ ἔθους ἐχθρὸν ὑπολάβῃς, παραλογιζόμενον δὲ τοῦτον ἀλόγως ἤτοι ἐπιθυμίᾳ ἢ καὶ θυμῷ καταλάβῃς, ἐπίστρεψον αὐτὸν εἰς καλοκἀγαθίαν.
 [02363]  λέγεται γοῦν τινα τῶν φιλοσοφούντων ἐτυμολογοῦντα τὴν ὗν θῦν εἶναι φάναι, ὡς εἰς θύσιν καὶ σφαγὴν μόνον ἐπιτήδειον·
 [02403]  [2.20.112.1] Οἱ δ' ἀμφὶ τὸν Βασιλείδην προσαρτήματα τὰ πάθη καλεῖν εἰώθασι, πνεύματά <τέ> τινα ταῦτα κατ' οὐσίαν ὑπάρχειν προσηρτημένα τῇ λογικῇ ψυχῇ κατά τινα τάραχον καὶ σύγχυσιν ἀρχικὴν ἄλλας τε αὖ πνευμάτων νόθους καὶ ἑτερογενεῖς φύσεις προσεπιφύεσθαι ταύταις οἷον λύκου, πιθήκου, λέοντος, τράγου, ὧν τὰ ἰδιώματα περὶ τὴν ψυχὴν φανταζόμενα τὰς ἐπιθυμίας τῆς ψυχῆς τοῖς ζῴοις ἐμφερῶς [2.20.112.2] ἐξομοιοῦν λέγουσιν·
 [02623]  Πλάτων μὲν οὖν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων [2.23.138.3] μεταλαμπαδευομένην.
 [02823]  εὐφήμει, ἄνθρωπε, ἀσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.
 [02883]  φασὶ γοῦν τινα αὐτῶν ἡμετέρᾳ παρθένῳ ὡραίᾳ τὴν ὄψιν προσελθόντα φάναι·
 [02966]  χρηματιζόμενοι γὰρ οἱ προφῆται οὐ μόνον τινὰ ἀκούειν λέγουσι παρὰ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοὶ διαγγέλλοντες δείκνυνται κατὰ ἀνθυποφορὰν τὰ πρὸς τοῦ λαοῦ θρυλούμενα, ὡς ἐπιζητήματά τινα ὑπὸ τῶν ἀνθρώπων ἀναφέροντες, ἐξ [3.4.39.1] ὧν καὶ τὸ προκείμενον τυγχάνει ῥητόν.
 [03011]  οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ τε ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον.
 [03080]  ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων.
 [03173]  οὗτοι τὴν ἀλήθειαν ἀσκοῦσι καὶ περὶ τῶν μελλόντων προμηνύουσι καὶ σέβουσί τινα πυραμίδα, ὑφ' [3.7.60.4] ἣν ὀστέα τινὸς θεοῦ νομίζουσιν ἀποκεῖσθαι.
 [03176]  δοκοῦσι δὲ παρατηρεῖν τὰ οὐράνια καὶ διὰ τῆς τούτων σημειώσεως τῶν μελλόντων προμαντεύεσθαί τινα.
 [03794]  τούτων δὲ [4.6.37.3] αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα [4.6.37.4] περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα.
 [03970]  πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, δι' [4.8.59.5] ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν·
 [04022]  ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν·
 [04092]  τρόπον γάρ τινα παραγγέλλει αὐτὸν [4.10.77.1] περιίστασθαι, ὁ δὲ παρακούων τολμηρὸς καὶ ῥιψοκίνδυνος.
 [04848]  χάριτι γὰρ σῳζόμεθα, οὐκ ἄνευ μέντοι τῶν καλῶν ἔργων, ἀλλὰ δεῖ μὲν πεφυκότας πρὸς τὸ ἀγαθὸν σπουδήν [5.1.7.3] τινα περιποιήσασθαι πρὸς αὐτό·
 [04936]  [5.2.15.4] ὁ δὲ Ἐμπεδοκλῆς ἐν ταῖς ἀρχαῖς καὶ φιλότητα συγκαταριθμεῖται, συγκριτικήν τινα ἀγάπην νοῶν, ἣν σὺ νόῳ δέρκευ μηδ' ὄμμασιν ἧσο τεθηπώς.
 [05084]  καὶ κατά τινα μαντείας εὔστοχον φήμην οὐκ ἀθεεὶ συνδραμόντες ἔν τισι προφητικαῖς φωναῖς τὴν ἀλή θειαν κατὰ μέρη καὶ εἴδη διαλαβόντες, προσηγορίαις οὐκ ἀφεγγέσιν οὐδὲ ἔξωθεν τῆς τῶν πραγμάτων δηλώσεως πορευομέναις ἐτίμησαν, [5.5.29.5] τῆς περὶ τὴν ἀλήθειαν οἰκειότητος ἔμφασιν εἰληφότες.
 [05131]  τρεῖς γὰρ ἑκατέρωθεν τῆς λυχνίας ἐμπεφύκασι κλάδοι καὶ ἐπ' αὐτοῖς οἱ λύχνοι, ἐπεὶ καὶ ὁ ἥλιος ὥσπερ ἡ λυχνία μέσος τῶν ἄλλων πλανητῶν τεταγμένος τοῖς τε ὑπὲρ αὐτὸν τοῖς τε ὑπ' αὐτὸν κατά τινα θείαν μουσικὴν ἐνδίδωσι [5.6.35.1] τοῦ φωτός.
 [05181]  σημαίνουσι δὲ ὅτι ὁ ἥλιος, δι' ἀέρος γλυκεροῦ καὶ ὑγροῦ τὴν πορείαν ποιούμενος, γεννᾷ τὸν χρόνον, ὃν [5.7.41.4] αἰνίσσεται ὁ κροκόδειλος διά τινα ἄλλην ἱερατικὴν ἱστορίαν.
 [05334]  [5.9.58.1] Οὐ μόνοι ἄρα οἱ Πυθαγόρειοι καὶ Πλάτων τὰ πολλὰ ἐπεκρύπτοντο, ἀλλὰ καὶ οἱ Ἐπικούρειοί φασί τινα καὶ παρ' αὐτοῦ ἀπόρρητα εἶναι καὶ μὴ πᾶσιν ἐπιτρέπειν ἐντυγχάνειν τούτοις τοῖς γράμμασιν.
 [05361]  [5.10.62.2] ἦν γάρ τινα ἀγράφως παραδιδόμενα.
 [05426]  διὸ καὶ χεῖρας καὶ πόδας καὶ στόμα καὶ ὀφθαλμοὺς καὶ εἰσόδους καὶ ἐξόδους καὶ ὀργὰς καὶ ἀπειλὰς μὴ πάθη θεοῦ τις ὑπολάβῃ παρὰ Ἑβραίοις λέγεσθαι, μηδαμῶς, ἀλληγορεῖσθαι δέ τινα ἐκ τούτων τῶν ὀνομάτων ὁσιώτερον, ἃ δὴ καὶ προϊόντος τοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν διασαφήσομεν.
 [05494]  [5.11.75.3] οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκεν τὸν κόσμον, ἵνα τιμὰς πρός τε ἀνθρώπων καὶ πρὸς θεῶν τῶν ἄλλων καὶ δαιμόνων, φησὶν ὁ Πλάτων, καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων τὰς [5.11.75.4] οἰκείας λειτουργίας.
 [05644]  οὐκ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων Γέενναν καλουμένην Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά [5.14.91.3] τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια;
 [05779]  σαφέστατα <δ'> Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν εἰδὼς οὐχ ἕτερον ὄντα [5.14.104.2] ἐκείνου πως ἔχοντος.
 [05938]  [5.14.121.1] ∆ίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται·
 [06169]  ἤμβλακον, καί πού τινα ἄλλον ἥδ' ἄτη κιχήσατο·
 [06443]  [6.3.31.1] Λέγουσι δ' οὖν τινες λοιμούς τε καὶ χαλάζας καὶ θυέλλας καὶ τὰ παραπλήσια οὐκ ἀπὸ τῆς ἀταξίας τῆς ὑλικῆς μόνης, ἀλλὰ καὶ κατά τινα δαιμόνων ἢ καὶ ἀγγέλων οὐκ ἀγαθῶν ὀργὴν φιλεῖν [6.3.31.2] γίνεσθαι.
 [06634]  [6.6.53.3] φασὶ δὲ οἱ Ἀττικοὶ μεμηνῦσθαί τινα Σωκράτει παρεπομένου δαίμονος αὐτῷ, καὶ Ἀριστοτέλης δαίμοσι κεχρῆσθαι πάντας ἀνθρώπους λέγει συνομαρτοῦσιν αὐτοῖς παρὰ τὸν χρόνον τῆς ἐνσωματώσεως, προφητικὸν τοῦτο μάθημα λαβὼν καὶ καταθέμενος εἰς τὰ ἑαυτοῦ [6.6.53.4] βιβλία, μὴ ὁμολογήσας ὅθεν ὑφείλετο τὸν λόγον τοῦτον.
 [06640]  [6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
 [06692]  [6.8.62.1] ἐπεὶ καὶ Παῦλος ἐν ταῖς ἐπιστολαῖς οὐ φιλοσοφίαν διαβάλλων φαίνεται, τὸν δὲ τοῦ γνωστικοῦ μεταλαμβάνοντα ὕψους οὐκέτι παλινδρομεῖν ἀξιοῖ ἐπὶ τὴν Ἑλληνικὴν φιλοσοφίαν, στοιχεῖα τοῦ κόσμου ταύτην ἀλληγορῶν, στοιχειωτικήν τινα οὖσαν καὶ προπαιδείαν τῆς ἀληθείας.
 [06737]  ἐπεὶ πῶς ἂν ἀπατήσειέν τινα, μὴ διὰ τῶν ἀληθῶν ὑπαγόμενος τὸν φιλομαθῆ εἰς οἰκειότητα καὶ οὕτως ὕστερον [6.8.66.4] εἰς ψεῦδος ὑποσύρων;
 [06749]  εὑρίσκεται δ' ἡ ὁρμὴ μετά τινα συγκατάθεσιν κίνησις οὖσα·
 [06750]  ὁ γὰρ ὁρμήσας εἴς τινα πρᾶξιν πρότερον τὴν γνῶσιν τῆς πράξεως [6.8.69.2] λαμβάνει, δεύτερον δὲ τὴν ὁρμήν.
 [06754]  καίτοι φασί τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναί τινα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος, ὅτι [6.8.70.2] ἀκατάληπτα ἔσται τὰ ἀκατάληπτα.
 [06756]  βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναί τινα ἀκατάληπτα.
 [06768]  οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ' ἀγαπᾷ τὸν κτίστην διὰ τῶν [6.9.72.1] κτισμάτων).
 [07038]  οὐ γὰρ τὸ ἁπλῶς εὖ πράττειν, ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ <κατὰ> λόγον ἐνεργεῖν [6.14.112.1] καθῆκον αἱ γραφαὶ παριστᾶσιν.
 [07137]  ψεῦσται τοίνυν τῷ ὄντι οὐχ οἱ συμπεριφερόμενοι δι' οἰκονομίαν σωτηρίας οὐδ' οἱ περί τινα τῶν ἐν μέρει σφαλλόμενοι, ἀλλ' οἱ εἰς τὰ κυριώτατα παραπίπτοντες καὶ ἀθετοῦντες μὲν τὸν κύριον τὸ ὅσον ἐπ' αὐτοῖς, ἀποστεροῦντες δὲ τοῦ κυρίου τὴν ἀληθῆ διδασκαλίαν, οἱ μὴ κατ' ἀξίαν τοῦ θεοῦ καὶ τοῦ κυρίου τὰς γραφὰς [6.15.124.4] λαλοῦντές τε καὶ παραδιδόντες·
 [07245]  οὔτε γὰρ ἔκ τινος ἀριθμοῦ ἐπί τινα λαμβάνουσι γίνεται ὁ ἑπτὰ οὔτε ἐπί τινα [6.16.140.2] ληφθεὶς ἀποτελεῖ τῶν ἐντὸς τῆς δεκάδος ἕτερον.
 [07337]  τὸ ὕστερον οὖν ὁ γνωστικὸς ἐπὶ τέλει τῶν κατορθωμάτων μιμεῖται τὸν κύριον, εἰς ὅσον ἐφικτὸν ἀνθρώποις, ποιότητά τινα κυριακὴν λαβὼν εἰς ἐξομοίωσιν θεοῦ.
 [07641]  [7.4.24.3] Τοιοῦτόν τινα ἐν τῷ ∆εισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ·
 [07728]  καί που Ἡσίοδος κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν ∆ία λαβεῖν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ κεκαλυμμένα ἀργέτι δημῷ·
 [07804]  <ἀεὶ> τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ [7.7.39.1] ἀγαθόν.
 [07934]  ὡς γὰρ τὸν σίδηρον Ἄρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον ∆ιόνυσον κατά τινα ἀναφοράν, οὕτως ὁ γνωστικός, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἔμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφῆς ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.
 [07988]  καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, [7.10.59.3] ἀλλ' οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας.
 [08004]  εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται, οὐδ' ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή, ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα, γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος, τὸ κόσμιον δὲ τοῦ ἤθους [7.11.61.3] περιβαλλόμενος.
 [08095]  ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ [7.12.71.6] ἐνέργημα τερπνὸν ὑφορᾶται;
 [08309]  καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικῆς τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπί τινα κρημνόν, τῶν δὲ ἐπὶ ποτα μὸν ῥοώδη ἢ θάλασσαν ἀγχιβαθῆ φερουσῶν, οὐκ ἄν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὁδεῦσαι, χρήσαιτο δ' ἂν τῇ ἀκινδύνῳ καὶ βασιλικῇ καὶ λεωφόρῳ, οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς [7.15.91.6] γνῶσιν·
 [08327]  ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια, τὰ δ' ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ, τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων [7.16.93.3] ἀληθῶν τε καὶ ψευδῶν.
 [08379]  ἐπὰν δὲ παραβῇ τις τὸν λόγον καὶ διὰ τούτου τὸν θέον, εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους τοὺς τὰς φαντασίας τὰς λογικὰς ποιητέον·
 [08444]  ἀλλ' οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια, ἀντικλεῖδα, δι' ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν [7.17.106.3] ἀλήθειαν, μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται.
 [08462]  [7.18.109.1] Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες τοῖς φιλοθεάμοσι τῆς ἀληθείας ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων, ὡς ἀκαθάρτων, ἀπὸ τῆς περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων θείας [7.18.109.2] ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον.
 [08518]  καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστ' εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον [8.3.6.3] ἐπιφέρεσθαι.
 [08524]  [8.3.6.7] Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι [8.3.7.1] πιστά.
 [08546]  ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ [8.4.9.3] ζητεῖσθαι τὴν οὐσίαν·
 [08684]  ἐπεὶ δὲ τούτων τὰ καθ' ἕκαστα ἄπειρα, στοιχεῖά τινα καὶ τούτων εὑρέθη, ὑφ' ἃ πᾶν [8.8.23.4] τὸ ζητούμενον ὑπάγεται.
 [08789]  καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, <τὰ> κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα [8.9.32.6] καιρὸν πρόδηλα γενέσθαι δυνάμενα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»