Tabulinum: 0150-0215,_Clemens_Alexandrinus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φύσει [85]
Argumentum: 0150-0215,_Clemens_Alexandrinus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φύσει


000-00-00 Serial Number=0388548791
Excerpta ex Theodoto Ante [Go Back]  
 [00235]  Ὃ γὰρ συνεπάθησεν ὁ Πατήρ, στερεὸς ὢν τῇ φύσει, φησὶν ὁ Θεόδοτος, καὶ ἀνένδοτος, ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ Σιγὴ τοῦτο καταλάβῃ, [2.30.2] πάθος ἐστίν.
 [00335]  [3.49.1] Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι' αὑτοῦ ἐνεργοῦσαν, οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν, φιλεργὸς ὢν φύσει·
 [00383]  [3.56.3] Τὸ μὲν οὖν πνευματικὸν φύσει σῳζόμενον·
 [00385]  τὸ δὲ ὑλικὸν φύσει ἀπόλλυται.
000-00-00 Serial Number=0655074477
Fragmenta Ante [Go Back]  
 [00229]  θέλησίς ἐστι φυσικὴ ὄρεξις τῇ τοῦ λογικοῦ φύσει κατάλληλος.
000-00-00 Serial Number=0452604353
Paedagogus Ante [Go Back]  
 [00084]  πάνυ γάρ ἐστι τῇ φύσει φιλάνθρωπον τὸ παιδάριον σφόδρα.
 [00632]  Ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ παιδαγωγὸς ὁ κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι' [1.8.62.3] ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει.
 [00722]  Ἕπεται δὲ τῷ ἀγαθῷ, ᾗ φύσει [1.8.70.3] ἀγαθός ἐστιν, ἡ μισοπονηρία.
 [00884]  [1.9.82.4] Εἰ γὰρ οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῷ ἀγαθῷ ἔργῳ, πῶς ὁ φύσει ἀγαθὸς θεὸς φόβος ἔσται τῷ μὴ ἁμαρτάνοντι;
 [01291]  ἐκ γὰρ τούτων οὔτ' ἂν φρόνιμος οὐδείς ποτ' ἂν γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων δύναιτο ἐκ νέου ἐπιτηδεύων τοιαῦτα, οὔθ' οὕτω θαυμαστῇ φύσει κραθήσεται.
 [01660]  οὐ γὰρ ὀψοφάγος φύσει, ἀλλὰ σιτοφάγος ἄνθρωπος.
 [01837]  Πολλὰ δὲ αὐτῶν φύσει ψυχρὸν ὄντα τὸν ἐγκέφαλον ἀναθάλπει ταῖς ἀποφοραῖς λεπτύνοντα τῆς κεφαλῆς τὰ περιττεύματα.
 [01997]  Ἐντεῦθεν συμφανὲς ἡμῖν ὁμολογουμένως παραι τεῖσθαι δεῖν τὰς ἀρρενομιξίας καὶ τὰς ἀκάρπους σπορὰς καὶ τὰς κατόπιν εὐνὰς καὶ τὰς ἀσυμφυεῖς ἀνδρογύνους κοινωνίας, ἑπομένους τῇ φύσει αὐτῇ ἀπαγορευούσῃ διὰ τῆς τῶν μορίων κατασκευῆς, οὐκ εἰς παραδοχὴν σπέρματος, εἰς δὲ τὴν πρόεσιν αὐτοῦ τὸ ἄρρεν [2.10.87.4] ἀνδρωσάσῃ.
 [02073]  [2.10.95.3] Τὸ δὲ μὴ εἰς παίδων γονὴν συνιέναι ἐνυβρίζειν ἐστὶ τῇ φύσει, ἣν χρὴ διδάσκαλον ἐπιγραφομένους τὰς σοφὰς τοῦ καιροῦ ἐπιτηρεῖν παιδαγωγίας, τὸ γῆρας λέγω καὶ τὴν παιδικὴν ἡλικίαν, παρεισάγουσαν τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησεν, τοὺς δὲ οὐκέτι βούλεται γαμεῖν , πλὴν οὐ πάντοτε γαμεῖν.
 [02377]  εἰ δὲ αἰσχραὶ φύσει, ἐλέγχουσιν ἐξ ὧν προσάπτουσιν ὃ μὴ ἔχουσιν.
 [02592]  Ξηρότερα γὰρ φύσει καὶ θερμότερα τὰ δασέα τῶν ψιλῶν ἐστιν.
 [02913]  [3.11.53.4] ∆ίδωσιν οὖν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνῃ ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι, πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασώμεθα.
 [02929]  Ἔστων δὲ αἱ ἐσθῆτες ἁρμόζουσαι ἡλικίᾳ, προσώπῳ, τόποις, [3.11.56.2] φύσει, ἐπιτηδεύμασιν.
 [02953]  Τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις, θεῷ δὲ εἰσπεποιημένοις.
000-00-00 Serial Number=0706193924
Quis dives salvetur Ante [Go Back]  
 [00006]  ἐπίβουλοι δέ, ὅτι καὶ αὐτῆς τῆς περιουσίας καθ' αὑτὴν ἱκανῆς οὔσης χαυνῶσαι τὰς ψυχὰς τῶν κεκτημένων καὶ διαφθεῖραι καὶ ἀποστῆσαι τῆς ὁδοῦ, δι' ἧς ἐπιτυχεῖν ἔστι σωτηρίας, οἳ δὲ προσεκπλήσσουσι τὰς γνώμας τῶν πλουσίων ταῖς ἡδοναῖς τῶν ἀμέτρων ἐπαίνων ἐπαίροντες καὶ καθάπαξ τῶν ὅλων πραγμάτων πλὴν τοῦ πλούτου, δι' ὃν θαυμάζονται, παρα σκευάζοντες ὑπερφρονεῖν, τὸ δὴ τοῦ λόγου πῦρ ἐπὶ πῦρ μετοχετεύοντες, τύφῳ τῦφον ἐπαντλοῦντες καὶ ὄγκον πλούτῳ προσανατιθέντες βαρεῖ φύσει φορτίον βαρύτερον, οὗ μᾶλλον ἐχρῆν ἀφαιρεῖν καὶ περικόπτειν, ὡς σφαλεροῦ νοσήματος καὶ θανατηφόρου·
 [00166]  ὥσπερ οὖν θησαυρὸς οὐχ εἷς παρ' αὐτῷ καθὸ καὶ παρ' ἡμῖν, ὁ τὸ αἰφνίδιον μέγα κέρδος ἐν εὑρήσει διδούς, ἀλλὰ καὶ δεύ τερος, ὁ ἀκερδὴς καὶ ἄζηλος καὶ δύσκτητος καὶ ἐπιζήμιος, οὕτως καὶ πλοῦτος ὃ μέν τις ἀγαθῶν, ὃ δὲ κακῶν, εἴ γε τὸν πλοῦτον καὶ τὸν [17.4] θησαυρὸν οὐκ ἀπηρτημένους ἴσμεν ἀλλήλων τῇ φύσει.
 [00246]  ὁ μὲν πατήρ σοι δοκείτω παρεστὼς λέγειν ἐγώ σε ἔσπειρα καὶ ἔθρεψα, ἀκολούθει μοι καὶ συνα δίκει καὶ μὴ πείθου τῷ Χριστοῦ νόμῳ καὶ ὁπόσα ἂν εἴποι βλά [23.2] σφημος ἄνθρωπος καὶ νεκρὸς τῇ φύσει.
 [00347]  φύσει μὲν ἅπασαν κτῆσιν, ἣν αὐτός τις ἐφ' ἑαυτοῦ κέκτηται ὡς ἰδίαν οὖσαν καὶ οὐκ εἰς κοινὸν τοῖς δεομένοις κατατίθησιν, ἄδικον οὖσαν ἀποφαί νων, ἐκ δὲ ταύτης τῆς ἀδικίας ἐνὸν καὶ πρᾶγμα δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον·
000-00-00 Serial Number=0694387615
Stromata Ante [Go Back]  
 [00290]  οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ [1.6.34.2] κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται.
 [00293]  φύσει δ' αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς [1.6.35.1] ἐδημιούργησεν.
 [00843]  ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν [1.19.95.4] ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας.
 [01173]  [1.21.143.6] αἱ δὲ πρῶται καὶ γενικαὶ διάλεκτοι βάρβαροι μέν, φύσει δὲ τὰ ὀνόματα ἔχουσιν, ἐπεὶ καὶ τὰς εὐχὰς ὁμολογοῦσιν οἱ ἄνθρωποι [1.21.143.7] δυνατωτέρας εἶναι τὰς βαρβάρῳ φωνῇ λεγομένας.
 [01278]  προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική.
 [01529]  οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην [2.3.10.3] πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες.
 [01546]  τεσσάρων δὲ ὄντων ἐν οἷς τὸ ἀληθές, αἰσθήσεως, νοῦ, ἐπιστήμης, ὑπολήψεως, φύσει μὲν πρῶτος ὁ νοῦς, ἡμῖν δὲ καὶ πρὸς ἡμᾶς ἡ αἴσθησις, ἐκ δὲ αἰσθήσεως καὶ τοῦ νοῦ ἡ τῆς ἐπιστήμης συνίσταται οὐσία, κοινὸν δὲ νοῦ τε καὶ [2.4.13.3] αἰσθήσεως τὸ ἐναργές.
 [01599]  τὸ μὲν ὀρθὸν ἂν εἴη νόμιμον καὶ νόμος φύσει ὢν ὁ λόγος ὁ ὀρθὸς καὶ οὐκ ἐν γράμμασιν οὐδὲ ἑτέροις.
 [01862]  ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος κατὰ τὸν ἀπόστολον.
 [01864]  ἐκεῖνο δὲ ἐξ ἀνάγκης παρασημειωτέον ὡς μόνον τὸ θεῖον σοφὸν εἶναι φύσει νοεῖσθαι χρή·
 [01957]  κἄν τις τἀληθὲς σκοπῇ, εὑρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ [2.12.55.3] ἀφορμὰς πρὸς πίστιν τἀληθοῦς.
 [02120]  ἀλλὰ γὰρ φύσει πλούσιος ὢν ὁ θεὸς ἐν ἐλέῳ διὰ τὴν αὑτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε [2.16.75.1] φύσει τέκνων.
 [02121]  καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει [2.16.75.2] ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται.
 [02122]  φυσικὴ μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἥ τε ἐκ συνηθείας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἢ φύσει ἢ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ·
 [02140]  οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ' οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν [2.17.77.5] μόνον.
 [02174]  ἡ δὲ ἡμετέρα φύσις ἐμπαθὴς οὖσα ἐγκρατείας δεῖται, δι' ἧς πρὸς τὸ ὀλιγοδεὲς συνασκουμένη συνεγγίζειν πειρᾶται [2.18.81.2] κατὰ διάθεσιν τῇ θείᾳ φύσει.
 [02320]  ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν, τὸν θεὸν εἰς φύσιν μετονομάσαντες ἀπρεπῶς, ἐπειδὴ ἡ φύσις καὶ εἰς φυτὰ καὶ εἰς σπαρτὰ καὶ εἰς δένδρα καὶ εἰς λίθους διατείνει.
 [02361]  [2.20.105.1] Πάσης τοίνυν ἀρετῆς μεμνημένος ὁ θεῖος νόμος ἀλείφει μάλιστα τὸν ἄνθρωπον ἐπὶ τὴν ἐγκράτειαν, θεμέλιον ἀρετῶν κατατιθέμενος ταύτην, καὶ δὴ προπαιδεύει ἡμᾶς εἰς τὴν περιποίησιν τῆς ἐγκρατείας ἀπὸ τῆς τῶν ζῴων χρήσεως, ἀπαγορεύων μεταλαμβάνειν τῶν ὅσα φύσει πίονα καθάπερ τὸ τῶν συῶν γένος εὐσαρκότατον τυγχάνον·
 [02447]  οἳ δὲ εἰς ἡδονὴν τράγων δίκην ἐκχυθέντες, οἷον ἐφυβρίζοντες τῷ σώματι, καθηδυπαθοῦσιν, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥακοῦται φύσει ῥευστὸν ὄν, ἡ ψυχὴ δὲ αὐτῶν ἐν βορβόρῳ κακίας κατορώρυκται, δόγμα ἡδονῆς αὐτῆς, οὐχὶ δὲ ἀνδρὸς [2.20.118.6] ἀποστολικοῦ μεταδιωκόντων.
 [02526]  [2.21.129.1] Πάλιν δ' αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ' ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, <∆ιογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο> ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν [2.21.129.2] ἐκλογῇ κεῖσθαι διελάμβανεν.
 [02662]  πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει [2.23.144.1] μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.
 [02667]  ἡ γοῦν θεία γραφὴ τοὺς παραβάντας τὰς ἐντολὰς πεπρᾶσθαι λέγει τοῖς ἀλλογενέσι, τουτέστιν ἁμαρτίαις ἀνοικείαις τῇ φύσει, ἄχρις ἂν ἐπιστρέψαντες μετανοήσωσι.
 [02713]  [3.1.3.3] Ταύτας παρεθέμην τὰς φωνὰς εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς Βασιλειδιανῶν, ὡς ἤτοι ἐχόντων ἐξουσίαν καὶ τοῦ ἁμαρτεῖν διὰ τὴν τελειότητα, ἢ πάντως γε σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν [3.1.3.4] συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων.
 [02771]  οἱ φιλόσοφοι δὲ ὧν ἐμνήσθημεν, παρ' ὧν τὴν γένεσιν κακὴν εἶναι ἀσεβῶς ἐκμαθόντες οἱ ἀπὸ Μαρκίωνος καθάπερ ἰδίῳ δόγματι φρυάττονται, οὐ φύσει κακὴν βούλονται ταύτην [3.3.13.2] εἶναι, ἀλλὰ τῇ ψυχῇ τῇ τὸ ἀληθὲς διιδούσῃ·
 [02904]  τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν, υἱοὺς μὲν φύσει τοῦ πρώτου θεοῦ λέγοντες αὑτούς·
 [02934]  [3.4.34.3] Ἄλλοι τινές, οὓς καὶ Ἀντιτάκτας καλοῦμεν, λέγουσιν ὅτι ὁ μὲν θεὸς ὁ τῶν ὅλων πατὴρ ἡμῶν ἐστι φύσει, καὶ πάνθ' ὅσα πεποίηκεν ἀγαθά ἐστιν·
 [03385]  ἀλλ' οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν τὰ σώματα καὶ φύσει ῥευστά·
 [03502]  κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὄφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
 [03603]  κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ [4.3.9.1] ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.
 [04171]  φύσει γὰρ σῳζόμενον γένος ὑποτίθεται καὶ αὐτὸς ἐμφερῶς τῷ Βασιλείδῃ, ἄνωθεν δὲ ἡμῖν δεῦρο τοῦτο δὴ τὸ διάφορον γένος ἐπὶ τὴν τοῦ θανάτου καθαίρεσιν ἥκειν, θανάτου δὲ γένεσιν ἔργον εἶναι τοῦ κτίσαντος [4.13.89.5] τὸν κόσμον.
 [04470]  εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ' ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, [4.20.128.1] τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.
 [04607]  [4.23.147.1] Οὐ γὰρ αὐτῇ τῇ φύσει τοῦ πράγματος οἰκειοῦνται ὡς τῷ ὄντι γνωστικῶς καταλαβέσθαι καλὰ μὲν εἶναι πάντα ὅσα εἰς χρῆσιν ἡμῶν ἐκτίσθη, ὡς γάμον φέρε εἰπεῖν καὶ παιδοποιίαν μετὰ σωφροσύνης παρειλημμένα, καλοῦ δὲ εἶναι ἄμεινον <τὸ διὰ> τὴν πρὸς τὸ [4.23.147.2] θεῖον ἐξομοίωσιν ἀπαθῆ καὶ ἐνάρετον γενέσθαι.
 [04620]  καὶ γὰρ ἡ διδαχὴ μεταρυθμίζει τὸν ἄνθρωπον, μεταρυθμοῦσα δὲ φύσις ποιεῖ, καὶ διήνεγκεν οὐδὲν ἢ φύσει πλασθῆναι τοιόνδε ἢ χρόνῳ καὶ μαθήσει [4.23.149.5] μετατυπωθῆναι.
 [04732]  ἀλλ' οὔτε ἀγαθὸν ἡ ψυχὴ φύσει οὔτε αὖ κακὸν φύσει τὸ [4.26.164.4] σῶμα, οὐδὲ μὴν ὃ μή ἐστιν ἀγαθόν, τοῦτο εὐθέως κακόν.
 [04738]  καὶ ἐντεῦθεν ξένην τὴν ἐκλογὴν τοῦ κόσμου ὁ Βασιλείδης εἴληφε λέγειν, ὡς [4.26.165.4] ἂν ὑπερκόσμιον φύσει οὖσαν.
 [04740]  ἑνὸς γὰρ τὰ [4.26.165.4] πάντα θεοῦ, καὶ οὐκ ἄν τις εἴη φύσει τοῦ κόσμου ξένος, μιᾶς μὲν τῆς οὐσίας οὔσης, ἑνὸς δὲ τοῦ θεοῦ, ἀλλ' ὁ ἐκλεκτὸς ὡς ξένος πολιτεύεται, κτητά τε καὶ ἀπόκτητα εἰδὼς πάντα.
 [04816]  εἰ γὰρ φύσει τις τὸν θεὸν ἐπίσταται, ὡς Βασιλείδης οἴεται, τὴν νόησιν τὴν ἐξαίρετον πίστιν ἅμα καὶ βασιλείαν καὶ καλῶν κτίσιν, † οὐσίας ἀξίαν τοῦ ποιήσαντος πλησίον ὑπάρχειν αὐτήν, ἑρμηνεύων, οὐσίαν, ἀλλ' οὐκ ἐξουσίαν, καὶ φύσιν καὶ ὑπόστασιν, κτίσεως ἀνυπερθέτου κάλλος ἀδιόριστον, οὐχὶ δὲ ψυχῆς αὐτεξουσίου λογικὴν συγκατάθεσιν λέγει [5.1.3.3] τὴν πίστιν.
 [04817]  παρέλκουσι τοίνυν αἱ ἐντολαὶ αἵ τε κατὰ τὴν παλαιὰν αἵ τε κατὰ τὴν νέαν διαθήκην, φύσει σῳζομένου, ὡς Οὐαλεντῖνος βούλεται, τινὸς καὶ φύσει πιστοῦ καὶ ἐκλεκτοῦ ὄντος, ὡς Βασιλείδης νομίζει.
 [04819]  εἰ δὲ ἀναγκαίαν τὴν ἐπιδημίαν τοῦ κυρίου φήσαιεν, οἴχεται αὐτοῖς τὰ τῆς φύσεως ἰδιώματα, μαθήσει καὶ καθάρσει καὶ τῇ τῶν ἔργων εὐποιίᾳ, ἀλλ' οὐ φύσει σῳζομένης τῆς [5.1.4.1] ἐκλογῆς.
 [05574]  εἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παραγιγνόμενον, οὐκ ἄνευ νοῦ, οἷς ἂν παραγίγνηται.
 [05685]  ἐντεῦθεν οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι, Πλάτων δὲ [5.14.95.2] ὁμοίωσιν θεῷ (ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ)·
 [06449]  ἠπίσταντο γὰρ ψυχάς τινας κρατουμένας [6.3.32.1] φύσει τῷ σώματι.
 [06752]  ἐπειδὴ γὰρ τὸ μαθεῖν τοῦ πρᾶξαι πρεσβύτερόν ἐστιν (φύσει γὰρ ὁ πράσσων τοῦτο, ὃ πρᾶξαι βούλεται, μανθάνει πρότερον) καὶ ἡ μὲν γνῶσις ἐκ τοῦ μαθεῖν, τὸ πρᾶξαι δὲ ἐκ τοῦ ὁρμῆσαι κἀκ τοῦ μανθάνειν ἡ γνῶσις, ἕπεται δὲ τῇ ἐπιστήμῃ <ἡ> ὁρμὴ μεθ' ἣν ἡ πρᾶξις, ἀρχὴ καὶ δημιουργὸς πάσης λογικῆς πράξεως ἡ γνῶσις εἴη ἄν, ὥστ' ἂν εἰκότως ταύτῃ μόνῃ χαρακτηρίζοιτο ἡ τῆς λογικῆς ἰδιότης ψυχῆς·
 [06799]  σωτήριος γάρ τις ὁ τῷ σωτῆρι ἐξομοιούμενος, εἰς ὅσον ἀνθρωπίνῃ φύσει χωρῆσαι τὴν εἰκόνα θέμις, ἀπαραβάτως τὰ κατὰ τὰς ἐντολὰς κατορθῶν·
 [06931]  ἐπὶ πᾶσιν εἰδέναι αὐτοὺς κἀκεῖνο ἐχρῆν, ὅτι φύσει μὲν γεγόναμεν πρὸς ἀρετήν, οὐ μὴν ὥστε ἔχειν αὐτὴν ἐκ γενετῆς, ἀλλὰ πρὸς τὸ κτήσασθαι ἐπιτήδειοι.
 [06953]  [6.12.98.2] αὐτίκα ὁ μὲν κακὸς φύσει, ἁμαρτητικὸς διὰ κακίαν γενόμενος, φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο·
 [06995]  ἐνταῦθα ἡ ἐξομοίωσις ἡ πρὸς τὸν σωτῆρα θεὸν ἀνακύπτει τῷ γνωστικῷ, εἰς ὅσον ἀνθρωπίνῃ θεμιτὸν φύσει, γινομένῳ τελείῳ ὡς ὁ πατήρ, φησίν, ὁ ἐν [6.12.104.3] τοῖς οὐρανοῖς.
 [06997]  τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι, ἐπεὶ καὶ ὁ θεός, οὐχ ᾗ φύσει ἀγαθός ἐστι, ταύτῃ μένει μακάριος καὶ ἄφθαρτος, οὔτε πράγματ' ἔχων οὔτε ἄλλῳ παρέχων, ποιῶν δὲ ἰδίως ἀγαθά, θεὸς ὄντως καὶ πατὴρ ἀγαθὸς ὤν τε καὶ γινόμενος ἐν ἀδιαλείπτοις εὐποιίαις, ἐν ταὐτότητι τῆς ἀγαθωσύνης ἀπαραβάτως μένει.
 [07456]  ἀσθενὴς γὰρ φύσει ὁ ἀνθρώπειος λόγος καὶ ἀδύνατος φράσαι θεόν, οὐ τοὔνομα λέγω (κοινὸν γὰρ τοῦτο οὐ φιλοσόφων μόνον ὀνομάζειν, ἀλλὰ καὶ ποιητῶν) οὐδὲ τὴν οὐσίαν (ἀδύνατον γάρ), ἀλλὰ τὴν δύναμιν καὶ τὰ [6.18.166.3] ἔργα τοῦ θεοῦ.
 [07531]  [7.2.7.5] οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ' ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ [7.2.7.6] φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν.
 [07569]  ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα ἀπερισπάστως προσομιλῶν τε [7.3.13.4] καὶ συνὼν τῷ κυρίῳ.
 [07606]  οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες, οὔτε γενομένοις, ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν, φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ' ἂν ἦν ἔθ' ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων καὶ <τῆς> ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή [7.3.19.4] (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)·
 [07734]  εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι' εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι' οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ [7.6.31.8] τούτου δοξάζοντες ὃν μεμαθήκαμεν.
 [07916]  εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου, οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβὲς ὑπάρχειν εἰδώς·
 [08011]  καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ' οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος.
 [08454]  τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς [7.17.107.5] πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις.
 [08532]  ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει.
 [08789]  καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, <τὰ> κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα [8.9.32.6] καιρὸν πρόδηλα γενέσθαι δυνάμενα.
 [08790]  καὶ τῶν μὲν φύσει τὰ μὲν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»