[00010]
|
[1.1.1.3] αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον.
|
[00295]
|
ἀλλὰ καθάπερ καὶ ἄνευ γραμμάτων πιστὸν εἶναι δυνατόν φαμεν, οὕτως συνιέναι τὰ ἐν τῇ πίστει λεγόμενα οὐχ οἷόν τε μὴ μαθόντα ὁμολογοῦμεν.
|
[00863]
|
τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῷ πιπράσκοντι ἀρραβῶνα.
|
[00871]
|
ὃ δὲ μεθ' ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ' αὑτὸ ἐνεργεῖν, συνεργόν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν <ἢ> ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα [1.20.99.3] τὸ κατ' ἀλήθειαν παρέχειν.
|
[01366]
|
καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, οὕτω γὰρ ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων [1.26.169.2] ἀγέλης.
|
[01763]
|
πρὸς οὕς φαμεν·
|
[02838]
|
ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ' αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων [3.3.21.1] μυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.
|
[03011]
|
οὐ γὰρ λόγον ψιλὸν εἶναι τὴν γνῶσίν φαμεν, ἀλλά τινα ἐπιστήμην θείαν καὶ φῶς ἐκεῖνο τὸ ἐν τῇ ψυχῇ ἐγγενόμενον ἐκ τῆς κατὰ τὰς ἐντολὰς ὑπακοῆς τὸ πάντα κατάδηλα ποιοῦν τὰ τε ἐν γενέσει αὐτόν τε τὸν ἄνθρωπον ἑαυτόν τε γινώσκειν παρασκευάζον καὶ τοῦ θεοῦ ἐπήβολον καθίστασθαι διδάσκον.
|
[03350]
|
[3.12.82.2] χωρίζει δὲ καὶ τὸν παλαιὸν ἄνδρα καὶ τὸν καινὸν ὁ Τατιανός, ἀλλ' οὐχ ὡς ἡμεῖς φαμεν·
|
[03971]
|
τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθὸ θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος·
|
[03978]
|
ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν.
|
[04205]
|
καὶ τὸ μηδενὸς ἐπιθυμεῖν οὐχ ὡς ἀλλοτρίων τῶν ἐπιθυμητῶν ὄντων πόθον μὴ ἔχειν διδάσκει, καθάπερ ὑπειλήφασιν οἱ τὸν κτίστην ἄλλον εἶναι παρὰ τὸν πρῶτον θεὸν δογματίζοντες, οὐδ' ὡς ἐβδελυγμένης καὶ κακῆς οὔσης τῆς [4.13.94.3] γενέσεως, ἄθεοι γὰρ αἱ δόξαι αὗται ἀλλότρια δὲ ἡμεῖς φαμεν τὰ τοῦ κόσμου οὐχ ὡς ἄτοπα, οὐδ' ὡς οὐχὶ τοῦ θεοῦ τοῦ πάντων κυρίου, ἀλλ' ἐπειδὴ μὴ καταμένομεν ἐν αὐτοῖς τὸν πάντα αἰῶνα, κτήσει ὄντα ἀλλότρια καὶ τῶν κατὰ διαδοχὴν ὑπάρχοντα, χρήσει δὲ ἑκάστου ἡμῶν ἴδια, δι' οὓς καὶ ἐγένετο, πλὴν ἐφ' ὅσον γε αὐτοῖς ἀναγκαῖον [4.13.94.4] συμπαρεῖναι.
|
[04448]
|
οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν [4.19.124.2] οὐκ ἐπ' ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ' ἡμῖν.
|
[05592]
|
[5.13.85.4] τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατ' ἐπιθυμίαν βίον εὐδαιμονίζειν.
|
[05614]
|
ἀλλ' ἡμεῖς μὲν τῷ πεπιστευκότι προσεπιπνεῖσθαι τὸ ἅγιον πνεῦμά φαμεν, οἳ δὲ ἀμφὶ τὸν Πλάτωνα νοῦν μὲν ἐν ψυχῇ θείας μοίρας ἀπόρροιαν ὑπάρχοντα, ψυχὴν δὲ ἐν σώματι κατοικίζουσιν·
|
[06636]
|
καὶ μή τις οἰέσθω, ὅ φαμεν ἴδιον εἶναι τῶν ἐκλεκτῶν, τοῦτο προειρημένον ὑπάρχειν ὑπό τινων φιλοσόφων·
|
[06640]
|
[6.7.54.1] * * ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ', ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος.
|
[07209]
|
τὸ λογιστικὸν τοίνυν καὶ ἡγεμονικὸν αἴτιον εἶναί φαμεν τῆς συστάσεως τῷ ζῴῳ, ἀλλὰ καὶ τοῦ [6.16.135.3] τὸ ἄλογον μέρος ἐψυχῶσθαί τε καὶ μόριον αὐτῆς εἶναι.
|
[07429]
|
ἡ γὰρ τῷ ὄντι ἐπιστήμη, ἥν φαμεν μόνον ἔχειν τὸν γνωστικόν, κατάληψίς ἐστι βεβαία διὰ λόγων ἀληθῶν καὶ βεβαίων ἐπὶ τὴν τῆς αἰτίας γνῶσιν ἀνάγουσα, ὁ δὲ ἐπιστήμων τοῦ ἀληθοῦς περὶ ὁδηποτοῦν [6.18.162.5] αὐτίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει.
|
[07513]
|
υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ὃν ἡμεῖς φαμεν, ἄντικρυς αἱ θεῖαι παριστᾶσι [7.2.6.3] προφητεῖαι.
|
[07683]
|
[7.4.27.6] Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.
|
[08280]
|
ὡς γὰρ τέλειόν φαμεν ἰατρὸν καὶ τέλειον φιλόσοφον, οὕτως, οἶμαι, καὶ τέλειον γνωστικόν·
|
[08290]
|
πρὸς οὕς φαμεν ὅτι καὶ παρ' ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ' Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις, καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς [7.15.89.4] ἀλλήλας τῶν παρ' ὑμῖν αἱρέσεων.
|
[08375]
|
ὥσπερ δὲ αἱ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδέν ἐστιν, ἀλλ' ἐν αἷς ἄχρηστον τὸ ἐνόν, οὕτως τοὺς αἱρετικοὺς τοὺς κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναί φαμεν, πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδαλῆν ἐξάρχοντας δογμάτων, πλὴν ὅσα δι' ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν.
|
[08423]
|
πρὸς οὕς φαμεν·
|
[08455]
|
κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν, εἰς ἑνότητα πίστεως μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις, ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι' ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους·
|
[08517]
|
[8.3.6.1] Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό, ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, [8.3.6.2] εἰ οὕτως ἔτυχεν, οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά.
|
[08646]
|
[8.6.19.2] οὔτ' αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων ὧν ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους <ὅρους> εἶναί φαμεν·
|
[08706]
|
[8.9.25.5] Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν·
|